Ancient Textssearch the texts themselves, not just their titles

← Library

Ab excessu divi Marci

First Thousand Years of Greek · First Thousand Years of Greek · 844 sections

  1. 4.12.7.1

    ὁ δ̓ Ἀντωνῖνος τὴν ὁρμὴν ἤδη καὶ τὴν γνώμην περὶ τὴν ἱπποδρομίαν ἔχων, κελεύει τῷ Μακρίνῳ ἀποστάντι καὶ ἰδιάσαντι ἐντυχεῖν τοῖς γράμμασι, καὶ εἴ τι ἐπεῖγον εἴη, δηλῶσαι αὐτῷ, εἰ δὲ μή, τὰ ἐξ ἔθους αὐτὸν διοικῆσαι ὡς ἔπαρχον. πολλάκις δὲ τοῦτο κελεύειν ἦν σύνηθες αὐτῷ. καὶ ὃ μὲν ταῦτα προστάξας

  2. 4.12.8.1

    εἴχετο τοῦ προκειμένου: ὁ δὲ Μακρῖνος καθ̓ αὑτὸν γενόμενος τάς τε ἄλλας ἐπιλύεται ἐπιστολάς, περιτυχὼν δὲ καὶ τῇ καθ̓ αὑτοῦ θανατηφόρῳ ὁρᾷ προῦπτον κίνδυνον ἐπικείμενον. εἰδώς τε τοῦ Ἀντωνίνου τὸν θυμὸν καὶ τὸ φονικὸν ἐπὶ τοιοῖσδε γράμμασι, καὶ πρόφασιν αὐτῷ εὔλογον ὑπάρξουσαν, τὴν μὲν ἐπιστολὴν ὑφαιρεῖται, περὶ δὲ τῶν λοιπῶν ἀπαγγέλλει

  3. 4.13.1.1

    ὡς εἶεν συνήθεις. φοβηθεὶς δὲ μὴ καὶ δεύτερον ταῦτα ὁ Ματερνιανὸς ἐπιστείλῃ, δρᾶσαί τι μᾶλλον ἠθέλησεν ἢ ἀναμείνας παθεῖν. τολμᾷ δή τι τοιοῦτον. ἦν τις ἑκατοντάρχης, Μαρτιάλιος δὲ ὄνομα αὐτῷ, τῶν σωματοφυλάκων τῶν Ἀντωνίνου, ἀεὶ παρεπόμενος αὐτῷ. τούτου τὸν ἀδελφὸν πρὸ ὀλίγων ἡμερῶν ἀνῃρήκει διαβληθέντα μὲν οὐκ ἐλεγχθέντα δέ: αὐτῷ τε τῷ Μαρτιαλίῳ ἐνύβρισεν, ἄνανδρον αὐτὸν καὶ ἀγεννῆ

  4. 4.13.2.1

    καλῶν καὶ Μακρίνου φίλον. τοῦτον ἐπιστάμενος ὁ Μακρῖνος ἀλγοῦντά τε σφοδρῶς ἐπὶ τῇ τοῦ ἀδελφοῦ ἀναιρέσει, μὴ φέροντά τε τὰς ἐς αὑτὸν ὕβρεις, μεταπέμπεται ʽἐθάρρει δὲ αὐτῷ θεραπεύοντί τε αὐτὸν ἄνωθεν καὶ πολλὰ ὑπ’ αὐτοῦ εὐεργετηθέντἰ, πείθει τε καιρὸν ἐπιτήδειον παραφυλάξαντα ἐπιβουλεῦσαι τῷ Ἀντωνίνῳ. ὃ δὲ ταῖς τε ὑποσχέσεσι τοῦ Μακρίνου ἀναπεισθείς, μισῶν τε ἄλλως καὶ τιμωρῆσαι θέλων τῷ ἀδελφῷ, πάντα ποιήσειν ἀσμένως ὑπισχνεῖται καιρὸν ἐπιτήδειον εὑρών.

  5. 4.13.3.1

    συνέβη δὲ μετ̓ οὐ πολὺ τῆς σκέψεως ταύτης θελῆσαι τὸν Ἀντωνῖνον, διατρίβοντα ἐν Κάρραις τῆς Μεσοποταμίας, προελθεῖν τῆς βασιλείας ἀπελθεῖν τε ἐς τὸν νεὼν τῆς σελήνης, ἣν μάλιστα οἱ ἐπιχώριοι σέβουσιν. ἀφειστήκει δὲ τῆς πόλεως ὁ νεὼς πολύ, ὡς ὁδοιπορίας χρῄζειν. σὺν ἱππεῦσιν οὖν ὀλίγοις, ἵνα δὴ μὴ πάντα τὸν στρατὸν σκύλῃ, τὴν ὁδοιπορίαν ἐποιεῖτο,

  6. 4.13.4.1

    ὡς δὴ θύσας τῇ θεῷ ἐπανέλθοι. κατὰ δὲ τὴν μέσην ὁδὸν ἐπειχθεὶς ὑπὸ τῆς γαστρός, ἀποστῆναί τε πάντας κελεύσας, ἀνεχώρει σὺν ἑνὶ ὑπηρέτῃ ἀποσκευασόμενος τὰ ἐνοχλοῦντα. πάντες τοίνυν ἀπεστράφησαν καὶ ὡς πορρωτάτω ἀπῄεσαν, τιμὴν καὶ αἰδῶ

  7. 4.13.5.1

    τῷ γινομένῳ νέμοντες. ὁ δὲ Μαρτιάλιος τοὺς καιροὺς πάντας παραφυλάττων, ἰδών τε αὐτὸν μεμονωμένον, ὡς δὴ κληθεὶς ὑπ’ αὐτοῦ νεύματι ἐρῶν τι ἢ ἀκουσόμενος, προστρέχει, ἐπιστάς τε αὐτῷ τὰς ἐσθῆτας τῶν μηρῶν καθέλκοντι, ἀπεστραμμένον παίει ξιφιδίῳ, ὃ μετὰ χεῖρας ἔφερε λανθάνων. καιρίου δὲ τῆς πληγῆς ἐπὶ τῆς κατακλεῖδος γενομένης ἀπροσδοκήτως

  8. 4.13.6.1

    τε καὶ ἀφυλάκτως ὁ Ἀντωνῖνος ἀνῃρέθη. πεσόντος δὲ αὐτοῦ πηδήσας ἵππῳ ἔφυγεν ὁ Μαρτιάλιος. Γερμανοὶ δὲ ἱππεῖς, οἷς ὁ Ἀντωνῖνος ἔχαιρε φρουροῖς τε τοῦ σώματος ἐχρῆτο, οὐ τοσοῦτον ἀφεστῶτες ὅσον οἱ λοιποί, πρῶτοί τε ἰδόντες τὸ γενόμενον, διώξαντες

  9. 4.13.7.1

    τὸν Μαρτιάλιον κατηκόντισαν. ὡς δὲ καὶ ὁ λοιπὸς στρατὸς εἶδε τὸ πραχθέν, πάντες συνέδραμον, καὶ πρῶτος ὁ Μακρῖνος ἐπιστὰς τῷ πτώματι ὀλοφύρεσθαί τε καὶ θρηνεῖν προσεποιεῖτο. ὅ τε στρατὸς πᾶς χαλεπῶς καὶ δυσφόρως ἤνεγκε τὸ πραχθέν: συστρατιώτην γὰρ καὶ κοινωνὸν τοῦ βίου, ἀλλ̓ οὐκ ἄρχοντα ᾤοντο ἀποβεβληκέναι. καὶ οὐδεμίαν πω ἐπιβουλὴν ὑπώπτευον ἐκ τοῦ Μακρίνου, ᾤοντο δὲ τὸν

  10. 4.13.8.1

    Μαρτιάλιον οἰκείαν ἔχθραν ἀμύνασθαι. καὶ οἳ μὲν ἕκαστος ἐς τὰς σκηνὰς ἐπανῇσαν: ὁ δὲ Μακρῖνος πυρὶ παραδοὺς τὸ σωμάτιον, τήν τε κόνιν κάλπῃ τινὶ ἐμβαλών, ἔπεμψε τῇ μητρὶ αὐτοῦ καταθάψαι, ἐν Ἀντιοχείᾳ διατριβούσῃ. ἐκείνη δὲ ἐπὶ ταῖς τῶν παίδων ὁμοίαις συμφοραῖς εἴτε ἑκοῦσα εἴτε κελευσθεῖσα ἀπεκαρτέρησε. τοιούτῳ μὲν δὴ τέλει ἐχρήσατο ὁ Ἀντωνῖνος καὶ ἡ μήτηρ Ἰουλία, βιώσαντες ὡς προείρηται. πᾶς δὲ ὁ χρόνος ἐν ᾧ μόνος ἐβασίλευσεν ἄνευ τοῦ πατρὸς καὶ τοῦ ἀδελφοῦ, ἐν ἓξ ἔτεσι συνετελέσθη.

