De Posteritate Caini
- 1.1
„Ἐξῆλθε δὲ Κάιν ἀπὸ προσώπου τοῦ θεοῦ, καὶ ᾤκησεν ἐν γῇ Ναὶδ κατέναντι Ἐδέμ“ (Gen. 4, 16). νυνὶ διαπορῶμεν, εἰ χρὴ τῶν ἐν ταῖς διερμηνευθείσαις βίβλοις ὑπὸ Μωυσέως τροπικώτερον ἀκούειν, τῆς ἐν τοῖς ὀνόμασι προχείρου φαντασίας πολὺ τἀληθοῦς ἀπᾳδούσης.
- 2.1
εἰ γὰρ πρόσωπον μὲν ἔχει τὸ ὄν, ὁ δὲ βουλόμενος αὐτὸ καταλιπεῖν ἑτέρωσε μετανίστασθαι ῥᾷστα δύναται, τί τὴν Ἐπικούρειον ἀσέβειαν ἢ τὴν τῶν Αἰγυπτίων ἀθεότητα ἢ τὰς μυθικὰς ὑποθέσεις, ὧν μεστὸς ὁ βίος ἐστί, παραιτούμεθα;
- 3.1
πρόσωπον μὲν γὰρ ζῴου τμῆμά ἐστιν, ὁ δὲ θεὸς ὅλον, οὐ μέρος· ὥστ’ ἀνάγκη καὶ τὰ ἄλλα προσαναπλάττειν, αὐχένα καὶ στέρνα καὶ χεῖρας καὶ βάσεις, ἔτι δ’ αὖ γαστέρα καὶ τὰ γεννητικὰ καὶ τὸ ἄλλο τῶν ἐντός τε καὶ ἐκτὸς ἀνάριθμον πλῆθος.
- 4.1
ἀκολουθεῖ δ’ ἐξ ἀνάγκης τῷ ἀνθρωπομόρφῳ τὸ ἀνθρωποπαθές, ἐπεὶ καὶ ταῦτα οὐ περιττὰ καὶ παρέλκοντα, τῆς δὲ τῶν ἐχόντων ἐπίκουρα ἀσθενείας ἡ φύσις ἀπειργάζετο τὰ ὅσα πρὸς τὰς οἰκείας χρείας τε καὶ ὑπηρεσίας ἀκολούθως ἐφαρμόττουσα. τὸ δὲ ὂν οὐδενὸς χρεῖον, ὥστ’ εἰ μηδὲ τῆς ἀπὸ τῶν μερῶν ὠφελείας, οὐδ’ ἂν ἔχοι μέρη τὸ παράπαν.
- 5.1
ἐξέρχεται δὲ πόθεν; ἢ ἐκ τῶν βασιλείων τοῦ πανηγεμόνος; θεοῦ δὲ οἶκος αἰσθητὸς τίς ἂν εἴη πλὴν ὅδε ὁ κόσμος, ὃν καταλείπειν ἀμήχανόν τε καὶ ἀδύνατον; πάντα γὰρ ὧν γένεσίς ἐστιν οὐρανοῦ κύκλος περισφίγξας ἐντὸς ἑαυτοῦ κατέχει. καὶ γὰρ αἱ τῶν τετελευτηκότων ἀναστοιχειούμεναι μοῖραι πάλιν εἰς τὰς τοῦ παντὸς δυνάμεις ἐξ ὧν συνέστησαν ἀποκρίνονται, τοῦ δανεισθέντος ἑκάστῳ δανείσματος κατὰ προθεσμίας ἀνίσους ἀποδιδομένου τῇ συμβαλούσῃ φύσει, ὁπότε βουληθείη τὰ ἑαυτῆς χρέα κομίζεσθαι.
- 6.1
καὶ μὴν ὅ γε ἐξιὼν ἀπό τινος ἐν ἑτέρῳ χωρίῳ τὸ ἀπολειπόμενον ἑαυτοῦ· τῷ δὲ συμβέβηκεν ἀκολουθεῖν τὸ χηρεύειν τινὰ μέρη τῶν ἐν κόσμῳ θεοῦ μηδὲν κενὸν μηδὲ ἔρημον ἑαυτοῦ καταλελοιπότος, ἀλλὰ πάντα διὰ πάντων ἐκπεπληρωκότος.
- 7.1
εἰ δὲ μήτε πρόσωπον ἔχει ὁ θεὸς ἅτε τὰς τῶν γεγονότων ἰδιότητας ἁπάντων ἐκβεβηκὼς μήτε ἐν μέρει καταγίνεται ἅτε περιέχων, οὐ περιεχόμενος, ἀδύνατον δ’ ἐστὶν ὥσπερ ἐκ πόλεως τοῦδε τοῦ κόσμου μεταναστῆναί τι μέρος αὐτοῦ μηδενὸς ἀπολειφθέντος ἔξω, λοιπὸν ἂν εἴη λογισαμένους ὅτι τῶν προταθέντων οὐδὲν κυριολογεῖται τὴν δι’ ἀλληγορίας ὁδὸν φυσικοῖς φίλην ἀνδράσι τρέπεσθαι τὴν ἀρχὴν ἐνθένδε τοῦ λόγου ποιησαμένους·
- 8.1
εἰ τὸ ἐκ προσώπου μεταναστῆναι βασιλέως θνητοῦ χαλεπόν ἐστι, πῶς οὐ παγχάλεπον τὴν θεοῦ φαντασίαν καταλιπόντα οἴχεσθαι, μηκέτι εἰς ὄψιν ἀφικνεῖσθαι τὴν αὐτοῦ διεγνωκότα, τοῦτο δ’ ἐστὶν ἀφάνταστον αὐτοῦ γενέσθαι τὸ ψυχῆς ὄμμα πηρωθέντα;
- 9.1
καὶ ὅσοι μὲν ἐξ ἀνάγκης τοῦτο ὑπέμειναν ἀπαραιτήτου δυνάμεως κράτει πιεσθέντες, ἐλέου μᾶλλον ἢ μίσους τυγχάνοιεν ἄν· ὅσοι δὲ ἑκουσίῳ γνώμῃ τὸ ὂν ἐξετράποντο, ὑπερβάλλοντες καὶ τὸν αὐτῆς ὅρον κακίας — τί γὰρ ἂν ἰσοστάσιον εὑρεθείη κακόν; — μὴ τὰς ἐξ ἔθους, ἀλλὰ καινὰς καὶ παρηλλαγμένας διδότωσαν δίκας. ἦ καινοτέραν καὶ μείζονα ἐπινοῶν οὐκ ἄν τις εὕροι τῆς ἀπὸ τοῦ πανηγεμόνος ἐξόδου καὶ φυγῆς.
- 10.1
| τὸν μὲν οὖν Ἀδὰμ ὁ θεὸς ἐκβάλλει, ὁ δὲ Κάιν ἐθελοντὴς ἐξέρχεται, δηλοῦντος ἡμῖν Μωυσέως ἑκατέρου τρόπου εἶδος, ἑκούσιόν τε καὶ ἀκούσιον. ἀλλὰ τὸ μὲν ἀκούσιον ἅτε οὐχ ἡμετέρᾳ γνώμῃ συνιστάμενον λήψεται τὴν ἐνδεχομένην αὖθις ἴασιν· „ἐξαναστήσει γὰρ ὁ θεὸς σπέρμα ἕτερον ἀντ’ Ἄβελ, ὃν ἀπέκτεινε Κάιν“ (Gen. 4, 25) ψυχῇ τῇ μὴ παρ’ ἑαυτῆς τραπείσῃ, γέννημα ἄρρεν, Σὴθ τὸν ποτισμόν.
- 11.1
τὸ δὲ ἑκούσιον ἅτε βουλῇ καὶ προμηθείᾳ γενόμενον ἀνιάτους εἰς ἀεὶ κῆρας ἐνδέξεται. καθάπερ γὰρ τὰ ἐκ προνοίας ἀμείνω τῶν ἀκουσίων κατορθώματα, τὸν αὐτὸν τρόπον ἐν τοῖς ἁμαρτήμασι κουφότερα τῶν ἑκουσίων τὰ ἀκούσια.
- 12.1
τὸν μὲν οὖν Κάιν ἐκ προσώπου τοῦ θεοῦ μεταστάντα ἡ τιμωρὸς ἀσεβῶν ἐκδέξεται δίκη. Μωυσῆς δὲ τοῖς γνωρίμοις αὑτοῦ παράγγελμα κάλλιστον ὑποθήσεται, „ἀγαπᾶν τὸν θεὸν καὶ εἰσακούειν καὶ ἔχεσθαι αὐτοῦ" (Deut. 30, 20)· ταύτην γὰρ εἶναι ζωὴν τὴν πρὸς ἀλήθειαν εὐήμερόν τε καὶ μακραίωνα. πάνυ δ’ ἐμφαντικῶς ἐπὶ τὴν τοῦ τριποθήτου καὶ ἀξιεράστου καλεῖ τιμὴν εἰπὼν ἔχεσθαι αὐτοῦ, τὸ συνεχὲς καὶ ἐπάλληλον καὶ ἀδιάστατον τῆς κατ’ οἰκείωσιν ἁρμονίας καὶ ἑνώσεως παριστάς. ἃ μὲν δὴ τοῖς ἄλλοις παραινεῖ, ταῦτά ἐστι καὶ τοιαῦτα.
- 13.1
αὐτὸς δ’ οὕτως ἀπαύστως ὀρέγεται τοῦ ὁρᾶν καὶ πρὸς αὐτοῦ ὁρᾶσθαι, ὥσθ’ ἱκετεύει δυστόπαστον οὖσαν τὴν ἑαυτοῦ φύσιν δηλῶσαι γνωρίμως (Exod. 33, 13), ἵν’ ἤδη ποτὲ ἀψευδοῦς δόξης μεταλαβὼν ἀβεβαίου ἐνδοιασμοῦ βεβαιοτάτην πίστιν ἀλλάξηται. καὶ ἐπιτείνων οὐκ ἀνήσει τὸν πόθον, ἀλλὰ καὶ γνοὺς ὅτι δυσθηράτου μᾶλλον δὲ ἀνεφίκτου πράγματος ἐρᾷ, ὅμως ἐπαγωνιεῖται μηδὲν συντόνου σπουδῆς ἀνιείς, ἀλλὰ πᾶσι τοῖς παρ’ ἑαυτοῦ εἰς τὸ τυχεῖν ἀπροφασίστως καὶ ἀόκνως συγχρώμενος.
- 14.1
ἤδη γοῦν καὶ εἰς τὸν γνόφον ὅπου ἦν ὁ θεὸς εἰσελεύσεται (Exod. 20, 21), τουτέστιν εἰς τὰς ἀδύτους καὶ ἀειδεῖς περὶ τοῦ ὄντος ἐννοίας. οὐ γὰρ ἐν γνόφῳ τὸ αἴτιον οὐδὲ συνόλως ἐν τόπῳ, ἀλλ’ ὑπεράνω καὶ τόπου καὶ χρόνου· τὰ γὰρ γεγονότα πάντα ὑποζεύξας ἑαυτῷ περιέχεται μὲν ὑπ’ οὐδενός, ἐπιβέβηκε δὲ πᾶσιν. ἐπιβεβηκὼς δὲ καὶ ἔξω τοῦ δημιουργηθέντος ὢν οὐδὲν ἧττον πεπλήρωκε τὸν κόσμον ἑαυτοῦ· διὰ γὰρ * * * δυνάμεως ἄχρι περάτων τείνας ἕκαστον ἑκάστῳ κατὰ τοὺς ἁρμονίας λόγους συνύφηνεν.
- 15.1
ὅταν οὖν φιλόθεος ψυχὴ τὸ τί ἐστι τὸ ὂν κατὰ τὴν οὐσίαν ζητῇ, εἰς ἀειδῆ καὶ ἀόρατον ἔρχεται ζήτησιν, ἐξ ἧς αὐτῇ περιγίνεται μέγιστον ἀγαθόν, καταλαβεῖν ὅτι ἀκατάληπτος ὁ κατὰ τὸ εἶναι θεὸς παντὶ καὶ αὐτὸ τοῦτο ἰδεῖν ὅτι ἐστὶν ἀόρατος.
- 16.1
δοκεῖ δέ μοι καὶ πρὶν ἄρξασθαι τῆσδε τῆς σκέψεως ὁ ἱεροφάντης τὸ μέγιστον αὐτῆς κατανοῆσαι, ἐξ ὧν αὐτὸν ἱκετεύει τὸν ὄντα μηνυτὴν καὶ ὑφηγητὴν τῆς ἑαυτοῦ φύσεως γενέσθαι. λέγει γάρ· "ἐμφάνισόν μοι σεαυτόν“ (Exod. 33,13), ἐναργέστατα διὰ τούτου παριστὰς ὅτι τῶν γεγονότων ἱκανὸς οὐδὲ εἷς ἐξ
- 17.1
ἑαυτοῦ τὸν κατὰ τὸ εἶναι θεὸν ἀναδιδαχθῆναι. διὰ τοῦτο καὶ Ἀβραὰμ ἐλθὼν εἰς τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ θεός, τῇ τρίτῃ ἡμέρᾳ ἀναβλέψας ὁρᾷ τὸν τόπον μακρόθεν (Gen. 22, 3. 4). ποῖον τόπον; ἆρ’ εἰς ὃν ἦλθε; καὶ πῶς ἔστι μακράν, εἴπερ ἔφθη παραγενόμενος;
- 18.1
ἀλλὰ μήποτε ὅπερ αἰνίττεται τοιοῦτόν ἐστιν· ὁ σοφὸς αἰεὶ γλιχόμενος κατανοῆσαι τὸν ἡγεμόνα τοῦ παντός, ὅταν τὴν δι’ ἐπιστήμης καὶ σοφίας ἀτραπὸν βαδίζῃ, λόγοις μὲν προεντυγχάνει θείοις παρ’ οἷς προκαταλύει, τρέπεσθαι δὲ τὴν ἄλλην ἐγνωκὼς ἐπέχεται· διοιχθέντων γὰρ τῶν διανοίας ὀμμάτων ὀξυδερκέστερον εἶδεν ὅτι ἐπὶ τὴν δυσαλώτου πράγματος θήραν ἀναδέδυκεν ἐξαναχωροῦντος αἰεὶ καὶ μακρὰν ἀφισταμένου καὶ φθάνοντος ἀπείρῳ τῷ μεταξὺ διαστήματι τοὺς διώκοντας.
- 19.1
εὖ γοῦν νομίζει, ὅτι πάνθ’ ὅσα τῶν ὑπ’ οὐρανὸν ὠκυδρομώτατα ἑστάναι ἂν δόξαι πρὸς τὴν ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων φορὰν ἀστέρων ἀντεξετασθέντα. καίτοι σύμπας οὐρανὸς ὑπὸ θεοῦ γέγονεν, αἰεὶ δὲ τὸ ποιοῦν τοῦ γινομένου προελήλυθεν· ὥστε ἐξ ἀνάγκης οὐ μόνον τὰ ἄλλα τῶν παρ’ ἡμῖν, ἀλλὰ καὶ τὸ πάντων ὀξυκινητότατον, ὁ νοῦς, ἀπεριγράφοις ἂν ἀπολειφθείη τῆς καταλήψεως τοῦ αἰτίου διαστήμασιν. ἀλλ’ οἱ μὲν ἀστέρες παραμείβονται τὰ κινούμενα καὶ αὐτοὶ κινούμενοι, ὁ δὲ θεός, τὸ παραδοξότατον, ἑστὼς ἔφθακε πάντα.
- 20.1
λέγεται δ’ ὅτι καὶ ἐγγύτατα ὁ αὐτὸς ὢν καὶ μακράν ἐστιν, ἁπτόμενος μὲν ταῖς ποιητικαῖς καὶ κολαστηρίοις δυνάμεσι πλησίον ὑπαρχούσαις ἑκάστου, πορρωτάτω δὲ τῆς κατὰ τὸ εἶναι φύσεως αὑτοῦ τὸ γενητὸν ἀπεληλακώς, ὡς μηδὲ κατὰ τὰς ἀκραιφνεῖς καὶ ἀσωμάτους τῆς διανοίας ἐπιβολὰς ψαῦσαι δύνασθαι.
- 21.1
τοῖς μὲν οὖν φιλοθέοις τὸ ὂν ἀναζητοῦσι, κἂν μηδέποτε εὕρωσι, συγχαίρομεν — ἱκανὴ γὰρ ἐξ ἑαυτῆς προευφραίνειν ἐστὶν ἡ τοῦ καλοῦ ζήτησις, κἂν ἀτυχῆται τὸ τέλος —, τῷ δὲ φιλαύτῳ Κάιν συναχθόμεθα, ὃς ἀφάνταστον τὴν ἑαυτοῦ ψυχὴν τοῦ ὄντος καταλέλοιπεν, τὸ ᾧ μόνῳ βλέπειν ἠδύνατο ἑκουσίως πηρώσας.
- 22.1
Ἄξιον δὲ σκέψασθαι καὶ τὴν χώραν, εἰς ἣν ἐκ προσώπου γενόμενος θεοῦ στέλλεται· ἔστι δὲ ἣ καλεῖται σάλος, δηλοῦντος τοῦ νομοθέτου ὅτι ὁ ἄφρων ἀστάτοις καὶ ἀνιδρύτοις ὁρμαῖς κεχρημένος σάλον καὶ κλόνον, οἷα κυμαῖνον πέλαγος πρὸς ἐναντίων πνευμάτων χειμῶνος ὥρᾳ, ὑπομένει, γαλήνης δὲ ἢ νηνεμίας ἀλλ’ οὐδ’ ὄναρ ἐπῄσθηται. ὥσπερ δ’ ὅταν ναῦς σαλεύῃ θαλαττεύουσα, τότ’ οὔτε πλεῖν οὔτε ὁρμεῖν ἐστιν ἱκανή, διαφερομένη δὲ ὧδε κἀκεῖσε πρὸς ἑκάτερον τοῖχον ἀποκλίνει καὶ ταλαντεύουσα ἀντιρρέπει, οὕτως ὁ φαῦλος παραφόρῳ καὶ χειμαινούσῃ διανοίᾳ κεχρημένος εὐθύνειν τὸν ἑαυτοῦ πλοῦν ἀπταίστως ἀδυνατῶν αἰεὶ σαλεύει βίου μελετῶν ἀνατροπήν.
- 23.1
ὁ δ’ εἱρμὸς τῆς ἀκολουθίας οὐ μετρίως με καταπλήττει· συμβαίνει γὰρ τὸ [μὲν] τῷ ἑστῶτι πλησιάζον ἠρεμίας διὰ πόθον ὁμοιότητος ἐφίεσθαι. τὸ μὲν οὖν ἀκλινῶς ἑστὼς ὁ θεός ἐστι, τὸ δὲ κινητὸν ἡ γένεσις· ὥστε ὁ μὲν προσιὼν θεῷ στάσεως ἐφίεται, ὁ δὲ ἀπαλλαττόμενος ἅτε γενέσει τῇ τρεπομένῃ προσιὼν κατὰ
- 24.1
τὸ εἰκὸς φορεῖται. διὰ τοῦτο ἐν ταῖς ἀραῖς γέγραπται ὅτι „οὐκ ἀναπαύσει σε, οὐδ’ οὐ μὴ γένηται στάσις τῷ ἴχνει τοῦ ποδός σου“ καὶ μικρὸν ὕστερον ὅτι „ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου“ (Deut. 28, 65. 66). πέφυκε γὰρ ὁ ἄφρων αἰεὶ παρὰ τὸν ὀρθὸν λόγον κινούμενος ἠρεμίᾳ καὶ ἀναπαύσει δυσμενὴς εἶναι καὶ ἐπὶ μηδενὸς ἑστάναι παγίως καὶ ἐρηρεῖσθαι δόγματος.
- 25.1
ἄλλοτε γοῦν ἀλλοῖα δοξάζει καὶ περὶ τῶν αὐτῶν ἔστιν ὅτε μηδενὸς περὶ αὐτὰ συμβεβηκότος καινοτέρου τἀναντία, μέγας καὶ μικρὸς καὶ ἐχθρὸς καὶ φίλος καὶ πάνθ’, ὡς ἔπος εἰπεῖν, τὰ μαχόμενα ἐν ἀκαρεῖ χρόνου γινόμενος. καὶ ἔστιν αὐτῷ, ὅπερ ἔφη ὁ νομοθέτης, πᾶσα ἡ ζωὴ κρεμαμένη, βάσιν οὐκ ἔχουσα ἀκράδαντον, ἀλλὰ πρὸς τῶν ἀντισπώντων καὶ ἀντιμεθελκόντων ἀεὶ φορουμένη πραγμάτων.