  11. 4.14.1.1

    τελευτήσαντος δὲ τοῦ Ἀντωνίνου ἐν ἀφασίᾳ τε ἦν ὁ στρατὸς καὶ ἀπορίᾳ τοῦ πρακτέου: ἔμεινάν τε ἡμερῶν δύο ἀβασίλευτοι, ἐζήτουν τε ὃν ἐπιλέξονται ἄρχοντα. καὶ γὰρ ἠγγέλλετο μετὰ πολλοῦ πλήθους καὶ δυνάμεως ἐπιὼν ὁ Ἀρτάβανος, δίκας ἀπαιτήσων τιμωρήσων τε τοῖς ἐν σπονδαῖς καὶ εἰρήνῃ ἀνῃρημένοις.

  12. 4.14.2.1

    αἱροῦνται δὴ βασιλέα πρῶτον μὲν Ἀδ̔??ʼέντον ὡς στρατιωτικόν τε καὶ ἔπαρχον οὐ φαῦλον γενόμενον: ὃ δὲ γῆρας προϊσχόμενος παρῃτήσατο: μετ̓ ἐκεῖνον δὲ τὸν Μακρῖνον, πειθόντων αὐτοὺς χιλιάρχων, οἳ καὶ τῆς ἐπιβουλῆς τοῦ Ἀντωνίνου συνωμόται καὶ κοινωνοὶ τοῦ Μακρίνου γεγενῆσθαι ὑπωπτεύθησαν. ὕστερον γοῦν ἐκολάσθησαν μετὰ τὴν ἐκείνου τελευτήν,

  13. 4.14.3.1

    ὡς ἐν τοῖς ἑξῆς ἐροῦμεν. παρέλαβε δὲ τὴν βασιλείαν ὁ Μακρῖνος οὐχ οὕτως εὐνοίᾳ καὶ πίστει τῶν στρατιωτῶν ὡς ἀνάγκῃ καὶ χρείᾳ τοῦ παρόντος καιροῦ. τούτων δὲ πραττομένων ἐφίσταται ὁ Ἀρτάβανος μετὰ μεγίστου πλήθους καὶ δυνάμεως, ἵππον τε πολλὴν ἄγων καὶ τοξοτῶν μέγα τι πλῆθος καταφράκτους

  14. 4.14.4.1

    τε ἀπὸ καμήλων ἔξωθεν μακροῖς δόρασιν. ὡς δ̓ ἀπηγγέλη προσιών, συγκαλέσας τοὺς στρατιώτας ὁ Μακρῖνος ἔλεξε τοιάδε. ἀλγεῖν μὲν ὑμᾶς πάντας ἐπὶ τοιούτου βασιλέως, ἢ ἵνα τἀληθῆ λέγοιμι, συστρατιώτου ἀποβολῇ θαυμαστὸν οὐδέν: φέρειν δὲ τὰς συμφορὰς καὶ τὰ προσπίπτοντα μετρίως ὑπομένειν

  15. 4.14.5.1

    ἀνθρώπων ἔργον σωφρονούντων. ἡ μὲν γὰρ ἐκείνου μνήμη ἔν τε τοῖς ὑμετέροις στέρνοις ἐγκείσεται, τοῖς τε ἐς ὕστερον παραδοθήσεται δόξαν ἀίδιον φέρουσα μεγάλων τε καὶ γενναίων ἔργων ὧν ἔδρασε, φίλτρων τε καὶ εὐνοίας καμάτων τε κοινωνίας τῆς πρὸς ὑμᾶς. νῦν δὲ καιρός, τιμήσαντας ὡς χρὴ τὴν μνήμην τοῦ τετελευτηκότος, ἀφοσιωσαμένους τε τὰ

  16. 4.14.6.1

    πρὸς ἐκεῖνον, ἔχεσθαι τῶν ἐπειγόντων. ὁρᾶτε τὸν βάρβαρον ἐφεστῶτα σὺν παντὶ τῷ τῆς ἀνατολῆς πλήθει, καὶ δοκοῦντα πρόφασιν εὔλογον ἔχειν ἔχθρας: ἡμεῖς γὰρ αὐτὸν προυκαλεσάμεθα παρασπονδήσαντες, καὶ ἐν εἰρήνῃ βαθείᾳ πόλεμον ἠγείραμεν. ἤρτηται δὲ νῦν πᾶσα ἡ Ῥωμαίων ἀρχὴ τῆς ὑμετέρας ἀνδρείας τε καὶ πίστεως: οὐ γὰρ περὶ ὅρων γῆς οὐδὲ ῥείθρων ποταμῶν ἡ φιλονεικία, περὶ τοῦ παντὸς δέ, πρὸς μέγαν βασιλέα, ὑπὲρ παίδων καὶ συγγενῶν, οὓς ἐκεῖνος

  17. 4.14.7.1

    ἀδίκως καὶ παρὰ τοὺς ὅρκους οἴεται ἀνῃρῆσθαι. τά τε οὖν ὅπλα λαμβάνωμεν, καὶ τῇ συνήθει Ῥωμαίοις εὐκοσμίᾳ ταττώμεθα. ἐν γὰρ ταῖς παρατάξεσι τὸ μὲν τῶν βαρβάρων ἄτακτον πλῆθος καὶ προσκαίρως ἠθροισμένον αὐτὸ ἑαυτῷ ἴσως γένοιτ̓ ἂν ἐναντίον: τὸ δ̓ ὑμέτερον εὔτακτόν τε ὂν καὶ συγκεκροτημένον, μετά τε ἐμπειρίας μαχόμενον, ὑμῖν τε ἔσται σωτήριον κἀκείνοις ὀλέθριον. μετ̓ ἀγαθῆς οὖν τῆς ἐλπίδος ἀγωνίζεσθε ὡς Ῥωμαίοις πρέπει καὶ σύνηθες:

  18. 4.14.8.1

    οὕτω γὰρ τούς τε βαρβάρους ἀπώσεσθε ὑμεῖς, καὶ δόξης κλέος ἀράμενοι μέγα Ῥωμαίοις τε καὶ πᾶσιν ἀνθρώποις δείξετε, τήν τε προτέραν νίκην πιστώσεσθε, ὡς μὴ δόλῳ καὶ ἀπάτῃ παρασπονδήσαντες ἠδικήσατε, ἀλλὰ δἰ ὅπλων νικήσαντες ἐκρατήσατε. τοιαῦτά τινα εἰπόντος αὐτοῦ, οἱ στρατιῶται τὴν ἀνάγκην τοῦ πράγματος ὁρῶντες παρετάττοντο κἀν

  19. 4.15.1.1

    τοῖς ὅπλοις ἦσαν. ἅμα δὲ ἡλίῳ ἀνίσχοντι ἐφάνη Ἀρτάβανος σὺν μεγίστῳ πλήθει στρατοῦ. ἀσπασάμενοι δὲ τὸν ἥλιον, ὡς ἔθος αὐτοῖς, οἱ βάρβαροι, μεγίστῃ τε κλαγγῇ βοήσαντες, ἐπέδραμον τοῖς Ῥωμαίοις τοξεύοντές τε καὶ καθιππεύοντες. οἱ δὲ Ῥωμαῖοι εὐτάκτως τε καὶ ἀσφαλῶς συστήσαντες τὰς φάλαγγας, ἑκατέρωθέν τε τοὺς ἱππεῖς καὶ τοὺς Μαυρουσίους παρατάξαντες, τά τε κενὰ πληρώσαντες τῶν κούφως καὶ εὐσταλῶς ἐκτρέχειν δυναμένων, δεξάμενοι τοὺς βαρβάρους

  20. 4.15.2.1

    ἐμάχοντο. καὶ οἱ μὲν βάρβαροι τῷ πλήθει τῶν τόξων τοῖς τε ἐπιμήκεσι δόρασι τῶν καταφράκτων ἀπό τε ἵππων καὶ καμήλων τιτρώσκοντες αὐτοὺς μεγάλως ἄνωθεν ἔβλαπτον: οἱ δὲ Ρωμαῖοι τῶν μὲν συσταδὸν μαχομένων ῥᾳδίως ἐκράτουν, ἐπεὶ δὲ αὐτοὺς ἥ τε ἵππος πολλὴ οὖσα καὶ τὸ τῶν καμήλων πλῆθος ἐλυμαίνετο, προσποιούμενοι ἀναχωρεῖν τριβόλους τε καὶ ἄλλα τινὰ τεχνάσματα σιδήρων, ὀξυτάτας ἐξοχὰς περικείμενα, ἐρρίπτουν. παραλανθάνοντα δὲ ἐν ταῖς ψάμμοις καὶ οὐ καθορώμενα ὑπὸ τῶν ἱππέων

  21. 4.15.3.1

    ἢ τῶν καμηλιτῶν ὀλέθρια ἦν αὐτοῖς: πατοῦντες γὰρ οἱ ἵπποι, αἵ τε κάμηλοι μάλιστα, ἔχουσαι ἁπαλὰ τὰ πέλματα, ὤκλαζον καὶ ἐχώλευον, τούς τε ἐπιβάτας οὓς ἔφερον ἀπεσείοντο. οἱ δὲ ἐπέκεινα βάρβαροι ἐς ὅσον μὲν ἐποχοῦνται ἵπποις ἢ καμήλοις, γενναίως μάχονται, ἢν δὲ ἀποβῶσιν αὐτῶν ἢ κατενεχθῶσι, ῥᾷστα ἁλίσκονται, μὴ φέροντες τὴν ἐκ συστάσεως μάχην. πρός τε τὸ φυγεῖν ἢ διῶξαι, εἰ δέοι, ὑπὸ τῆς περὶ τοῖς σκέλεσιν ἐσθῆτος χαύνως παρῃωρημένης ἐμποδίζονται.