- 26.1
οὗ χάριν ἐν ἑτέροις „κεκατηραμένον ὑπὸ θεοῦ τὸν κρεμάμενον ἐπὶ ξύλου“ φησίν (Deut. 21, 23), ὅτι, θεοῦ δέον ἐκκρέμασθαι, ὁ δὲ ἀπῃώρησεν ἑαυτὸν σώματος, ὅς ἐστιν ἐν ἡμῖν ξύλινος ὄγκος, ἐπιθυμίαν ἐλπίδος ἀντικαταλλαξάμενος, ἀγαθοῦ τελείου μέγιστον κακόν. ἐλπὶς μὲν γὰρ τῶν ἀγαθῶν οὖσα προσδοκία ἐκ τοῦ φιλοδώρου θεοῦ τὴν διάνοιαν ἀρτᾷ, ἐπιθυμία δὲ ἀλόγους ἐμποιοῦσα ὀρέξεις ἐκ τοῦ σώματος, ὃ δεξαμενὴν καὶ χώραν ἡδονῶν ἡ φύσις ἐδημιούργησεν.
- 27.1
οὗτοι μὲν οὖν ὥσπερ ἀπ’ ἀγχόνης τῆς ἐπιθυμίας ἐκκρεμάσθωσαν. Ἀβραὰμ δὲ ὁ σοφὸς ἐπειδὴ ἕστηκε, συνεγγίζει τῷ ἑστῶτι θεῷ· λέγει γὰρ ὅτι „ἑστὼς ἦν ἔναντι κυρίου καὶ ἐγγίσας εἶπεν“ (Gen. 18, 22. 23). ὄντως γὰρ ἀτρέπτῳ ψυχῇ πρὸς τὸν ἄτρεπτον θεὸν μόνῃ πρόσοδός ἐστι, καὶ ἡ τοῦτον διακειμένη τὸν τρόπον ἐγγὺς ὡς ἀληθῶς ἵσταται δυνάμεως θείας.
- 28.1
τό γε μὴν χρησθὲν τῷ πανσόφῳ Μωυσῇ λόγιον ἐναργέστατα δηλοῖ τὴν περὶ τὸν σπουδαῖον βεβαιοτάτην εὐστάθειαν, ἔστι δὲ τὸ λόγιον τοιόνδε· „σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ“ (Deut. 5,31)· ἐξ οὗ δύο παρίσταται, ἓν μὲν ὅτι τὸ ὂν τὸ τὰ ἄλλα κινοῦν καὶ τρέπον ἀκίνητόν τε καὶ ἄτρεπτον, ἕτερον δ’ ὅτι τῆς ἑαυτοῦ φύσεως, ἠρεμίας, τῷ σπουδαίῳ μεταδίδωσιν. ὡς γὰρ οἶμαι κανόνι ὀρθῷ τὰ στρεβλὰ εὐθύνεται, οὕτως τὰ κινούμενα κράτει τοῦ ἑστῶτος ἐπέχεταί τε καὶ ἵσταται.
- 29.1
νυνὶ μὲν οὖν ἑτέρῳ στῆναι μετ’ αὐτοῦ παραγγέλλει. ἀλλαχόθι δέ φησιν· „ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἀναβιβάσω σε εἰς τέλος“ (Gen. 46, 4), οὐχὶ σὺ μετ’ ἐμοῦ. διὰ τί; ὅτι θεοῦ μὲν ἴδιον ἠρεμία καὶ στάσις, γενέσεως δὲ μετάβασίς τε καὶ μεταβατικὴ πᾶσα κίνησις.
- 30.1
ὅταν μὲν οὖν πρὸς τὸ ἴδιον ἀγαθὸν καλῇ, „σὺ μετ’ ἐμοῦ στῆθι“ φησίν, οὐκ „ἐγὼ μετὰ σοῦ"· οὐ γὰρ στήσεται ὁ θεός, ἀλλ’ ἀεὶ ἕστηκεν. ὅταν δὲ πρὸς τὸ οἰκεῖον γενέσεως ἔρχηται, ὀρθότατα ἐρεῖ· „ἐγὼ μετὰ σοῦ καταβήσομαι“· σοὶ γὰρ ἡ τόπων ἐνάλλαξις ἁρμόζει· ὥστε μετ’ ἐμοῦ μὲν οὐδεὶς κάτεισιν — ἐγὼ γὰρ οὐ τρεπόμενος —, στήσεται δ’ ὅτιπερ ἠρεμία μοι φίλον· σὺν δὲ τοῖς κατιοῦσι μεταβατικῶς — ἀδελφὸν γὰρ καὶ συγγενὲς αὐτοῖς μετάβασις — ἐγὼ καταβήσομαι τοπικῶς οὐ χωρία ἐναλλάττων, ὃς τὸ πᾶν ἐμαυτοῦ πεπλήρωκα.
- 31.1
καὶ τοῦτο μέντοι ποιῶ διὰ φύσεως οἶκτον λογικῆς, ἵνα ἐκ τοῦ τῶν παθῶν ᾅδου πρὸς τὸν ὀλύμπιον χῶρον ἀρετῆς ἀναβιβασθῇ ποδηγετοῦντος ἐμοῦ, ὃς τὴν εἰς οὐρανὸν ἄγουσαν ὁδὸν ἀνατεμὼν λεωφόρον ἱκέτισι ψυχαῖς, ὡς μὴ κάμνοιεν βαδίζουσαι, πάσαις ἀποδέδειχα.
- 32.1
Δεδηλωκότες οὖν ἑκάτερον, ἠρεμίαν τε ἀστείου καὶ ἄφρονος σάλον, τὸ ἑπόμενον τῷ λόγῳ συνεπισκεψώμεθα. φησὶ γὰρ Ναίδ, τὸν κλόνον, εἰς ὃν ἡ ψυχὴ μετῳκίσατο, ἀπέναντι Ἐδέμ. συμβολικῶς δέ ἐστιν Ἐδὲμ ὀρθὸς καὶ θεῖος λόγος, παρὸ καὶ ἑρμηνείαν ἔχει „τρυφήν“, ὅτι ἐνευφραίνεται καὶ ἐντρυφᾷ πρὸ τῶν ἄλλων ἀμιγέσι καὶ ἀκράτοις, ἔτι δὲ ἀρτίοις καὶ πλήρεσι κεχρημένος ἀγαθοῖς ὕοντος τοῦ πλουτοδότου θεοῦ τὰς παρθένους καὶ ἀθανάτους χάριτας αὑτοῦ. φύσει δὲ μάχεται ἀγαθῷ κακόν, ἄδικον δικαίῳ, φρόνιμον ἄφρονι καὶ πάνθ’ ὅσα ἀρετῆς πρὸς τὰ κακίας εἴδη. τοιοῦτόν ἐστι τὸ Ναὶδ ἀντικρὺς [καὶ] εἶναι Ἐδέμ.
- 33.1
Ταῦτ’ εἰπών φησιν ἑξῆς· "καὶ ἔγνω Κάιν [φησί] τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν τὸν Ἐνώχ· καὶ ἦν οἰκοδομῶν πόλιν, καὶ ἐπωνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ“ (Gen. 4, 17). ἆρ’ οὐκ εἰκὸς διαπορῆσαι, τίνα ἔγνω γυναῖκα ὁ Κάιν; γένεσις γὰρ οὐδεμιᾶς ἄλλης μετὰ τὴν ἐκ τῆς πλευρᾶς διαπλασθεῖσαν Εὔαν ἄχρι νῦν μεμήνυται γυναικός.
- 34.1
εἰ δὲ φήσει τις ἀδελφῇ τὸν Κάιν συνεληλυθέναι, χωρὶς τοῦ ἀνοσίου καὶ ψεύσεται· τὰς γὰρ θυγατέρας Ἀδὰμ ὀψὲ γεγενημένας εἰσάγει. τί οὖν χρὴ λέγειν; γυναῖκα ἀσεβοῦς λογισμοῦ, ὥς γε οἴομαι, καλεῖ δόξαν, ἣν περὶ τῶν πραγμάτων τίθεται καθάπερ μυρίοι τῶν φιλοσοφησάντων, οἱ μὲν τὰ αὐτά, οἱ δὲ καὶ διαφέροντα εἰσηγησάμενοι τῷ βίῳ δόγματα. τίς οὖν ἐστιν ἀσεβοῦς δόξα;
- 35.1
μέτρον εἶναι πάντων χρημάτων τὸν ἀνθρώπινον νοῦν· ᾗ καὶ τῶν παλαιῶν τινα σοφιστῶν ὄνομα Πρωταγόραν φασὶ χρήσασθαι, τῆς Κάιν ἀπονοίας ἔκγονον. τεκμαίρομαι δὲ ἐνθένδε ὅτι γνωρισθεῖσα αὐτῷ ἡ γυνὴ τὸν Ἐνὼχ ἀπέτεκεν· ἑρμηνεύεται δὲ Ἐνὼχ χάρις σου.
- 36.1
εἰ γὰρ πάντων μέτρον ἐστὶν ἄνθρωπος, χάρις ἐστὶ καὶ δωρεὰ τοῦ νοῦ τὰ πάντα, ὥστε ὀφθαλμῷ μὲν κεχάρισται τὸ βλέπειν, ὠσὶ δὲ τὸ ἀκούειν, ἑκάστῃ δὲ τῶν ἄλλων αἰσθήσεων τὸ αἰσθάνεσθαι, καὶ τῷ κατὰ τὴν προφορὰν μέντοι λόγῳ τὸ λέγειν· εἰ δὲ καὶ ταῦτα, καὶ αὐτὸ δήπου τὸ νοεῖν, ἐν ᾧ μυρία ἐννοήματα, διανοήσεις, βουλαί, προμήθειαι, καταλήψεις, ἐπιστῆμαι, τέχναι, διαθέσεις, ἄλλων ἀριθμὸς δυνάμεων ἀδιεξίτητος.
- 37.1
τί οὖν ἔτι σεμνομυθούμενοι περὶ ὁσιότητος καὶ θεοῦ τιμῆς λέγειν τε καὶ ἀκούειν ἐγνώκατε, εἴ γε ἔχετε παρ’ ἑαυτοῖς τὸν ἀντίθεον νοῦν, ὃς πάντα ἀνὰ κράτος τὰ κατ’ ἀνθρώπους ἀναψάμενος ἀγαθά τε καὶ κακὰ τοῖς μὲν ἀμφότερα κερασάμενος, τοῖς δὲ θάτερα ἄκρατα ἐπιπέμπει;
- 38.1
κἂν ἄρα τις γραφὴν ἀσεβείας ἐπενέγκῃ καθ’ ὑμῶν, ἀπολογούμενοι θαρρεῖτε φάσκοντες παρ’ ὑφηγητῇ καὶ διδασκάλῳ πάνυ καλῷ πεπαιδεῦσθαι Κάιν, ὃς τὸ πλησίον πρὸ τοῦ μακρὰν αἰτίου παρῄνει τιμᾶν· ᾧ διά τε ἄλλα προσεκτέον καὶ μάλισθ’ ὅτι σαφέσιν ἔργοις τὴν τοῦ δόγματος ἰσχὺν ἐπεδείξατο νικήσας τὸν τῆς ἐναντίας δόξης εἰσηγητὴν Ἄβελ καὶ ἅμ’ αὐτῷ καὶ τὴν δόξαν ἐκποδὼν ἀνελών.
- 39.1
ἀλλὰ παρ’ ἔμοιγε καὶ φίλοις τοῖς ἐμοῖς τῆς μετὰ ἀσεβῶν ζωῆς ὁ μετὰ εὐσεβῶν αἱρετώτερος ἂν εἴη θάνατος· τοὺς μὲν γὰρ οὕτως ἀποθανόντας ἡ ἀθάνατος ἐκδέξεται ζωή, τοὺς δὲ ἐκείνως ζῶντας ὁ ἀίδιος θάνατος.
- 40.1
ἐπεὶ δὲ ὁ Κάιν τὸν Ἐνὼχ γεγέννηκε καὶ αὖθις ἔκγονος τοῦ Σὴθ πάλιν Ἐνὼχ ὀνομάζεται (Gen. 4, 17. 5, 18), σκεπτέον ἂν εἴη πότερον ἑτέρους ἢ τοὺς αὐτοὺς εἶναι συμβέβηκεν. ἐρευνήσωμεν δ’ ἅμα τούτοις καὶ τὰς τῶν ἄλλων ὁμωνύμων διαφοράς. ὥσπερ γὰρ Ἐνώχ, οὕτω καὶ Μαθουσάλα καὶ Λάμεχ ἀπόγονοι μὲν Κάιν, ἀπόγονοι δ’ οὐδὲν ἧττον καὶ τοῦ Σήθ εἰσι (Gen. 4, 18. 5, 21. 25).
- 41.1
χρὴ τοίνυν εἰδέναι ὅτι τῶν λεχθέντων ἕκαστον ὀνομάτων ἑρμηνευθὲν διπλοῦν ἐστιν. ἑρμηνεύεται δ’ ὁ μὲν Ἐνώχ, καθάπερ εἶπον, χάρις σου, Μαθουσάλα δ’ ἐξαποστολὴ θανάτου, ὁ δ’ αὖ Λάμεχ ταπείνωσις. τὸ μὲν οὖν „χάρις σου“ λέγεται μὲν πρὸς τὸν ἐν ἡμῖν νοῦν ὑπ’ ἐνίων, λέγεται δὲ καὶ πρὸς τὸν τῶν ὅλων ὑπὸ τῶν ἀμεινόνων.
- 42.1
οἱ μὲν οὖν φάσκοντες δωρεὰν εἶναι τῆς ἑαυτῶν ψυχῆς πάνθ’ ὅσα ἐν τῷ νοεῖν ἢ αἰσθάνεσθαι ἢ λέγειν, ἀσεβῆ καὶ ἄθεον εἰσηγούμενοι δόξαν γένει τῷ Κάιν προσκεκληρώσθωσαν, ὃς μηδ’ αὑτοῦ κρατεῖν ἱκανὸς ὢν καὶ τῶν ἄλλων ἁπάντων ἀπετόλμησεν [ὡς] εἰπεῖν ὡς ἔχοι τὴν παντελῆ κτῆσιν· οἱ δ’ ὅσα ἐν γενέσει καλὰ μὴ σφετεριζόμενοι, χάρισι δὲ ταῖς θείαις ἐπιγράφοντες, εὐγενεῖς πρὸς ἀλήθειαν οὐκ ἐκ παλαιπλουσίων ἀλλ’ ἐκ φιλαρέτων φύντες, ὑπὸ ἀρχηγέτῃ τῷ Σὴθ τετάχθωσαν.
- 43.1
δυσεύρετον σφόδρα τὸ τούτων ἐστὶ γένος ἀποδιδρασκόντων τὸν ἐπίβουλον καὶ ῥᾳδιουργὸν καὶ πανοῦργον καὶ κεχυμένον παθῶν τε καὶ κακιῶν πλήρη βίον. οὓς γὰρ ὁ θεὸς εὐαρεστήσαντας αὐτῷ μετεβίβασε καὶ μετέθηκεν ἐκ φθαρτῶν εἰς ἀθάνατα γένη, παρὰ τοῖς πολλοῖς οὐκέθ’ εὑρίσκονται.
- 44.1
διεσταλκότες οὖν τὰ περὶ τὸν Ἐνὼχ σημαινόμενα μέτιμεν ἑξῆς ἐπὶ τὸν Μαθουσάλα, ὃς ἦν ἐξαποστολὴ θανάτου. δύο δ’ ἐκ ταύτης παρίσταται τῆς φωνῆς, ἓν μὲν καθ’ ὅ τινι ἐπιπέμπεται θάνατος, ἕτερον δὲ καθ’ ὃ ἀπό τινος ἀποστέλλεται. ὅτῳ μὲν οὖν ἐπιπέμπεται, θνῄσκει πάντως ἐκεῖνος, ἀφ’ οὗ δὲ ἀποστέλλεται, ζῇ τε καὶ περίεστι.
- 45.1
τῷ μὲν δὴ Κάιν ὁ τὸν θάνατον δεχόμενός ἐστιν οἰκεῖος ἀεὶ τὸν πρὸς ἀρετὴν βίον θνῄσκοντι, τῷ δὲ Σὴθ συγγενέστατος ἀφ’ οὗπερ ἀποστέλλεται καὶ διατειχίζεται τὸ ἀποθνῄσκειν· τὴν γὰρ ἀληθῆ ζωὴν ὁ σπουδαῖος κεκάρπωται.
- 46.1
καὶ μὴν ὅ γε Λάμεχ ταπείνωσις ὢν ἀμφίβολός ἐστιν· ἢ γὰρ ὑφιεμένων τῶν τῆς ψυχῆς τόνων κατὰ τὰ ἐξ ἀλόγων παθῶν ἐγγενόμενα νοσήματά τε καὶ ἀρρωστήματα ταπεινούμεθα ἢ κατ’ ἀρετῆς ζῆλον στέλλοντες ἑαυτοὺς ἀπὸ οἰδούσης οἰήσεως.
- 47.1
ἡ μὲν οὖν προτέρα γίνεται κατ’ ἀσθένειαν, εἶδος τῆς πολυμόρφου καὶ πολυτρόπου λέπρας οὖσα· ὅταν γὰρ ἡ ὄψις ταπεινοτέρα φαίνηται τὴν ὁμαλὴν καὶ εὔτονον κλασθεῖσα φαντασίαν, τὴν χαλεπὴν νόσον λέπραν ὁ νομοθέτης φησὶ γενέσθαι (Lev. 13, 3).
- 48.1
ἡ δὲ ἑτέρα ἀπὸ ἰσχύος συνίσταται καρτερᾶς, ᾗ καὶ ἱλασμὸς ἕπεται κατὰ τὸν τῆς δεκάδος ἀριθμὸν τέλειον· προστέτακται γὰρ τὰς ψυχὰς ταπεινοῦν δεκάτῃ τοῦ μηνός (Lev. 23, 27), ὅπερ ἐστὶ μεγαλαυχίαν ἀποτίθεσθαι, ἧς ἡ ἀπόθεσις ἀδικημάτων ἑκουσίων καὶ ἀκουσίων ἐργάζεται παραίτησιν. ὁ μὲν οὖν οὕτως ταπεινὸς Λάμεχ ἔκγονος μέν ἐστι Σήθ, πατὴρ δὲ τοῦ δικαίου Νῶε, ὁ δὲ ἐκείνως ἐκβλάστημα Κάιν.
- 49.1
Ἑπόμενον δ’ ἂν εἴη σκέψασθαι, τίνος ἕνεκα κτίζων καὶ οἰκοδομῶν πόλιν αὐτὸς οὗτος εἰσάγεται· πλήθει γὰρ ἀνθρώπων μεγέθους δεῖ πόλεως πρὸς οἴκησιν, τρισὶ δὲ τοῖς κατ’ ἐκεῖνον οὖσι τὸν χρόνον ὑπώρειά τις ἢ μικρὸν ἄντρον αὐταρκέστατον ἦν ἐνδιαίτημα. κἀγὼ μὲν εἶπον τρισί, τὸ δ’ εἰκὸς ἑνὶ μόνῳ ἑαυτῷ· οὐδὲ γὰρ οἱ γονεῖς τοῦ δολοφονηθέντος τὴν αὐτὴν τῷ κτείναντι πόλιν ὑπέμειναν ἂν οἰκεῖν, μεῖζον ἀνδροφονίας ἄγος ἀδελφοκτονίαν ἐργασαμένῳ.
- 50.1
τὸ μὲν γὰρ οὐ παράδοξον μόνον ἀλλὰ καὶ παράλογον παντί τῳ δῆλον, ἕνα ἄνδρα πόλιν οἰκοδομεῖν. τίνα ἔστι τρόπον; ἀλλ’ οὐδ’ ἂν οἰκίας μέρος τὸ ἀφανέστατον, μὴ χρώμενον ὑπηρέταις ἑτέροις. ἢ ὁ αὐτὸς ἐν τῷ αὐτῷ λιθοτομεῖν ἂν δύναιτο, ὑλοτομεῖν, σίδηρον, χαλκὸν ἐργάζεσθαι, τειχῶν μέγαν κύκλον πόλει περιβάλλεσθαι, προπύλαια καὶ προτειχίσματα, ἱερὰ καὶ τεμένη καὶ στοὰς καὶ νεωσοίκους καὶ οἰκίας καὶ ὅσα ἄλλα δημόσια καὶ ἴδια ἔθος οἰκοδομεῖσθαι; καὶ ἔτι πρὸς τούτοις ὀχετοὺς κατὰ γῆν ἀναστέλλειν, στενωποὺς ἀνευρύνειν, κρήνας καὶ ὑδρορροὰς καὶ ὅσων ἄλλων πόλει δεῖ κατασκευάζεσθαι;
- 51.1
μήποτ’ οὖν, ἐπειδὴ ταῦτα τῆς ἀληθείας ἀπᾴδει, βέλτιον ἀλληγοροῦντας λέγειν ἐστὶν ὅτι καθάπερ πόλιν τὸ αὑτοῦ δόγμα κατασκευάζειν ὁ Κάιν ἔγνωκε.