  22. 4.15.4.1

    πρώτης μὲν οὖν καὶ δευτέρας ἡμέρας ἐξ ἑωθινοῦ ἐς ἑσπέραν ἐμαχέσαντο, καὶ νὺξ ἐπελθοῦσα διέλυσε τὰς μάχας, ἑκάτεροί τε ἐπανῆλθον ἐς τὰ ἑαυτῶν στρατόπεδα νικᾶν ἀξιοῦντες. τῇ δὲ τρίτῃ ἡμέρᾳ συνῆλθον ἐς τὸ αὐτὸ πεδίον μαχούμενοι, ἐπειρῶντο δὲ οἱ μὲν βάρβαροι, πολύ τι τῷ πλήθει τούτων ὑπερέχοντες, κυκλώσασθαι τοὺς Ῥωμαίους καὶ σαγηνεῦσαι: οἱ δὲ Ῥωμαῖοι οὐκέτι τὰς φάλαγγας ἐς βάθος συνίστασαν, ἐς μῆκος δ̓ ἐκτείνοντες ἀεὶ τὸ κυκλούμενον

  23. 4.15.5.1

    ἐνεπόδιζον. πλῆθος δὲ τοσοῦτον ἀνδρῶν τε καὶ κτηνῶν ἐφονεύθη ὡς πᾶν πληρωθῆναι τὸ πεδίον μεγίστους τε σωροὺς πτωμάτων ἐς ὕψος ἀρθῆναι, καὶ μάλιστα τῶν καμήλων ἐπαλλήλων πιπτουσῶν. πρός τε οὖν τὸ διατρέχειν ἐνεποδίζοντο οἱ μαχόμενοι: οὐκέτι δὲ οὐδὲ καθεώρων ἀλλήλους, μεγάλου οἱονεὶ χώματος ἐν μέσῳ καὶ δυσβάτου ὑπὸ τῶν σωμάτων σεσωρευμένου, ὑφ̓ οὗ κωλυόμενοι τοῖς ἄλλοις ἐπιέναι ἕκαστοι ἐπανῆλθον ἐς τὰ ἑαυτῶν στρατόπεδα.

  24. 4.15.6.1

    ὁ δὲ Μακρῖνος συνεὶς ὅτι οὐκ ἄλλως Ἀρτάβανος ἐκθύμως τε μάχεται καὶ προσμένει ἀλλ̓ ἢ οἰόμενος Ἀντωνίνῳ μάχεσθαι, εἰωθότων ἀεὶ τῶν βαρβάρων ῥᾷστα ἀποκάμνειν ἐθελοκακεῖν τε, εἰ μή τι ἐν ταῖς

  25. 4.15.7.1

    πρώταις ὁρμαῖς κατορθώσουσι, τότε δὲ προσμενόντων ὡς ἂν τὴν μάχην ἀνανεώσαιντο μετὰ τὴν τῶν νεκρῶν ἀναίρεσίν τε καὶ κατάφλεξιν, οὐκ οἰομένων τεθνηκέναι τὸν τῆς ἔχθρας αἴτιον, πέμπει πρεσβείαν ἐπιστέλλει τε τῷ Παρθυαίῳ, λέγων τὸν μὲν περὶ τὰς σπονδὰς καὶ τοὺς ὅρκους ἀδικήσαντα βασιλέα τεθνηκέναι δίκας τε ἀξίας ὧν ἔδρασε δεδωκέναι, Ῥωμαίους δέ, ὧν ἐστὶν ἡ ἀρχή, ἑαυτῷ τὰ τῆς βασιλείας ἐγκεχειρικέναι:

  26. 4.15.8.1

    μήτε δὲ ἀρέσκεσθαι τοῖς πραχθεῖσιν, αἰχμαλώτους τε τοὺς περιόντας ἀποδοῦναι, χρήματά τε ὅσα ἡρπάγη ἀποτῖσαι, φίλῳ τε ἀντὶ ἐχθροῦ χρῆσθαι καὶ τὴν εἰρήνην ὅρκοις καὶ σπονδαῖς βεβαιῶσαι. ὁ δὲ Ἀρτάβανος ταῦτά τε ἀναγνοὺς καὶ διδαχθεὶς ὑπὸ τῶν πρέσβεων περὶ τῆς Ἀντωνίνου ἀναιρέσεως, αὐτάρκη τιμωρίαν τὸν παρασπονδήσαντα δεδωκέναι νομίζων,

  27. 4.15.9.1

    τοῦ τε στρατοῦ αὑτῷ τετρυχωμένου, ἀγαπῶν τε τοὺς αἰχμαλώτους καὶ τὰ χρήματα ἀναιμωτὶ ἀπολαβεῖν, σπεισάμενος εἰρήνην πρὸς τὸν Μακρῖνον ἐς τὰ ἑαυτοῦ ἐπανέρχεται. ὃ δὲ τόν τε στρατὸν ἀπαλλάξας τῆς ἐν Μεσοποταμίᾳ διατριβῆς ἐς τὴν Ἀντιόχειαν ἠπείγετο.

  28. 5.1.1.1

    Ὅπως μὲν δὴ ὁ Ἀντωνῖνος ἦρξέ τε καὶ ἐτελεύτησε, δεδήλωται ἐν τῷ πρὸ τούτου συγγράμματι ἥ τε πρὸ τούτου ἐπιβουλὴ καὶ διαδοχή: γενόμενος δὲ ἐν τῇ Ἀντιοχείᾳ ὁ Μακρῖνος ἐπιστέλλει τῷ τε δήμῳ Ῥωμαίων

  29. 5.1.2.1

    καὶ τῇ συγκλήτῳ, λέγων τοιάδε. ἐν εἰδόσι μὲν ὑμῖν τοῦ τε βίου μου τὴν ἐξ ἀρχῆς προαίρεσιν τοῦ τε τρόπου τὸ πρὸς χρηστότητα ἐπιρρεπές, καὶ τὸ πρᾶον τῆς διοικηθείσης πρότερον πράξεως, οὐ πολύ τι ἐξουσίας καὶ δυνάμεως βασιλικῆς ἀποδεούσης, ὅπου γε καὶ αὐτὸς ὁ βασιλεὺς τοῖς ἐπάρχουσι τῶν στρατοπέδων πεπίστευται, περιττὸν νομίζω μακρηγορεῖν. ἴστε γάρ με καὶ οἷς ἐκεῖνος ἔπραττεν οὐκ ἀρεσκόμενον, καὶ προκινδυνεύσαντα ὑμῶν ἐν οἷς πολλάκις ταῖς τυχούσαις διαβολαῖς πιστεύων ἀφειδῶς ὑμῖν

  30. 5.1.3.1

    προσεφέρετο. κἀμὲ μὲν κακῶς ἠγόρευε, καὶ δημοσίᾳ πολλάκις τὸ μέτριόν μου καὶ πρὸς τοὺς ἀρχομένους φιλάνθρωπον διαβάλλων καὶ διασκώπτων ἐς ῥᾳθυμίαν καὶ τρόπων χαυνότητα: κολακείαις δὲ χαίρων, καὶ τοὺς εἰς ὠμότητα παροξύνοντας τῷ τε θυμῷ τὸ ἐνδόσιμον αὐτοῦ διδόντας τήν τε ὀργὴν διαβολαῖς ἐγείροντας εὔνους καὶ πιστοὺς ἐδοκίμαζε φίλους. ἐμοὶ

  31. 5.1.4.1

    δὲ ἐξ ἀρχῆς τὸ πρᾶον καὶ μέτριον προσφιλές. τὸν γοῦν πρὸς Παρθυαίους πόλεμον, μέγιστόν τε ὄντα καὶ ἐφ̓ ᾧ πᾶσα Ῥωμαίων ἐσάλευεν ἀρχή, κατελύσαμεν καὶ ἐν οἷς ἀνδρείως παραταξάμενοι οὐδέν τι ἡττήμεθα, καὶ ἐν οἷς σπείσαντες μετὰ πολλῆς δυνάμεως ἐλθόντα μέγαν βασιλέα πιστὸν φίλον ἀντ̓ ἐχθροῦ δυσμάχου ἐποιήσαμεν. ἐμοῦ δὲ κρατοῦντος ἐν ἀδείᾳ τε καὶ ἀναιμωτὶ πάντες βιώσονται, ἀριστοκρατία τε