- 52.1
ἐπειδὴ τοίνυν πᾶσα πόλις ἐξ οἰκοδομημάτων καὶ οἰκητόρων καὶ νόμων συνέστηκε, τὰ μὲν οἰκοδομήματά ἐστιν αὐτῷ λόγοι οἱ ἀποδεικνύντες, οἷς καθάπερ ἀπὸ τείχους πρὸς τὰς τῶν ἐναντίων ἀπομάχεται προσβολὰς πιθανὰς εὑρέσεις κατὰ τῆς ἀληθείας μυθοπλαστῶν, οἰκήτορες δὲ οἱ ἀσεβείας, ἀθεότητος, φιλαυτίας, μεγαλαυχίας, ψευδοῦς δόξης ἑταῖροι δοκησίσοφοι, τὸ πρὸς ἀλήθειαν σοφὸν οὐκ εἰδότες, ἄγνοιαν καὶ ἀπαιδευσίαν καὶ ἀμαθίαν καὶ τὰς ἄλλας ἀδελφὰς καὶ συγγενεῖς κῆρας συγκεκροτηκότες, νόμοι δὲ ἀνομίαι, ἀδικίαι, τὸ ἄνισον, τὸ ἀκόλαστον, θρασύτης, ἀπόνοια, αὐθάδεια, ἡδονῶν ἀμετρίαι, τῶν παρὰ φύσιν ἄλεκτοι ἐπιθυμίαι.
- 53.1
τοιαύτης πόλεως ἕκαστος τῶν ἀσεβῶν ἐν ἑαυτοῦ τῇ παναθλίᾳ ψυχῇ δημιουργὸς εὑρίσκεται, μέχρις ἂν ὁ θεὸς βουλευθεὶς (Gen. 11,6) ταῖς σοφιστικαῖς αὐτῶν τέχναις ἀθρόαν καὶ μεγάλην ἐργάσηται σύγχυσιν. τοῦτο δ’ ἔσται, ὅταν μὴ μόνον πόλιν, ἀλλὰ καὶ πύργον οἰκοδομῶσιν, οὗ ἡ κεφαλὴ εἰς οὐρανὸν ἀφίξεται (Gen. 11,4), τουτέστι λόγον ἑκάστου κατασκευαστικόν, ὅνπερ εἰσηγοῦνται κεφαλὴν ἔχοντα τὸ οἰκεῖον νόημα, ὃ προσαγορεύεται συμβολικῶς οὐρανός· ἀνάγκη γὰρ παντὸς λόγου κεφαλὴν καὶ τέλος εἶναι τὸν δηλούμενον νοῦν, οὗ χάριν αἱ μακραὶ διέξοδοί τε καὶ ῥήσεις ὑπὸ λογίων ἀνδρῶν εἰώθασι
- 54.1
γίνεσθαι. τοσοῦτον δ’ ἄρα τῆς ἀσεβείας ἐπιβεβήκασιν, ὥστ’ οὐ μόνον δι’ ἑαυτῶν ἐγείρειν τὰς τοιαύτας πόλεις ἀξιοῦσιν, ἀλλὰ καὶ τὴν φιλάρετον πληθὺν Ἰσραὴλ ἀναγκάζουσιν ἐπιστάτας καὶ διδασκάλους κακῶν ἔργων ἐπ’ αὐτοῖς χειροτονήσαντες. λέγεται γὰρ ὅτι κακωθέντες ὑπὸ τῶν ἐπιστατῶν τῷ βασιλεῖ τῆς χώρας | τρεῖς πόλεις οἰκοδομοῦσι, Πειθώ, Ῥαμεσσή, Ὤν, ἥ ἐστιν Ἡλίου πόλις (Exod. 1, 11).
- 55.1
αὗται δὲ τροπικώτερον νοῦν, αἴσθησιν, λόγον, τὰ περὶ ἡμᾶς ὄντα, δηλοῦσιν· ἡ μὲν γὰρ Πειθὼ ὁ λόγος ἐστίν, ὅτι περὶ τοῦτον τὸ πείθειν, ἔχει δὲ ἑρμηνείαν στόμα ἐκθλῖβον, ἐπειδήπερ καὶ ὁ τοῦ φαύλου λόγος ἐξωθεῖν καὶ ἀνατρέπειν τὰ σπουδαῖα μελετᾷ.
- 56.1
Ῥαμεσσὴ δὲ ἡ αἴσθησις * * * καθάπερ γὰρ ὑπὸ σητὸς ὑφ’ ἑκάστης τῶν αἰσθήσεων νοῦς ἐκβιβρώσκεται καὶ διεσθίεται, σειόμενος καὶ σπαραττόμενος· αἱ γὰρ ἐπεισιοῦσαι μὴ καθ’ ἡδονὴν φαντασίαι λυπηρὸν καὶ ἐπίπονον ἀποτίκτουσι τὸν βίον.
- 57.1
ἡ δὲ Ὢν καλεῖται μὲν βουνός, ἔστι δὲ συμβολικῶς ὁ νοῦς· ἐπὶ γὰρ τοῦτον οἱ πάντων θησαυρίζονται λόγοι. μάρτυς δὲ καὶ ὁ νομοθέτης τὴν Ὢν Ἡλίου πόλιν προσαγορεύσας· ὥσπερ γὰρ ἀνατείλας ἥλιος τὰ κρυπτόμενα νυκτὶ ἐμφανῶς ἐπιδείκνυται, οὕτως ὁ νοῦς τὸ οἰκεῖον φῶς ἀποστέλλων πάντα καὶ τὰ σώματα καὶ τὰ πράγματα τηλαυγῶς παρασκευάζει καταλαμβάνεσθαι.
- 58.1
διόπερ οὐκ ἄν τις εἰπὼν ἁμάρτοι τοῦ συγκρίματος εἶναι ἡμῶν τὸν νοῦν ἥλιον, ὃς ἐν ἀνθρώπῳ τῷ βραχεῖ κόσμῳ μὴ ἀνατείλας καὶ τὸ ἴδιον φέγγος ἐκλάμψας, πολὺ σκότος τῶν ὄντων καταχέας οὐδὲν ἐᾷ προφαίνεσθαι.
- 59.1
τὸν βουνὸν τοῦτον ὁ ἀσκητὴς Ἰακὼβ ἐν τοῖς πρὸς Λάβαν δικαίοις μάρτυρα καλεῖ (Gen. 31, 46. 47) δογματικώτατα δηλῶν ὅτι ὁ νοῦς ἑκάστῳ μάρτυς ἐστὶν ὧν ἐν ἀφανεῖ βουλεύεται καὶ τὸ συνειδὸς ἔλεγχος ἀδέκαστος καὶ πάντων ἀψευδέστατος, * * * πρὸ τούτων τῶν πόλεων οἰκοδομεῖται.
- 60.1
φησὶ γὰρ τοὺς κατασκόπους ἐλθεῖν εἰς Χεβρών, ἐκεῖ δ’ εἶναι Ἀχειμὰν καὶ Σεσεὶν καὶ Θαλαμείν, γενεὰς Ἐνάχ· εἶτ’ ἐπιφέρει· „καὶ Χεβρὼν ἑπτὰ ἔτεσιν ᾠκοδομήθη πρὸ τοῦ Τάνιν Αἰγύπτου“ (Num. 13, 23). φυσικώτατον τὸ τὰς ὁμωνυμίας εἴδεσι διαστέλλεσθαι. Χεβρὼν γὰρ ἑρμηνεύεται συζυγή· δισσὸν δὲ τοῦτο, ψυχῆς ἢ σώματι συνεζευγμένης ἢ πρὸς ἀρετὴν ἡρμοσμένης.
- 61.1
ἡ μὲν οὖν σωματικαῖς συζυγίαις ὑποβάλλουσα αὑτὴν οἰκήτορας ἔχει τοὺς λεχθέντας· ἑρμηνεύεται δὲ ὁ μὲν Ἀχειμὰν ἀδελφός μου, ὁ δὲ Σεσεὶν ἐκτός μου, ὁ δὲ Θαλαμεὶν κρεμάμενός τις· ἀνάγκη γὰρ ψυχαῖς ταῖς φιλοσωμάτοις ἀδελφὸν μὲν νομίζεσθαι τὸ σῶμα, τὰ δὲ ἐκτὸς ἀγαθὰ διαφερόντως τετιμῆσθαι· ὅσαι δὲ τοῦτον διάκεινται τὸν τρόπον, ἀψύχων ἐκκρέμανται καὶ καθάπερ οἱ ἀνασκολοπισθέντες ἄχρι θανάτου φθαρταῖς ὕλαις προσήλωνται.
- 62.1
ἡ δὲ τῷ καλῷ συνεζευγμένη διαφερόντων ταῖς ἀρεταῖς ἔλαχεν οἰκητόρων, οὓς τὸ διπλοῦν σπήλαιον (Gen. 23, 9) ζυγάδην κεχώρηκεν, Ἀβραὰμ Σάρραν, Ἰσαὰκ Ῥεβέκκαν, Λείαν Ἰακώβ, ἀρετὰς καὶ τοὺς ἔχοντας. ἡ Χεβρὼν αὕτη, μνήμας ἐπιστήμης καὶ σοφίας θησαυροφυλακοῦσα, προτέρα καὶ Τάνεως καὶ πάσης ἐστὶν Αἰγύπτου. πρεσβυτέραν γὰρ ἡ φύσις ψυχὴν μὲν σώματος, Αἰγύπτου, ἀρετὴν δὲ κακίας, Τάνεως — ἐντολὴ γὰρ ἀποκρίσεως ἑρμηνεύεται Τάνις — εἰργάζετο, τὸ πρεσβύτερον ἀξιώματι
- 63.1
μᾶλλον ἢ χρόνου μήκει δοκιμάσασα. παρὸ καὶ τὸν Ἰσραὴλ νεώτερον ὄντα χρόνῳ πρωτόγονον υἱὸν (Exod. 4, 22) ἀξιώματι καλεῖ, διασυνιστὰς ὅτι ὁ τὸν θεὸν ὁρῶν, ἀρχεγονώτατον ὄν, τετίμηται, τοῦ ἀγενήτου γέννημα πρώτιστον, ἐκ τῆς παρὰ τοῖς θνητοῖς μισουμένης ἀρετῆς ἀποκυηθέν, ᾧ [ὁ] νόμος ἐστὶν ὡς πρεσβυτάτῳ διπλᾶ δίδοσθαι τὰ πρεσβεῖα (Deut. 21,17).
- 64.1
διὰ τοῦτο καὶ ἡ ἑβδόμη τάξει μὲν ἐπιγέννημά ἐστιν ἑξάδος, δυνάμει δὲ πρεσβυτάτη παντὸς ἀριθμοῦ, μηδὲν διαφέρουσα μονάδος. δηλώσει δὲ καὶ αὐτὸς ἐν τῷ τῆς κοσμοποιίας ἐπιλόγῳ φάσκων· „καὶ κατέπαυσεν ὁ θεὸς ἐν τῇ ἡμέρα τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησε· καὶ εὐλόγησεν ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ὁ θεὸς ποιῆσαι“ (Gen. 2, 2. 3).
- 65.1
εἶτ’ ἐπιλέγει· „αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν“ (Gen. 2, 4). τῇ δὲ πρώτῃ ταῦτα γέγονεν, ὥστε τὴν ἑβδόμην εἰς μονάδα τὴν πρώτην καὶ ἀρχὴν τῶν ὅλων ἀναφέρεσθαι. ταῦτ’ ἐμηκύναμεν ὑπὲρ τοῦ δεῖξαι τηλαυγέστερον τὴν δόξαν, ἣν ὁ Κάιν ὥσπερ τινὰ πόλιν οἴεται δεῖν κατασκευάζειν.
- 66.1
Υἱὸς δὲ τοῦ Ἐνὼχ λέγεται Γαϊδάδ (Gen. 4, 18), ὃ ἑρμηνεύεται ποίμνιον, σφόδρα ἀκολούθως· τὸν γὰρ τῷ νῷ χαριζόμενον τὰ πάντα τῷ μηδὲ τὴν αὑτοῦ φύσιν ἥτις ἐστὶ καταλαβεῖν δυναμένῳ γεννᾶν ἀλόγους ἥρμοττε δυνάμεις, ἀγειρομένας εἰς ποίμνιον· οὐ γὰρ λογικῶν ἀνδρῶν τὸ δόγμα.
- 67.1
ποίμνη δὲ πᾶσα τὸν ἐπιστάντα οὐκ ἔχουσα ποιμένα μεγάλαις ἐξ ἀνάγκης κακοπραγίαις χρῆται, ἅτ’ οὐ δυναμένη δι’ ἑαυτῆς ἀπωθεῖσθαι μὲν τὰ βλάπτοντα, αἱρεῖσθαι δὲ τὰ ὠφελήσοντα. παρὸ καὶ Μωυσῆς εὐχόμενός φησιν· „ἐπισκεψάσθω κύριος ὁ θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τῆς συναγωγῆς ταύτης, ὅστις ἐξελεύσεται πρὸ προσώπου αὐτῶν καὶ ὅστις εἰσελεύσεται, καὶ ὅστις ἐξάξει αὐτοὺς καὶ ὅστις εἰσάξει, καὶ οὐκ ἔσται ἡ συναγωγὴ κυρίου ὡσεὶ πρόβατα οἷς οὐκ ἔστι ποιμήν“ (Num. 27, 16. 17).
- 68.1
ὅταν γὰρ ὁ προστάτης ἢ [ὁ] ἐπίτροπος ἢ πατὴρ ἢ ὅ τι φίλον καλεῖν τοῦ συγκρίματος ἡμῶν, ὁ ὀρθὸς λόγος, οἴχηται καταλιπὼν τὸ ἐν ἡμῖν ποίμνιον, ἀτημέλητον ἐαθὲν διόλλυται μὲν αὐτό, μεγάλη δὲ τῷ δεσπότῃ ζημία γίνεται· τὸ δ’ ἄλογον καὶ ἀπροστασίαστον θρέμμα χηρεῦσαν ἀγελάρχου τοῦ νουθετήσοντός τε καὶ παιδεύσοντος μακρὰν λογικῆς καὶ ἀθανάτου ζωῆς ἀπῴκισται.
- 69.1
διὸ τοῦ Γαϊδὰδ υἱὸς εἶναι λέγεται Μαιήλ (Gen. 4, 18), οὗ τὸ ὄνομα μεταληφθέν ἐστιν ἀπὸ ζωῆς θεοῦ. ἐπεὶ γὰρ τὸ ποίμνιον ἄλογον, ὁ δὲ θεὸς πηγὴ λόγου, ἀνάγκη τὸν ἀλόγως βιοῦντα τῆς θεοῦ ζωῆς ἀπεσχοινίσθαι. τὸ μὲν οὖν κατὰ θεὸν ζῆν ἐν τῷ ἀγαπᾶν αὐτὸν ὁρίζεται Μωυσῆς· λέγει γὰρ ὅτι ἡ ζωή σου τὸ ἀγαπᾶν τὸν ὄντα (Deut. 30, 19. 20).
- 70.1
τοῦ δ’ ἐναντίου βίου παράδειγμα τίθεται τὸν ἐπιτυχόντα τοῦ κλήρου τράγον· „στήσει γὰρ αὐτὸν“ φησί „ζῶντα ἐναντίον κυρίου τοῦ ἐξιλάσασθαι ἐπ’ αὐτοῦ, ὥστε ἐξαποστεῖλαι αὐτὸν εἰς τὴν ἀποπομπήν“ (Lev. 16, 10), ἄγαν ἐξητασμένως·
- 71.1
ὡς γὰρ ἡδονῶν ἀπεχομένους πρεσβύτας εὖ φρονῶν οὐκ ἄν τις ἀποδέξαιτο, ὅτι τὸ γῆρας, ἡ μακρὰ καὶ ἀνίατος νόσος, τοὺς τῶν ὀρέξεων ἐχάλασέ τε καὶ ἔλυσε τόνους, ἐπαίνου δ’ ἂν ἀξιώσειε τοὺς ἡβῶντας, ὅτι φλεγούσης τῆς ἐπιθυμίας ὑπὸ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς ὅμως σβεστηρίων ὀργάνων τῶν κατὰ παιδείαν λόγων εὐπορήσαντες τὸν πολὺν φλογμὸν ἅμα καὶ βρασμὸν τῶν παθῶν ἐπεκούφισαν, οὕτως οἷς μὲν οὐδὲν νόσημα, οἷα ἐκ πονηρᾶς φιλεῖ διαίτης ἐπανίστασθαι, ἐλάττων ἔπαινος ἕπεται, ὅτι κατὰ φύσεως εὐμοιρίαν ἀπροαιρέτως ἐχρήσαντο εὐτυχίᾳ, οἷς δ’ ἐξεγερθὲν ἀντιστατεῖ, μείζων, εἰ δὴ διερεισάμενοι καθελεῖν αὐτὸ βουληθεῖέν τε καὶ δυνηθεῖεν.
- 72.1
τὰ γὰρ ἡδονῆς ὁλκοῦ δελέατα αὐστηρῷ τόνῳ καθελεῖν ἰσχῦσαι τὸν ἐφ’ ἑκουσίοις ἔχει κατορθώμασιν ἔπαινον. ἐὰν οὖν τούτων εὐδαίμονα κλῆρον ἀπολαχόντα μηδέν, ζῇ δὲ ἐν ἡμῖν τὰ ἀποπομπαῖα νοσήματα καὶ ἀρρωστήματα, σπουδάζωμεν αὐτὰ ἀνατρέπειν καὶ καταβάλλειν· τὸ γὰρ ἐξιλάσασθαι ἐπ’ αὐτῶν τοιοῦτόν ἐστιν, ὁμολογῆσαι ὅτι ἔχοντες αὐτὰ ἐν ψυχῇ ζῶντα καὶ περιόντα οὐκ ἐνδίδομεν, ἀλλ’ ἀντιβάντες ἅπασι καρτερῶς ἀπομαχόμεθα, μέχρις ἂν παντελῶς ἀποδιοπομπησώμεθα.
- 73.1
τί δ’ ἕπεται τῷ μὴ κατὰ βούλημα τὸ τοῦ θεοῦ ζῶντι ἢ θάνατος ὁ ψυχῆς; οὗτος δὲ ὀνομάζεται Μαθουσάλα, ὃς ἑρμηνευθεὶς ἦν ἀποστολὴ θανάτου. διὸ τοῦ Μαιὴλ υἱός ἐστι (Gen. 4, 18), τοῦ τὸν ἴδιον βίον ἀπολελοιπότος, ᾧ τὸ ἀποθνῄσκειν ἐπιπέμπεται, ψυχῆς θάνατος, ἣ κατὰ πάθος ἄλογόν ἐστιν αὐτῆς μεταβολή.
- 74.1
τοῦτο μέντοι τὸ πάθος ὅταν κυοφορήσῃ, μετὰ χαλεπῶν ὠδίνων νοσήματα καὶ ἀρρωστήματα ἔτεκεν ἀνίατα, ὑφ’ ὧν ἰλυσπωμένη ταπεινοῦται καὶ κάμπτεται· πιέζει γὰρ αὐτὴν ἕκαστον ἐπιφέρον ἄχθος ἀνήνυτον, ὡς μηδ’ ἀνακῦψαι δύνασθαι. τοῦθ’ ἅπαν ὠνόμασται Λάμεχ· ἑρμηνείαν γὰρ ἔχει ταπείνωσιν, ἵν’ εἰκότως τοῦ Μαθουσάλα γένηται ὁ Λάμεχ υἱός (Gen. 4, 18), πάθους τοῦ περὶ ψυχὴν θανάτου ταπεινὸν καὶ ὑπεῖκον, ἀλόγου ὁρμῆς ἔκγονον ἀρρώστημα.
- 75.1
„Ἔλαβε δ’ ἑαυτῷ Λάμεχ δύο γυναῖκας· ὄνομα τῇ μιᾷ Ἀδά, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά“ (Gen. 4, 19). πᾶν ὅ τι ἂν ἑαυτῷ λαμβάνῃ φαῦλος, πάντως ἐστὶν ἐπίληπτον, ἅτε γνώμῃ δυσκαθάρτῳ μιαινόμενον· καὶ γὰρ ἔμπαλιν αἱ τῶν σπουδαίων ἑκούσιοι πράξεις ἐπαινεταὶ πᾶσαι. διὸ νῦν μὲν ὁ Λάμεχ ἑαυτῷ γυναῖκας αἱρούμενος κακὰ μέγιστα αἱρεῖται, αὖθις δ’ Ἀβραάμ, Ἰακώβ, Ἀαρὼν ἑαυτοῖς λαμβάνοντες ἀγαθοῖς οἰκείοις συνέρχονται.
- 76.1
λέγει γὰρ ἐπὶ μὲν τοῦ Ἀβραὰμ οὕτως· „καὶ ἔλαβον Ἀβραὰμ καὶ Ναχὼρ ἑαυτοῖς γυναῖκας· ὄνομα τῇ γυναικὶ Ἀβραὰμ Σάρρα“ (Gen. 11,29). ἐπὶ δὲ τοῦ Ἰακώβ· „ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν εἰς τὸν οἶκον Βαθουὴλ πατρὸς τῆς μητρός σου, καὶ λάβε σεαυτῷ ἐκεῖθεν γυναῖκα ἐκ τῶν θυγατέρων Λάβαν ἀδελφοῦ τῆς μητρός σου“ (Gen. 28, 2), ἐπὶ δὲ τοῦ Ἀαρών· „ἔλαβε δὲ Ἀαρὼν τὴν Ἐλισάβετ, θυγατέρα Ἀμιναδάμ, ἀδελφὴν Ναασσών, ἑαυτῷ γυναῖκα“ (Exod. 6, 23).