  32. 5.1.5.1

    μᾶλλον ἢ βασιλεία νομισθήσεται. μηδέ τις ἀπαξιούτω ἢ τύχης πταῖσμα νομιζέτω, ὅτι δὴ ὄντα με ἐκ τῆς ἱππάδος τάξεως ἐπὶ τοῦτο ἤγαγε. τί γὰρ ὄφελος εὐγενείας, εἰ μὴ χρηστὸς καὶ φιλάνθρωπος συνοικεῖ τρόπος; τὰ μὲν γὰρ τῆς τύχης δῶρα καὶ ἀναξίοις περιπίπτει, ἡ δὲ τῆς ψυχῆς ἀρετὴ ἰδίαν ἑκάστῳ δόξαν περιτίθησιν. εὐγένεια δὲ καὶ πλοῦτος καὶ ὅσα τοιαῦτα μακαρίζεται μέν, οὐκ ἐπαινεῖται δέ, ὡς παῤ

  33. 5.1.6.1

    ἄλλου δοθέντα: ἐπιείκεια δὲ καὶ χρηστότης ἅμα τῷ θαυμάζεσθαι καὶ τῶν ἐπαίνων τὴν ἀναφορὰν ἐς αὐτόν τινα ἔχει τὸν κατορθοῦντα. τί γοῦν ὑμᾶς ὤνησεν ἡ Κομμόδου εὐγένεια ἢ Ἀντωνίνου ἡ πατρῴα διαδοχή; οἱ μὲν γὰρ ὥσπερ ὄφλημα κληρονομίας εἰληφότες ἀποχρῶνταί τε καὶ ἐνυβρίζουσιν ὡς ἄνωθεν ἰδίῳ κτήματι: οἱ δὲ παῤ ὑμῶν λαβόντες χάριτός τε ἀιδίου εἰσὶ χρεῶσται καὶ πειρῶνται ἀμείψασθαι τοὺς

  34. 5.1.7.1

    εὐεργεσίαις προειληφότας. καὶ τῶν μὲν εὐπατριδῶν βασιλέων τὸ εὐγενὲς ἐς ὑπεροψίαν ἐκπίπτει καταφρονήσει τῶν ὑπηκόων ὡς πολὺ ἐλαττόνων: οἱ δὲ ἐκ μετρίων πράξεων ἐπὶ τοῦτο ἐλθόντες περιέπουσιν αὐτὸ ὡς καμάτῳ κτηθέν, αἰδῶ τε καὶ τιμὴν ἀπονέμουσιν,

  35. 5.1.8.1

    ἣν εἰώθεσαν, τοῖς ποτὲ κρείττοσιν. ἐμοὶ δὲ σκοπὸς μηδέν τι πράττειν ἄνευ τῆς ὑμετέρας γνώμης, κοινωνούς τε καὶ συμβούλους ἔχειν τῆς τῶν πραγμάτων διοικήσεως. ὑμεῖς δὲ ἐν ἀδείᾳ καὶ ἐλευθερίᾳ βιώσεσθε, ὧν ἀφῃρέθητε μὲν ὑπὸ τῶν εὐπατριδῶν βασιλέων, ἀποδοῦναι δὲ ὑμῖν ἐπειράθησαν πρότερον μὲν Μάρκος ὕστερον δὲ Περτίναξ, ἐξ ἰδιωτικῶν σπαργάνων ἐπὶ τοῦτο ἐλθόντες. γένους γὰρ ἔνδοξον ἀρχὴν αὐτὸν παρασχεῖν καὶ τῷ ὑστέρῳ γένει ἄμεινον ἢ κλέος προγονικὸν παραλαμβάνοντα τρόπου φαυλότητι καταισχῦναι.

  36. 5.2.1.1

    ἀναγνωσθείσης δὲ τῆς τοιαύτης ἐπιστολῆς, εὐφημεῖ τε αὐτὸν ἡ σύγκλητος καὶ τὰς σεβασμίους τιμὰς πάσας ψηφίζεται. οὐχ οὕτω δὲ εὔφραινε πάντας ἡ Μακρίνου διαδοχή, ὡς ὑπερήδοντό τε καὶ πανδημεὶ ἑώρταζον ἐπὶ τῇ Ἀντωνίνου ἀπαλλαγῇ. ἕκαστός τε ᾤετο, μάλιστα τῶν ἐν ἀξιώσει τινὶ ἢ πράξει καθεστώτων, ξίφος ἀποσεσεῖσθαι τοῖς αὐχέσιν ἐπαιωρούμενον.

  37. 5.2.2.1

    συκοφάνται τε ἢ δοῦλοι, ὅσοι δεσπότας κατήγγελον, ἀνεσκολοπίσθησαν: ἥ τε Ῥωμαίων πόλις καὶ σχεδὸν πᾶσα ἡ ὑπὸ Ῥωμαίους οἰκουμένη καθαρθεῖσα πονηρῶν ἀνθρώπων, τῶν μὲν κολασθέντων τῶν δὲ ἐξωσθέντων, εἰ δέ τινες καὶ ἔλαθον, δἰ εὐλάβειαν ἡσυχαζόντων, ἐν ἀδείᾳ πολλῇ καὶ εἰκόνι ἐλευθερίας ἐβίωσαν ἐκείνου τοῦ ἔτους οὗ μόνου ὁ Μακρῖνος ἐβασίλευσε.

  38. 5.2.3.1

    τοσοῦτον δὲ ἥμαρτεν ὅσον μὴ διέλυσεν εὐθέως τὰ στρατόπεδα καὶ ἑκάστους ἐς τὰ ἑαυτῶν ἀπέπεμψεν, αὐτός τε ἐς τὴν Ῥώμην ποθοῦσαν ἠπείχθη, τοῦ δήμου ἑκάστοτε καλοῦντος μεγάλαις βοαῖς, ἐν δὲ τῇ Ἀντιοχείᾳ διέτριβε γένειόν τε ἀσκῶν, βαδίζων τε πλέον τοῦ δέοντος ἠρεμαίως, βραδύτατά τε καὶ μόλις τοῖς προσιοῦσιν ἀποκρινόμενος ὡς μηδ̓ ἀκούεσθαι

  39. 5.2.4.1

    πολλάκις διὰ τὸ καθειμένον τῆς φωνῆς. ἐζήλου δὲ ταῦτα ὡς δὴ Μάρκου ἐπιτηδεύματα, τὸν δὲ λοιπὸν βίον οὐκ ἐμιμήσατο, ἐπεδίδου δὲ ἑκάστοτε ἐς τὸ ἁβροδίαιτον, ὀρχηστῶν τε θέαις καὶ πάσης μούσης κινήσεώς τε εὐρύθμου ὑποκριταῖς σχολάζων, τῆς τε τῶν πραγμάτων διοικήσεως ἀμελῶς ἔχων. προῄει τε πόρπαις καὶ ζωστῆρσι χρυσῷ πολλῷ καὶ λίθοις τιμίοις πεποικιλμένοις κεκοσμημένος, τῆς τοιαύτης πολυτελείας παρὰ τοῖς Ῥωμαίων στρατιώταις οὐκ ἐπαινουμένης, βαρβάρου δὲ μᾶλλον καὶ θηλυπρεποῦς εἶναι

  40. 5.2.5.1

    δοκούσης. ἅπερ ὁρῶντες οἱ στρατιῶται οὐ πάνυ τι ἀπεδέχοντο, ἀπηρέσκοντό τε αὐτοῦ τῷ βίῳ ὡς ἀνειμένῳ μᾶλλον ἢ κατ̓ ἄνδρα στρατιωτικόν: παραβάλλοντες δὲ τὴν μνήμην τῇ Ἀντωνίνου διαίτῃ ἐπιστρεφεῖ τε καὶ στρατιωτικῇ γενομένῃ, κατεγίνωσκον τῆς

  41. 5.2.6.1

    Μακρίνου πολυτελείας. ἔτι τε ἠγανάκτουν αὐτοὶ μὲν ὑπὸ σκηναῖς καὶ ἐν ἀλλοδαπῇ διαιτώμενοι, ἔσθ̓ ὅτε καὶ σπανίζοντες τῶν ἐπιτηδείων, ἔς τε τὰ ἑαυτῶν οὐκ ἐπανιόντες εἰρήνης εἶναι δοκούσης: ὁρῶντες δὲ τὸν Μακρῖνον ἐν χλιδῇ καὶ τρυφῇ διαιτώμενον, ἀφηνιάζοντες ἤδη πρὸς ἀλλήλους αὐτὸν κακῶς ἠγόρευον, προφάσεώς τε ὀλίγης λαβέσθαι εὔχοντο ἐς τὸ ἀποσκευάσασθαι τὸ λυποῦν.

  42. 5.3.1.1

    ἐχρῆν δὲ ἄρα Μακρῖνον ἐνιαυτοῦ μόνου τῇ βασιλείᾳ ἐντρυφήσαντα ἅμα τῷ βίῳ καὶ τὴν ἀρχὴν καταλῦσαι, μικρὰν καὶ εὐτελῆ πρόφασιν τοῖς στρατιώταις

  43. 5.3.2.1

    ἐς ἃ ἐβούλοντο τῆς τύχης παρασχούσης. Μαῖσα ἦν τις ὄνομα, τὸ γένος Φοίνισσα, ἀπὸ Ἐμέσου καλουμένης οὕτω πόλεως ἐν Φοινίκῃ: ἀδελφὴ δὲ ἐγεγόνει Ἰουλίας τῆς Σἑ??ʼήρου μὲν γυναικὸς Ἀντωνίνου δὲ μητρός. παρὰ πάντα οὖν τὸν τῆς ἀδελφῆς βίον ἐν τῇ βασιλείῳ διέτριψεν αὐλῇ χρόνου πολυετοῦς, παῤ ὃν Σἑ??ʼῆρός τε καὶ Ἀντωνῖνος ἐβασίλευσαν. τὴν δὴ Μαῖσαν ταύτην ὁ Μακρῖνος, μετὰ τὴν τῆς ἀδελφῆς τελευτὴν Ἀντωνίνου δὲ ἀναίρεσιν, προσέταξεν ἐς τὴν πατρίδα ἐπανελθοῦσαν ἐν τοῖς οἰκείοις καταβιῶναι, πάντα ἔχουσαν τὰ ἑαυτῆς. πλείστων δὲ ἦν χρημάτων ἀνάπλεως ἅτε μακρῷ χρόνῳ βασιλικῇ ἐξουσίᾳ ἐντεθραμμένη.

  44. 5.3.3.1

    ἐπανελθοῦσα δὲ ἡ πρεσβῦτις διέτριβεν ἐν τοῖς ἑαυτῆς. ἦσαν δὲ αὐτῇ θυγατέρες δύο: Σοαιμὶς μὲν ἡ πρεσβυτέρα ἐκαλεῖτο, ἡ δὲ ἑτέρα Μαμμαία. παῖδες δὲ ἦσαν τῇ μὲν πρεσβυτέρᾳ Βασσιανὸς ὄνομα, τῇ δὲ νεωτέρᾳ Ἀλεξιανός. ὑπὸ δὲ ταῖς μητράσι καὶ τῇ μάμμῃ ἀνετρέφοντο, ὁ μὲν Βασσιανὸς περὶ ἔτη γεγονὼς τεσσαρεσκαίδεκα, ὁ δὲ Ἀλεξιανὸς δεκάτου

  45. 5.3.4.1

    ἔτους ἐπιβεβηκώς. ἱέρωντο δὲ αὐτοὶ θεῷ ἡλίῳ: τοῦτον γὰρ οἱ ἐπιχώριοι σέβουσι, τῇ Φοινίκων φωνῇ Ἐλαιαγάβαλον καλοῦντες. νεὼς δὲ αὐτῷ μέγιστος κατεσκεύαστο αὐτοῦ, χρυσῷ πολλῷ καὶ ἀργύρῳ κεκοσμημένος λίθων τε πολυτελείᾳ. θρησκεύεται δὲ οὐ μόνον πρὸς τῶν ἐπιχωρίων, ἀλλὰ καὶ πάντες οἱ γειτνιῶντες σατράπαι τε καὶ βασιλεῖς βάρβαροι φιλοτίμως πέμπουσι τῷ θεῷ ἑκάστου τοῦ ἔτους πολυτελῆ

  46. 5.3.5.1

    ἀναθήματα. ἄγαλμα μὲν οὖν, ὥσπερ παῤ Ἕλλησιν ἢ Ῥωμαίοις, οὐδὲν ἕστηκε χειροποίητον, θεοῦ φέρον εἰκόνα: λίθος δέ τις ἔστι μέγιστος, κάτωθεν περιφερής, λήγων ἐς ὀξύτητα: κωνοειδὲς αὐτῶ σχῆμα, μέλαινά τε ἡ χροιά. διιπετῆ τε αὐτὸν εἶναι σεμνολογοῦσιν, ἐξοχάς τέ τινας βραχείας καὶ τύπους δεικνύουσιν, εἰκόνα τε ἡλίου ἀνέργαστον εἶναι θέλουσιν, οὕτω

  47. 5.3.6.1

    βλέποντες. τούτῳ δὴ τῷ θεῷ ὁ Βασσιανὸς ἱερωμένος ʽἅτε γὰρ πρεσβυτέρῳ ἐκείνῳ ἐγκεχείριστο ἡ θρησκείἀ προῄει τε σχήματι βαρβάρῳ, χιτῶνας χρυσοϋφεῖς καὶ ἁλουργεῖς χειριδωτοὺς καὶ ποδήρεις ἀνεζωσμένος, τά τε σκέλη πάντα σκέπων ἀπ̓ ὀνύχων ἐς μηροὺς ἐσθῆσιν ὁμοίως χρυσῷ καὶ προφύρᾳ πεποικιλμέναις: τήν τε κεφαλὴν ἐκόσμει στέφανος λίθων

  48. 5.3.7.1

    πολυτελῶν χροιᾷ διηνθισμένος. ἦν δὲ τὴν ἡλικίαν ἀκμαῖος καὶ τὴν ὄψιν τῶν κατ̓ αὐτὸν ὡραιότατος μειρακίων πάντων. ἐς τὸ αὐτὸ δὴ συνιόντων κάλλους σώματος, ἡλικίας ἀκμῆς, ἁβροῦ σχήματος, ἀπείκασεν ἄν τις τὸ μειράκιον Διονύσου καλαῖς εἰκόσιν.

  49. 5.3.8.1

    ἱερουργοῦντα δὴ τοῦτον, περί τε τοῖς βωμοῖς χορεύοντα νόμῳ βαρβάρων ὑπό τε αὐλοῖς καὶ σύριγξι παντοδαπῶν τε ὀργάνων ἤχῳ, περιεργότερον ἐπέβλεπον οἵ τε ἄλλοι ἄνθρωποι καὶ μάλιστα οἱ στρατιῶται, εἰδότες γένους ὄντα βασιλικοῦ, καὶ τῆς ὥρας αὐτοῦ

  50. 5.3.9.1

    πάντων τὰς ὄψεις ἐς ἑαυτὴν ἐπιστρεφούσης. ἐγειτνίαζε δὲ τῇ πόλει ἐκείνῃ τότε μέγιστον στρατόπεδον, ὃ τῆς Φοινίκης προήσπιζεν: ὕστερον δὲ μετηνέχθη, ὡς ἐν τοῖς ἑξῆς ἐροῦμεν. φοιτῶντες οὖν οἱ στρατιῶται ἑκάστοτε ἐς τὴν πόλιν, ἔς τε τὸν νεὼν ἰόντες θρησκείας δὴ χάριν, τὸ μειράκιον ἡδέως ἔβλεπον. ἦσαν δέ τινες ἐξ αὐτῶν καὶ πρόσφυγες οἰκεῖοί τε τῆς Μαίσης,

  51. 5.3.10.1

    πρὸς οὓς ἐκείνη θαυμάζοντας τὸν παῖδα, εἴτε πλασαμένη εἴτε καὶ ἀληθεύουσα, ἐξεῖπεν ὅτι ἄρα Ἀντωνίνου υἱός ἐστι φύσει, τῇ δὲ ὑπολήψει ἄλλου δοκοίη: ἐπιφοιτῆσαι γὰρ αὐτὸν ταῖς θυγατράσιν αὐτῆς νέαις τε οὔσαις καὶ ὡραίαις, καθ̓ ὃν καιρὸν ἐν τοῖς βασιλείοις σὺν τῇ ἀδελφῇ διέτριβεν. ὅπερ ἐκεῖνοι ἀκούσαντες, τοῖς συστρατιώταις κατ̓ ὀλίγον ἀπαγγέλλοντες διαβόητον ἐποίησαν τὴν φήμην, ὡς ἐς πᾶν

  52. 5.3.11.1

    χωρῆσαι τὸ στρατιωτικόν. τῇ δὲ Μαίσῃ ἐλέγετο σωροὺς εἶναι χρημάτων, ἐκείνην δὲ ἑτοίμως πάντ̓ ἂν προέσθαι τοῖς στρατιώταις, εἰ τὴν βασιλείαν τῷ γένει ἀνανεώσαιτο. ὡς δὲ συνέθεντο νύκτωρ, εἰ κατέλθοιεν λαθόντες, ἀνοίξειν τὰς πύλας καὶ δέξεσθαι πᾶν τὸ γένος ἔνδον βασιλέα τε καὶ υἱὸν ἀποδείξειν Ἀντωνίνου, ἐπέδωκεν ἑαυτὴν ἡ πρεσβῦτις, ἑλομένη πάντα κίνδυνον ἀναρρῖψαι μᾶλλον ἢ ἰδιωτεύειν καὶ δοκεῖν ἀπερρῖφθαι: νύκτωρ τε λάθρᾳ τῆς πόλεως ὑπεξῆλθε

  53. 5.3.12.1

    σὺν ταῖς θυγατράσι καὶ τοῖς ἐγγόνοις. καταγαγόντων τε αὐτοὺς τῶν προσφυγόντων στρατιωτῶν γενόμενοι πρὸς τῷ τείχει τοῦ στρατοπέδου ῥᾷστα ὑπεδέχθησαν: εὐθέως τε τὸν παῖδα πᾶν τὸ στρατόπεδον Ἀντωνῖνον προσηγόρευσαν, τῇ τε πορφυρᾷ χλαμύδι περιβαλόντες εἶχον ἔνδον. πάντα δὲ τὰ ἐπιτήδεια καὶ παῖδας καὶ γυναῖκας, ὅσα τε εἶχον ἐν κώμαις ἢ ἀγροῖς τοῖς πλησίον, εἰσκομίσαντες, τάς τε πύλας ἀποκλείσαντες, παρεσκεύαζον ἑαυτοὺς ὡς, εἰ δέοι, ὑπομενοῦντες πολιορκίαν.