- 77.1
Ἰσαὰκ δὲ καὶ | Μωυσῆς λαμβάνουσι μέν, οὐ δι’ ἑαυτῶν δὲ λαμβάνουσιν, ἀλλ’ ὁ μὲν Ἰσαὰκ ὅτε εἰσῆλθεν εἰς τὸν οἶκον τῆς μητρὸς λαβεῖν λέγεται (Gen. 24, 67), Μωυσῇ δὲ ὁ ἄνθρωπος παρ’ ᾧ κατῴκησε τὴν θυγατέρα Σεπφώραν ἐκδίδοται (Exod. 2, 21).
- 78.1
τούτων δ’ οὐ παρέργως αἱ διαφοραὶ παρὰ τῷ νομοθέτῃ μεμήνυνται. τοῖς μὲν γὰρ ἀσκηταῖς προκόπτουσι καὶ βελτιουμένοις ἡ ἑκούσιος αἵρεσις τἀγαθοῦ μαρτυρεῖται, ἵνα μηδ’ ὁ πόνος ἀστεφάνωτος ἀφεθῇ· τοῖς δ’ αὐτοδιδάκτου καὶ αὐτομαθοῦς σοφίας ἀξιωθεῖσιν ἕπεται τὸ μὴ δι’ ἑαυτῶν παρὰ θεοῦ δ’ ἐγγυᾶσθαι λόγον καὶ λαμβάνειν τὴν σοφῶν σύμβιον ἐπιστήμην.
- 79.1
ὁ δὲ τῶν ἀνθρωπίνων ἀπορριφείς, ὁ ταπεινὸς καὶ χαμαίζηλος Λάμεχ, προτέραν Ἀδὰ ἄγεται γυναῖκα, ἥτις ἑρμηνεύεται μαρτυρία, προξενήσας ἑαυτῷ αὐτὸς τὸν γάμον· οἴεται γὰρ τὴν κατὰ τὰς εὐθίκτους ἐπιβολὰς λείαν κίνησιν καὶ διέξοδον τοῦ νοῦ, μηδενὸς [τῶν] εἰς εὐμαρῆ κατάληψιν κωλυσιεργοῦντος, ἀγαθὸν εἶναι πρῶτον ἀνθρώπῳ.
- 80.1
τί γὰρ ἂν εἴη, φησί, κρεῖττον τοῦ τὰς ἐννοίας, τὰς διανοήσεις, τὰς εἰκασίας, τοὺς στοχασμούς, συνόλως τὰς βουλάς, τὸ λεγόμενον ἀρτίοις ποσὶ βαίνειν, ὡς ἐπὶ τὸ τέλος ἀπταίστως προσέρχεσθαι, μαρτυρουμένης ἐν ἅπασι τοῖς λεχθεῖσι διανοίας; ἐγὼ δ’, εἰ μέν τις εὐθυβόλῳ καὶ εὐθίκτῳ γνώμῃ πρὸς μόνα χρῆται τὰ καλά, τοῦτον εὐδαίμονα γράφω διδασκάλῳ τῷ νόμῳ χρώμενος· καὶ γὰρ αὐτὸς ἄνδρα ἐπιτυγχάνοντα εἶπε τὸν Ἰωσήφ, οὐκ ἐν ἅπασιν, ἀλλ’ ἐν οἷς ὁ θεὸς τὸ εὐοδεῖν ἐχαρίζετο (Gen. 39,2)· δωρεαὶ δ’ αἱ τοῦ θεοῦ καλαὶ πᾶσαι.
- 81.1
εἰ δέ τις τῷ τῆς φύσεως εὐστόχῳ καὶ εὐτρόχῳ μὴ πρὸς τὰ ἀστεῖα μόνον, ἀλλὰ καὶ πρὸς τὰ ἐναντία κέχρηται τὰ διάφορα ἐξαδιαφορῶν, κακοδαιμονιζέσθω. ἐν γοῦν ἀρᾶς εἴδει λέγεται κατὰ τὸν τῆς συγχύσεως τόπον, ὅτι „οὐκ ἐκλείψει ἐξ αὐτῶν πάνθ’ ὅσα ἂν ἐπιθῶνται ποιεῖν“ (Gen. 11,6)· ὄντως γὰρ ἀνήκεστός ἐστι συμφορὰ ψυχῆς εὐοδεῖν οἷς ἂν ἐπιθῆται, καὶ τὰ αἴσχιστα.
- 82.1
ἐγὼ δ’ ἂν εὐξαίμην, εἴ ποτε διανοηθείην ἀδικεῖν, ἐπιλιπεῖν τἀδικεῖν, καὶ εἴπερ ζῆν ἀνάνδρως, ἐπιλιπεῖν τὸ ἀκολασταίνειν, καὶ εἰ θρασέως μέντοι καὶ πανούργως, ἔνδειαν θρασύτητος καὶ πανουργίας γενέσθαι παντελῆ· εἰ μὴ καὶ τοῖς κλέπτειν ἢ μοιχεύειν ἢ ἀνδροφονεῖν ἐγνωκόσιν οὐκ ἔστιν ἄμεινον ἐπιδεῖν τούτων ἕκαστον ἐκλελοιπὸς καὶ διεφθαρμένον.
- 83.1
τὴν οὖν Ἀδὰ παραίτησαι, διάνοια, τὴν μαρτυροῦσάν τε τοῖς φαύλοις καὶ μαρτυρουμένην ἐν ταῖς πρὸς ἕκαστα αὐτῶν ἐπιβολαῖς. εἰ δὲ κοινωνὸν αὐτὴν ἀξιώσεις ἔχειν, μέγιστον ἀποτέξεταί σοι κακόν, τὸν Ἰωβήλ (Gen. 4,20), ὃς ἑρμηνεύεται μεταλλοιῶν· εἰ γὰρ τῇ μαρτυρίᾳ χαίρεις ὧν ἂν τύχῃ, στρέφειν καὶ ἀνακυκλεῖν ἕκαστα βουλήσῃ, τοὺς παγέντας ὑπὸ τῆς φύσεως τοῖς πράγμασιν ὅρους μετατιθείς.
- 84.1
σφόδρα δὲ καὶ Μωυσῆς ἀχθόμενος τοῖς τοιούτοις καταρᾶται λέγων· „ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον“ (Deut. 27,17). καλεῖ δὲ πλησίον καὶ ἐγγὺς τἀγαθόν· οὐ γὰρ ἀναπτῆναι, φησίν, εἰς οὐρανὸν οὐδὲ πέραν θαλάσσης ἀφικέσθαι δεῖ κατὰ ζήτησιν τοῦ καλοῦ· ἐγγὺς γὰρ καὶ πλησίον ἵστασθαι ἑκάστῳ.
- 85.1
καὶ τριχῇ γε αὐτὸ διαιρεῖ φυσικώτατα· „ἐν γὰρ τῷ στόματί σου“ φησίν „ἐστὶ καὶ ἐν τῇ καρδίᾳ καὶ ἐν ταῖς χερσί“ (Deut. 30,11 — 14), τοῦτο δὴ ἐν λόγοις, ἐν βουλαῖς, ἐν πράξεσι· μέρη γὰρ τοῦ ἀγαθοῦ ταῦτα, ἐξ ὧν πέφυκε πήγνυσθαι, ὡς ἥ γε ἑνὸς ἔνδεια οὐκ ἀτελὲς μόνον ἀπεργάζεται τὸ πᾶν, ἀλλὰ καὶ συνόλως ἀναιρεῖ.
- 86.1
τί γὰρ ὄφελος λέγειν μὲν τὰ βέλτιστα, διανοεῖσθαι δὲ καὶ πράττειν τὰ αἴσχιστα; σοφιστῶν οὗτος ὁ τρόπος· τοὺς γὰρ περὶ φρονήσεως καὶ καρτερίας ἀπομηκύνοντες λόγους τὰ ὦτα καὶ τῶν σφόδρα διψώντων ἀκοῆς ἀποκναίουσιν, ἐν δὲ ταῖς βουλαῖς καὶ ταῖς κατὰ τὸν βίον πράξεσιν εὑρίσκονται διαμαρτάνοντες.
- 87.1
τί δ’ ὄφελος ἃ μὲν χρὴ διανοεῖσθαι, ἔργοις δὲ ἀτόποις καὶ λόγοις χρῆσθαι, διὰ μὲν τῶν λόγων τοὺς ἀκούοντας, διὰ δὲ τῶν ἔργων τοὺς ὑπομένοντας ζημιοῦντας; πράττειν γε μὴν τἄριστα οὐ σὺν διανοίᾳ καὶ λόγῳ πάλιν ὑπαίτιον· τὸ γὰρ ἄνευ τούτων τῆς ἀκουσίου μερίδος ὂν οὐδαμῇ οὐδαμῶς ἐπαινετόν.
- 88.1
εἰ δέ τινι ἐξεγένετο καθάπερ λύραν ἁρμόσασθαι τοὺς τοῦ ἀγαθοῦ πάντας ἤχους καὶ συνῳδὸν ἀποφῆναι λόγον μὲν διανοίᾳ, διάνοιαν δὲ ἔργῳ, τέλειος καὶ πρὸς ἀλήθειαν εὐάρμοστος ὁ τοιοῦτος ἂν νομίζοιτο· ὥσθ’ ὁ μετατιθεὶς ὅρους τοῦ καλοῦ δικαίως ἐπάρατος ἔστι τε καὶ λέγεται.
- 89.1
τοὺς δ’ ὅρους τούτους οὐχ ἡ καθ’ ἡμᾶς γένεσις ἔστησεν, ἀλλ’ οἱ πρὸ ἡμῶν καὶ παντὸς τοῦ γεώδους πρεσβύτεροι λόγοι καὶ θεῖοι· καθὰ καὶ ὁ νόμος δεδήλωκεν ἐπισκήπτων ἡμῶν ἑκάστῳ μὴ κιβδηλεύειν τὸ ἀρετῆς νόμισμα ἐν τούτοις· „οὐ μετακινήσεις ὅρια τοῦ πλησίον, ἃ ἔστησαν οἱ πατέρες σου“ (Deut. 19,14), καὶ ἐν ἑτέροις· „ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι· ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ· καὶ ἐγένετο μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ“ (Deut. 32,7 — 9).