  54. 5.4.1.1

    ὡς δὲ ταῦτα ἀπηγγέλη τῷ Μακρίνῳ ἐν Ἀντιοχείᾳ διατρίβοντι, ἥ τε φήμη διέδραμεν ἀνὰ τὰ λοιπὰ στρατόπεδα ὅτι τε Ἀντωνίνου υἱὸς εὑρέθη καὶ ὅτι ἡ Ἰουλίας ἀδελφὴ χρήματα δίδωσι, πάντα τὰ λεγόμενα καὶ ἐνδεχόμενα καὶ ἀληθῆ πιστεύσαντες εἶναι τὰς

  55. 5.4.2.1

    ψυχὰς ἐξεπτόηντο. ἐνῆγε δ̓ αὐτοὺς καὶ ἀνέπειθεν ἐς πραγμάτων καινοτομίαν τό τε Μακρίνου μῖσος καὶ τὸ Ἀντωνίνου τῆς μνήμης πάθος, καὶ πρό γε ἁπάντων ἡ τῶν χρημάτων ἐλπίς, ὡς πολλοὺς καὶ αὐτομολοῦντας φοιτᾶν πρὸς τὸν νέον Ἀντωνῖνον. ὁ δὲ Μακρῖνος καταφρονῶν τοῦ πράγματος ὡς παιδαριώδους, χρώμενός τε τῇ συνήθει ῥᾳθυμίᾳ, αὐτὸς μὲν οἴκοι μένει, πέμπει δὲ ἕνα τῶν ἀρχόντων τοῦ στρατοπέδου, δύναμιν δοὺς ὅσην ᾤετο ῥᾷστα ἐκπορθήσειν τοὺς

  56. 5.4.3.1

    ἀφεστῶτας. ὡς δ̓ ἦλθεν Ἰουλιανός ʽτοῦτο γὰρ ἦν ὄνομα τῷ ἐπάρχᾠ καὶ προσέβαλε τοῖς τείχεσιν, ἔνδοθεν οἱ στρατιῶται ἀνελθόντες ἐπί τε τοὺς πύργους καὶ τὰς ἐπάλξεις τόν τε παῖδα τῷ ἔξωθεν πολιορκοῦντι στρατῷ ἐδείκνυσαν, Ἀντωνίνου υἱὸν εὐφημοῦντες, βαλάντιά τε χρημάτων μεστὰ δέλεαρ προδοσίας αὐτοῖς

  57. 5.4.4.1

    ἐδείκνυσαν. οἳ δὲ πιστεύσαντες Ἀντωνίνου τε εἶναι τέκνον καὶ ὁμοιότατόν γε ʽβλέπειν γὰρ οὕτως ἤθελον̓ τοῦ μὲν Ἰουλιανοῦ τὴν κεφαλὴν ἀποτέμνουσι καὶ πέμπουσι τῷ Μακρίνῳ, αὐτοὶ δὲ πάντες ἀνοιχθεισῶν αὐτοῖς τῶν πυλῶν ἐς τὸ στρατόπεδον ἐδέχθησαν. οὕτως ἡ δύναμις αὐξηθεῖσα οὐ μόνον ἦν πρὸς τὸ ἀπομάχεσθαι πολιορκίᾳ ἀλλὰ καὶ πρὸς τὸ συστάδην καὶ ἐξ ἀντιστάσεως ἀγωνίζεσθαι ἀξιόχρεως: ἔτι τε καὶ τῶν αὐτομόλων τὸ πλῆθος ἑκάστοτε, εἰ καὶ κατ̓ ὀλίγους προσιόν, τὴν δύναμιν ηὔξησεν.

  58. 5.4.5.1

    ὁ δὲ Μακρῖνος ὡς ταῦτα ἐπυνθάνετο, ἀθροίσας πάντα ὃν εἶχε στρατόν, ἐπῄει ὡς δὴ πολιορκήσων τοὺς ἐκείνῳ προσκεχωρηκότας. ὁ δὲ Ἀντωνῖνος, οὐκ ἀναμενόντων τῶν σὺν αὐτῷ στρατιωτῶν πολιορκηθῆναι, θαρρησάντων δὲ μετὰ πάσης προθυμίας ἐξελθεῖν τε καὶ ὑπαντώμενοι τῷ Μακρίνῳ ἐκ παρατάξεως

  59. 5.4.6.1

    ἀγωνίζεσθαι, ἐξάγει τὴν αὑτοῦ δύναμιν. συμμίξαντα δὲ ἀλλήλοις τὰ στρατόπεδα Φοινίκης τε καὶ Συρίας ἐν μεθορίοις, οἱ μὲν ὑπὲρ τοῦ Ἀντωνίνου προθύμως ἠγωνίζοντο, δεδιότες, εἰ ἡττηθεῖεν, τὴν ἐφ̓ οἷς ἔδρασαν τιμωρίαν ἀναδέξασθαι: οἱ δὲ σὺν τῷ Μακρίνῳ ῥᾳθυμότερον προσεφέροντο τῷ ἔργῳ, ἀποδιδράσκοντες

  60. 5.4.7.1

    καὶ μετιόντες πρὸς τὸν Ἀντωνῖνον. ἅπερ ὁρῶν ὁ Μακρῖνος, φοβηθείς τε μὴ παντάπασι γυμνωθεὶς τῆς δυνάμεως αἰχμάλωτός τε ληφθεὶς αἰσχίστως ὑβρισθείη, ἔτι τῆς μάχης συνεστώσης, ἑσπέρας ἤδη προσιούσης, ἀπορρίψας τὸ χλαμύδιον καὶ εἴ τι σχῆμα βασιλικὸν περιέκειτο, λαθὼν ἀποδιδράσκει σὺν ὀλίγοις ἑκατοντάρχαις, οὓς πιστοτάτους ᾤετο, τὸ γένειον ἀποκειράμενος, ὡς μὴ γνωρίζοιτο, ἐσθῆτά τε ὁδοιπορικὴν

  61. 5.4.8.1

    λαβὼν καὶ τὴν κεφαλὴν ἀεὶ σκέπων. νύκτωρ τε καὶ μεθ̓ ἡμέραν ὡδοιπόρει, φθάνων τὴν φήμην τῆς ἑαυτοῦ τύχης, τῶν τε ἑκατοντάρχων μεγάλῃ σπουδῇ τὰ ὀχήματα ἐπειγόντων, ὡς ἂν ὑπὸ Μακρίνου ἔτι βασιλεύοντος ἐπί τινα σπουδαῖα πεμφθέντων. ὃ μὲν οὖν ἔφυγεν, ὡς εἴρηται: ὁ δὲ στρατὸς ἑκατέρωθεν ἐμάχοντο, ὑπὲρ τοῦ Μακρίνου οἱ σωματοφύλακες καὶ δορυφόροι, οὓς δὴ πραιτωριανοὺς καλοῦσιν, οἳ γενναίως ἀνθεστήκεσαν παντὶ τῷ ἄλλῳ στρατῷ ἅτε ὄντες μέγιστοί τε καὶ ἐπίλεκτοι: τὸ δὲ ἐπίλοιπον πᾶν πλῆθος ὑπὲρ τοῦ Ἀντωνίνου ἠγωνίζοντο.

  62. 5.4.9.1

    ὡς δὲ ἐπὶ πολὺ τὸν Μακρῖνον οὐκ ἔβλεπον οἱ ὑπὲρ αὐτοῦ μαχόμενοι οὐδὲ τὰ τῆς βασιλείας σύμβολα, διηπόρουν δὴ ποῦ ποτὲ ἄρα εἴη, πότερον ἐν τῷ πλήθει τῶν κειμένων ἢ ἀποδρὰς ᾤχετο, ἠγνόουν τε πῶς χρήσονται τῷ πράγματι: οὔτε γὰρ μάχεσθαι ἤθελον ὑπὲρ τοῦ μὴ παρόντος, παραδοῦναί τε αὑτοὺς

  63. 5.4.10.1

    ἐκδότους καὶ ὥσπερ αἰχμαλώτους ᾐδοῦντο. ὡς δὲ παρὰ τῶν αὐτομόλων ἐπύθετο Ἀντωνῖνος τὴν τοῦ Μακρίνου φυγήν, πέμψας κήρυκας διδάσκει αὐτοὺς ὅτι μάτην ὑπὲρ ἀνάνδρου καὶ φυγάδος μάχονται, ἄδειάν τε καὶ ἀμνηστίαν ἐνόρκως ὑπισχνεῖται, καλεῖ τε καὶ αὑτὸν δορυφορήσοντας. οἳ μὲν οὖν πεισθέντες προσεχώρησαν, ὁ δὲ Ἀντωνῖνος πέμπει τοὺς διώξοντας

  64. 5.4.11.1

    τὸν Μακρῖνον πολὺ προκεχωρηκότα. ἐν Καλχηδόνι γοῦν τῆς Βιθυνίας κατελήφθη, νοσῶν χαλεπώτατα ὑπό τε τῆς συνεχοῦς ὁδοιπορίας συντετριμμένος. ἔνθα αὐτὸν αὐτὸν εὑρόντες ἔν τινι κρυπτόμενον προαστείῳ οἱ διώκοντες τὴν κεφαλὴν ἀπέτεμον. ἐλέγετο δὲ σπεύδειν ἐς τὴν Ῥώμην, θαρρῶν τῇ τοῦ δήμου περὶ αὐτὸν σπουδῇ. περαιούμενον δ̓ αὐτὸν ἐς τὴν Εὐρώπην διὰ τοῦ στενοῦ τῆς Προποντίδος πορθμοῦ, ἤδη τε τῷ Βυζαντίῳ προσπελάζοντα, φασὶν ἀντιπνοίᾳ χρήσασθαι, ἐπανάγοντος αὐτὸν τοῦ πνεύματος

  65. 5.4.12.1

    ἐς τὴν τιμωρίαν. παρὰ τοσοῦτον μὲν δὴ Μακρῖνος οὐκ ἐξέφυγε τοὺς διώξαντας, τέλει τε ἐχρήσατο αἰσχρῷ ὕστερον θελήσας ἐς τὴν Ῥώμην ἀνελθεῖν, δέον ἐν ἀρχῇ τοῦτο ποιῆσαι: ὁμοῦ δὲ ἔπταισε καὶ γνώμῃ καὶ τύχῃ. τέλει μὲν δη τοιούτῳ Μακρῖνος ἐχρήσατο, συναναιρεθέντος αὐτῷ καὶ τοῦ παιδός, ὃν ἦν ποιήσας

  66. 5.5.1.1

    Καίσαρα, Διαδουμενιανὸν καλούμενον: ἐπεὶ δὲ ὅ τε στρατὸς πᾶς μετελθὼν πρὸς τὸν Ἀντωνῖνον προσεῖπε βασιλέα, τά τε τῆς ἀρχῆς ὑπεδέξατο, διοικηθέντων αὐτῷ κατὰ τὴν ἀνατολὴν τῶν ἐπειγόντων ὑπό τε τῆς μάμμης καὶ τῶν συνόντων φίλων ʽαὐτὸς γὰρ ἦν νέος τε τὴν ἡλικίαν, πραγμάτων τε καὶ παιδείας ἄπειροσ̓, οὐ πολλοῦ χρόνου διατρίψας εἶχε περὶ ἔξοδον, σπευδούσης μάλιστα τῆς Μαίσης ἐς τὰ συνήθη ἑαυτῇ βασίλεια

  67. 5.5.2.1

    Ῥώμης. ὡς δὲ τῇ τε συγκλήτῳ καὶ τῷ Ῥωμαίων δήμῳ τὰ πραχθέντα ἐδηλώθη, δυσφόρως μὲν πάντες ἤκουσαν, ὑπήκουον δὲ ἀνάγκῃ τοῦ στρατοῦ ταῦτα ᾑρημένου. κατεγίνωσκόν τε τοῦ Μακρίνου ῥᾳθυμίαν τε καὶ τρόπων χαυνότητα, αἴτιόν τε οὐκ ἄλλον ἀλλ̓ ἢ αὐτὸν ἑαυτῷ γεγενῆσθαι ἔλεγον. ὁ δὲ Ἀντωνῖνος ἀπάρας τῆς Συρίας ἐλθών τε ἐς τὴν Νικομήδειαν ἐχείμαζε, τῆς ὥρας τοῦ ἔτους οὕτως

  68. 5.5.3.1

    ἀπαιτούσης. εὐθέως τε ἐξεβακχεύετο, τήν τε ἱερωσύνην τοῦ ἐπιχωρίου θεοῦ, ᾗ ἐντέθραπτο, περιεργότερον ἐξωρχεῖτο, σχήμασί τε ἐσθῆτος πολυτελεστάτοις χρώμενος, διά τε πορφύρας χρυσοῦ ὑφάσμασι περιδεραίοις τε καὶ ψελίοις κοσμούμενος, ἐς εἶδος δὲ τιάρας στεφάνην ἐπικείμενος χρυσῷ καὶ λίθοις ποικίλην

  69. 5.5.4.1

    τιμίοις. ἦν τε αὐτῷ τὸ σχῆμα μεταξὺ Φοινίσσης ἱερᾶς στολῆς καὶ χλιδῆς Μηδικῆς. Ῥωμαϊκὴν δὲ ἢ Ἑλληνικὴν πᾶσαν ἐσθῆτα ἐμυσάττετο, ἐρίου φάσκων εἰργάσθαι, πράγματος εὐτελοῦς: τοῖς δὲ Σηρῶν ὑφάσμασι μόνοις ἠρέσκετο. προῄει τε ὑπὸ αὐλοῖς καὶ τυμπάνοις, τῷ θεῷ δῆθεν ὀργιάζων.

  70. 5.5.5.1

    ἡ δὲ Μαῖσα ταῦτα ὁρῶσα πάνυ ἤσχαλλε, πείθειν τε λιπαροῦσα ἐπειρᾶτο μεταμφιέσασθαι τὴν Ῥωμαίων στολὴν μέλλοντά τε ἐς τὴν πόλιν ἀφίξεσθαι καὶ ἐς τὴν σύγκλητον εἰσελεύσεσθαι, μὴ ἀλλοδαπὸν ἢ παντάπασι βάρβαρον τὸ σχῆμα ὀφθὲν εὐθὺς λυπήσῃ τοὺς ἰδόντας, ἀήθεις τε ὄντας καὶ οἰομένους τὰ τοιαῦτα καλλωπίσματα οὐκ ἀνδράσιν ἀλλὰ θηλείαις πρέπειν.

  71. 5.5.6.1

    ὃ δὲ καταφρονήσας τῶν ὑπὸ τῆς πρεσβύτιδος λεχθέντων, μηδ̓ ἄλλῳ τινὶ πεισθείς ʽοὐδὲ γὰρ προσίετο εἰ μὴ τοὺς ὁμοιοτρόπους τε καὶ κόλακας αὑτοῦ τῶν ἁμαρτημάτων̓, βουλόμενος ἐν ἔθει γενέσθαι τῆς τοῦ σχήματος ὄψεως τήν τε σύγκλητον καὶ τὸν δῆμον Ῥωμαίων, ἀπόντος τε αὑτοῦ πεῖραν δοθῆναι πῶς φέρουσι τὴν ὄψιν τοῦ σχήματος, εἰκόνα μεγίστην γράψας παντὸς ἑαυτοῦ, οἷος προϊών τε καὶ ἱερουργῶν ἐφαίνετο, παραστήσας τε ἐν τῇ γραφῇ τὸν τύπον τοῦ

  72. 5.5.7.1

    ἐπιχωρίου θεοῦ, ᾧ δὴ καλλιερῶν ἐγέγραπτο, πέμψας τε ἐς τὴν Ῥώμην, ἐκέλευσεν ἐν τῷ μεσαιτάτῳ τῆς συγκλήτου τόπῳ ὑψηλοτάτῳ τε τὴν εἰκόνα ἀνατεθῆναι ὑπὲρ κεφαλῆς τοῦ ἀγάλματος τῆς νίκης, ὡς συνιόντες ἐς τὸ βουλευτήριον λιβανωτόν τε θυμιῶσιν ἕκαστος καὶ οἴνου σπένδωσι. προσέταξέ τε πάντας τοὺς Ῥωμαίων ἄρχοντας, καὶ εἴ τινες δημοσίας θυσίας ἐπιτελοῦσι, πρὸ τῶν ἄλλων θεῶν οὓς δὴ καλοῦσιν ἱερουργοῦντες, ὀνομάζειν τὸν νέον θεὸν Ἐλαιαγάβαλον. ὡς δὲ ἐς τὴν Ῥώμην ἀφίκετο τῷ προειρημένῳ σχήματι, οὐδὲν παράδοξον εἶδον οἱ Ῥωμαῖοι, τῇ

  73. 5.5.8.1

    γραφῇ ἐνειθισμένοι. δοὺς δὲ τὰς συνήθεις τῷ δήμῳ νομὰς ἐπὶ τῇ τῆς βασιλείας διαδοχῇ, φιλοτίμως τε καὶ πολυτελῶς ἐπιτελέσας παντοδαπὰς θέας, νεών τε μέγιστον καὶ κάλλιστον κατασκευάσας τῷ θεῷ, βωμούς τε πλείστους περὶ τὸν νεὼν ἱδρύσας, ἑκάστοτε προϊων ἕωθεν ἑκατόμβας τε ταύρων καὶ προβάτων πολὺ πλῆθος κατέσφαττε τοῖς τε βωμοῖς ἐπετίθει, παντοδαποῖς ἀρώμασι σωρεύων, οἴνου τε τοῦ παλαιοτάτου καὶ καλλίστου πολλοὺς ἀμφορέας τῶν βωμῶν προχέων, ὡς ῥεῖθρα φέρεσθαι οἴνου τε καὶ αἵματος μεμιγμένου.