- 90.1
ἆρ’ οὖν ἐὰν πύθωμαι τοῦ γεννήσαντος καὶ θρέψαντός με πατρὸς ἢ τῶν ἐκείνου μὲν ἡλικιωτῶν, ἐμοῦ δὲ πρεσβυτέρων, ἦ διένειμεν ἔθνη ὁ θεὸς ἢ ἔσπειρεν ἢ ᾤκισεν, ἀποκρινοῦνταί μοι παγίως, ὥσπερ τῷ μερισμῷ παρηκολουθηκότες ἐκείνῳ; οὐ μὲν οὖν, ἀλλὰ φήσουσιν ὅτι καὶ ἡμεῖς ἐφ’ ἡλικίας παρὰ τῶν γονέων καὶ ἔτι ἀρχαιοτέρων φιλοπευστήσαντες οὐδὲν σαφὲς ἀνεμάθομεν· οὐδὲν γὰρ εἶχον ὅ τι διδάξουσιν ἡμᾶς καὶ αὐτοὶ πάλιν ἄλλων ἀξιώσαντες γενέσθαι ἐπιστημόνων ἀνεπιστήμονες γνώριμοι.
- 91.1
μήποτ’ οὖν πατέρα μὲν τῆς ψυχῆς ἡμῶν τὸν ὀρθὸν λόγον καλεῖ, πρεσβυτέρους δὲ τοὺς ἑταίρους αὐτοῦ καὶ φίλους. οὗτοι τῆς ἀρετῆς τοὺς ὅρους ἐπήξαντο πρῶτοι, πρὸς οὓς ἄξιον φοιτῆσαι μαθήσεως καὶ διδασκαλίας ἕνεκα τῶν ἀναγκαίων. τὰ δ’ ἀναγκαῖα ταῦτα· ὁπότε ὁ θεὸς διένεμε καὶ διετείχιζε τὰ τῆς ψυχῆς ἔθνη τὰ ὁμόφωνα τῶν ἀλλογλώττων διιστὰς καὶ διοικίζων, τούς τε γῆς παῖδας ἔσπειρε καὶ ἐξετόξευσεν ἀφ’ ἑαυτοῦ, οὓς Ἀδὰμ ὠνόμασεν υἱούς, τότε τῶν ἀρετῆς ἐκγόνων τοὺς ὅρους ἔστησεν ἰσαρίθμους ἀγγέλοις· ὅσοι γὰρ θεοῦ λόγοι, τοσαῦτα ἀρετῆς ἔθνη τε καὶ εἴδη.
- 92.1
τίνες δ’ αἱ τῶν ἀγγέλων αὐτοῦ λήξεις καὶ τίς ἡ τοῦ παντάρχου καὶ ἡγεμόνος ἀποκεκληρωμένη μοῖρα; τῶν μὲν οὖν ὑπηρετῶν αἱ ἐν εἴδει ἀρεταί, τοῦ δὲ ἡγεμόνος τὸ ἐπίλεκτον γένος Ἰσραήλ· ὁ γὰρ ὁρῶν τὸν θεὸν ὑπὸ ἐκπρεπεστάτου κάλλους ἀγόμενος τῷ ὁρωμένῳ προσκεκλήρωταί τε καὶ μεμέρισται.
- 93.1
πῶς οὖν οὐκ ἐπιπληκτέος Ἰωβήλ, ὃς ἑλλάδι γλώττῃ μεταλλοιῶν καλεῖται τὰς φύσεις τῶν πραγμάτων ἢ μεταποιῶν; τὰ γὰρ φρονήσεως καὶ καρτερίας καὶ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς κάλλη θεοειδέστατα τύποις ἐναντίοις ἀφροσύνης, [καὶ] ἀκρασίας, ἀδικίας, ἁπάσης κακίας μετεχάραττεν ἀφανίζων
- 94.1
τὰ ἐνσημανθέντα πρότερον. αἰεὶ γὰρ ἐπιτεθειμέναι δεύτεραι σφραγῖδες τοὺς τῶν προτέρων τύπους διαφθείρουσιν. ὁ δέ γε νόμος τοσοῦτον δεῖ κακὰ ἀγαθῶν ἐπιτρέπειν ἀντικαταλλάττεσθαι, ὥστ’ οὐδὲ καλὰ πονηρῶν ἐᾷ, πονηρὰ οὐ τὰ φαῦλα παραλαμβάνων — ἐπεὶ τοῦτό γε εὔηθες μὴ προΐεσθαι τὰ κακὰ ὑπὲρ κτήσεως τῶν ἀμεινόνων —, ἀλλὰ τὰ καματηρὰ καὶ ἐπίπονα, ἅπερ Ἀττικοὶ τὴν πρώτην ὀξυτονοῦντες συλλαβὴν καλοῦσι πόνηρα.
- 95.1
ἔστι δὲ τὸ διάταγμα τοιοῦτο· „πᾶν ὃ ἐὰν ἔλθῃ ἐν τῷ ἀριθμῷ ὑπὸ τὴν ῥάβδον, τὸ δέκατον ἅγιον τῷ κυρίῳ. οὐκ ἀλλάξεις καλὸν πονηρῷ· ἐὰν δὲ ἀλλάξῃς, αὐτό τε καὶ τὸ ἄλλαγμα ἔσται ἅγια“ (Lev. 27,32 — 33). καίτοι πῶς τό γε πονηρὸν γένοιτ’ ἂν ἅγιον; ἀλλ’, ὅπερ ἔφην, τὸ ἐπίπονον ἀλλ’ οὐ φαῦλον παρείληπται, ὥστε τοιοῦτον εἶναι τὸ δηλούμενον· τέλειον μὲν ἀγαθόν ἐστι τὸ καλόν, ἀτελὲς δὲ ὠφέλιμον πόνος. ἐὰν οὖν τὸ παντελὲς κτήσῃ, μηκέτι ζήτει τὸ ἐνδέον· εἰ δὲ προσυπερβάλλων ἐθελήσεις ἔτι πονεῖν, ἴσθ’ ὅτι δόξεις μὲν ἑνὸς ἓν ἀντικαταλλάττεσθαι, κτήσῃ δὲ πρὸς ἀλήθειαν ἀμφότερα·
- 96.1
ἑκάτερον γὰρ εἰ καὶ ἰσότιμον, ἀλλ’ οὐ τὸ πάντως ἅγιόν ἐστιν. ἅγιον δὲ πρᾶγμα δοκιμάζεται διὰ τριῶν μαρτύρων, ἀριθμοῦ μέσου, παιδείας, ἀριθμοῦ τελείου. διὸ λέγεται· "πᾶν ὃ ἐὰν ἔλθῃ ἐν τῷ ἀριθμῷ ὑπὸ τὴν ῥάβδον, τὸ δέκατον ἅγιον“. τὸ μὲν γὰρ ἀπαξιωθὲν ἀριθμοῦ βέβηλον, οὐχ ἅγιον, τὸ δὲ καταριθμηθὲν ἅτε ἐγκεκριμένον ἤδη δόκιμον. τὸν γοῦν ὑπὸ Ἰωσὴφ ἐν Αἰγύπτῳ συναχθέντα σῖτόν φησιν ὁ νόμος μὴ δυνηθῆναι ἀριθμηθῆναι, καὶ ἐπιφέρει· „οὐ γὰρ ἦν ἀριθμός“ (Gen. 41,49), ἐπειδὴ τὰ τοῦ σώματος καὶ τῶν Αἰγυπτίων παθῶν θρεπτικὰ οὐκ ἄξια συνόλως ἀριθμεῖσθαι.
- 97.1
ἡ δὲ ῥάβδος παιδείας σύμβολον· ἄνευ γὰρ τοῦ δυσωπηθῆναι καὶ περὶ ἐνίων ἐπιπληχθῆναι νουθεσίαν ἐνδέξασθαι καὶ σωφρονισμὸν ἀμήχανον. δεκὰς δὲ τῆς κατὰ προκοπὴν τελειώσεως πίστις, ἀφ’ ἧς ὅσιον ἀπάρχεσθαι τῷ τέξαντι, τῷ παιδεύσαντι, τῷ τὰ ἐλπισθέντα τελεσφορήσαντι.
- 98.1
ταῦτα ἀποχρώντως λελέχθω περὶ τοῦ μεταλλοιοῦντος καὶ τὸ ἀρχαῖον νόμισμα κιβδηλεύοντος, ὃν καὶ πατέρα ὀνομάζει κατοικούντων ἐν σκηναῖς κτηνοτρόφων (Gen. 4,20). κτήνη μὲν οὖν εἰσιν αἱ ἄλογοι αἰσθήσεις, κτηνοτρόφοι δ’ οἱ φιλήδονοι καὶ φιλοπαθεῖς τροφὰς παρέχοντες αὐταῖς τὰ ἐκτὸς αἰσθητά, μακρὰν διεστηκότες ποιμένων. οἱ μὲν γὰρ ἀρχόντων τρόπον τὰ πλημμελῶς ζῶντα τῶν θρεμμάτων κολάζουσιν, οἱ δ’ ἑστιατόρων τροφὰς ἀφθόνους παρασκευάζοντες ἄδειαν ἁμαρτημάτων παρέχουσιν· ἀνάγκη γὰρ εὐθὺς τὴν ἀπληστίας καὶ κόρου θυγατέρα γεννᾶσθαι ὕβριν.
- 99.1
πατὴρ οὖν ἐστιν εἰκότως ὁ ἅπαντα μεταχαράττων καὶ μεταποιῶν τὰ καλὰ τῶν τὸ αἰσθητὸν καὶ ἄψυχον ἅπαν ἐζηλωκότων· εἰ γὰρ τὰς ἀσωμάτους καὶ νοητὰς φύσεις μετεδίωκε, τοὺς ὁρισθέντας ὑπὸ τῶν πρεσβυτέρων ὅρους ἐφύλαττεν ἄν, οὓς ὑπὲρ ἀρετῆς ὥρισαν ἕκαστον αὐτῆς εἶδος οἰκείῳ τύπῳ χαράξαντες.
- 100.1
Τοῦ δ’ Ἰωβὴλ ἀδελφὸν εἶναί φησι τὸν Ἰουβάλ (Gen. 4,21). ἑρμηνεύεται δὲ καὶ οὗτος μετακλίνων διὰ συμβόλου, ὁ κατὰ προφορὰν λόγος· φύσει γὰρ οὗτος διανοίας ἀδελφός ἐστι. τὸν δὲ τοῦ μεταποιοῦντος νοῦ τὰ πράγματα λόγον μετακλίνοντα σφόδρα δεόντως ὠνόμασε· συμβαίνει γὰρ τρόπον τινὰ καὶ ἐπαμφοτερίζειν καθάπερ ἐπὶ πλάστιγγος ἀντιρρέπον ἢ ὥσπερ θαλαττεῦον σκάφος ὑπὸ πολλοῦ κλύδωνος πρὸς ἑκάτερον τοῖχον ἀποκλῖνον· βέβαιον γὰρ ἢ σταθηρὸν οὐδὲν ὁ ἄφρων λέγειν ἔμαθε.
Next → — showing 1–100 of 185
First Thousand Years of Greek. CTS URN tlg0018.tlg006.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.