  74. 5.5.9.1

    περί τε τοὺς βωμοὺς ἐχόρευεν ὑπὸ παντοδαποῖς ἤχοις ὀργάνων, γύναιά τε ἐπιχώρια ἐχόρευε σὺν αὐτῷ, περιθέοντα τοῖς βωμοῖς, κύμβαλα ἢ τύμπανα μετὰ χεῖρας φέροντα: περιειστήκειν δὲ πᾶσα ἡ σύγκλητος καὶ τὸ ἱππικὸν τάγμα ἐν θεάτρου σχήματι. τὰ δὲ σπλάγχνα τῶν ἱερουργηθέντων τά τε ἀρώματα ἐν χρυσοῖς σκεύεσιν ὑπὲρ κεφαλῆς οὐκ οἰκέται δή τινες

  75. 5.5.10.1

    ἢ εὐτελεῖς ἄνθρωποι ἔφερον, ἀλλ̓ οἵ τ̓ ἔπαρχοι τῶν στρατοπέδων καὶ οἱ ἐν ταῖς μεγίσταις πράξεσιν, ἀνεζωσμένοι μὲν χιτῶνας ποδήρεις καὶ χειριδωτοὺς νόμῳ Φοινίκων, ἐν μέσῳ φέροντες μίαν πορφύραν: ὑποδήμασι δὲ λίνου πεποιημένοις ἐχρῶντο, ὥσπερ οἱ κατ̓ ἐκεῖνα τὰ χωρία προφητεύοντες. ἐδόκει δὲ τιμὴν μεγίστην νέμειν οἷς ἐκοινώνει τῆς ἱερουργίας.

  76. 5.6.1.1

    πλὴν καίτοι χορεύειν ἀεὶ καὶ ἱερουργεῖν δοκῶν, πλείστους ἀπέκτεινε τῶν ἐνδόξων τε καὶ πλουσίων, διαβληθέντας αὐτῷ ὡς ἀπαρεσκομένους καὶ σκώπτοντας αὐτοῦ τὸν βίον. ἠγάγετο δὲ γυναῖκα τὴν εὐγενεστάτην Ῥωμαίων, ἣν σεβαστὴν ἀναγορεύσας μετ̓ ὀλίγον χρόνον ἀπεπέμψατο, ἰδιωτεύειν κελεύσας καὶ τῶν

  77. 5.6.2.1

    τιμῶν παρελόμενος. μετ̓ ἐκείνην δὲ προσποιησάμενος ἐρᾶν, ἵνα δὴ καὶ τὰ τῶν ἀνδρῶν πράττειν δοκοίη, παρθένου τῇ Ῥωμαίων Ἑστίᾳ ἱερωμένης ἁγνεύειν τε πρὸς τῶν ἱερῶν νόμων κελευομένης καὶ μέχρι τέλους τοῦ βίου παρθενεύεσθαι, ἀποσπάσας αὐτὴν τῆς Ἑστίας καὶ τοῦ ἱεροῦ παρθενῶνος γυναῖκα ἔθετο, ἐπιστείλας τῇ συγκλήτῳ καὶ παραμυθησάμενος ἀσέβημά τε καὶ ἁμάρτημα τηλικοῦτον, φήσας ἀνθρώπινόν τι πεπονθέναι πάθος: ἔρωτι γὰρ τῆς κόρης ἑαλωκέναι, ἁρμόζοντά τε καὶ σεβάσμιον εἶναι γάμον ἱερέως τε καὶ ἱερείας. πλὴν καὶ ταύτην αὖ μετ̓ οὐ πολὺ ἀπεπέμψατο, τρίτην δὲ πάλιν ἠγάγετο, ἀναφέρουσαν τὸ γένος ἐς Κόμμοδον.

  78. 5.6.3.1

    ἔπαιζε δὲ γάμους οὐ μόνον ἀνθρωπείους, ἀλλὰ καὶ τῷ θεῷ, ᾧ ἱεράτευε, γυναῖκα ἐζήτει: καὶ τῆς τε Παλλάδος τὸ ἄγαλμα, ὃ κρυπτὸν καὶ ἀόρατον σέβουσι Ῥωμαῖοι, ἐς τὸν ἑαυτοῦ θάλαμον μετήγαγε: καὶ μὴ κινηθὲν ἐξ οὗπερ ἦλθεν ἀπὸ Ἰλίου, εἰ μὴ ὅτε πυρὶ κατεφλέχθη ὁ νεώς, ἐκίνησεν οὗτος, καὶ πρὸς γάμον

  79. 5.6.4.1

    δὴ ἐς τὴν βασίλειον αὐλὴν τῷ θεῷ ἀνήγαγε. φήσας δὲ ἀπαρέσκεσθαι αὐτὸν ὡς πάντα ἐν ὅπλοις καὶ πολεμικῇ θεῷ, τῆς Οὐρανίας τὸ ἄγαλμα μετεπέμψατο, σεβόντων αὐτὸ ὑπερφυῶς Καρχηδονίων τε καὶ τῶν κατὰ τὴν Λιβύην ἀνθρώπων. φασὶ δὲ αὐτὸ Διδὼ τὴν Φοίνισσαν ἱδρύσασθαι, ὅτε δὴ τὴν ἀρχαίαν Καρχηδόνα πόλιν ἔκτισε, βύρσαν κατατεμοῦσα. Λίβυες μὲν οὖν αὐτὴν Οὐρανίαν καλοῦσι, Φοίνικες δὲ Ἀστροάρχην

  80. 5.6.5.1

    ὀνομάζουσι, σελήνην εἶναι θέλοντες. ἁρμόζειν τοίνυν λέγων ὁ Ἀντωνῖνος γάμον ἡλίου καὶ σελήνης τό τε ἄγαλμα μετεπέμψατο καὶ πάντα τὸν ἐκεῖθεν χρυσόν, χρήματά τε πάμπλειστα τὴν θεὸν ἐς προῖκα δὴ ἐπιδοῦναι ἐκέλευσε. κομισθέν τε τὸ ἄγαλμα συνῴκισε δὴ τῷ θεῷ, κελεύσας πάντας τοὺς κατὰ Ῥώμην καὶ Ἰταλίαν ἀνθρώπους ἑορτάζειν παντοδαπαῖς τε εὐφροσύναις καὶ εὐωχίαις χρῆσθαι δημοσίᾳ τε καὶ ἰδίᾳ ὡς δὴ γαμούντων θεῶν.

  81. 5.6.6.1

    κατεσκεύασε δὲ καὶ ἐν τῷ προαστείῳ νεὼν μέγιστόν τε καὶ πολυτελέστατον, ἐς ὃν ἑκάστου ἔτους κατῆγε τὸν θεὸν ἀκμάζοντος θέρους. πανηγύρεις τε παντοδαπὰς συνεκρότει, ἱπποδρόμους τε κατασκευάσας καὶ θέατρα, διά τε ἡνιοχείας καὶ πάντων θεαμάτων τε καὶ ἀκροαμάτων πλείστων εὐωχούμενον τὸν δῆμον καὶ παννυχίζοντα εὐφραίνειν ᾤετο. τόν τε θεὸν αὐτὸν ἐπιστήσας ἅρματι χρυσῷ τε καὶ λίθοις τιμιωτάτοις πεποικιλμένῳ κατῆγεν ἀπὸ τῆς πόλεως

  82. 5.6.7.1

    ἐπὶ τὸ προάστειον. τὸ δὲ ἅρμα ἦγεν ἑξάπωλον, ἵππων λευκῶν μεγίστων τε καὶ ἀσπίλων, χρυσῷ πολλῷ καὶ φαλάροις ποικίλοις κεκοσμημένων, τάς τε ἡνίας κατεῖχεν: οὐδέπω δὲ τοῦ ἅρματος ἄνθρωπος ἐπέβαινεν, αὐτῷ δὲ περιέκειντο ὡς ἡνιοχοῦντι δὴ τῷ θεῷ. ὁ δ̓ Ἀντωνῖνος ἔθεε πρὸ τοῦ ἅρματος ἀναποδίζων ἐς τοὐπίσω, ἔς τε τὸν θεὸν ἀποβλέπων καὶ τοὺς χαλινοὺς ἀντέχων τῶν ἵππων: πᾶσάν τε τὴν ὁδὸν ἤνυε τρέχων ἔμπαλιν ἑαυτοῦ ἀφορῶν τε ἐς τὸ πρόσθεν τοῦ

  83. 5.6.8.1

    θεοῦ. πρός τε τὸ μὴ πταῖσαι αὐτὸν ἢ διολισθαίνειν, οὐχ ὁρῶντα ὅπου βαίνει, γῆ τε ἡ χρυσίζουσα παμπλείστη ὑπέστρωτο, οἵ τε προασπίζοντες ἑκατέρωθεν ἀντεῖχον, τῆς ἀσφαλείας τοῦ τοιούτου δρόμου προνοούμενοι. ὁ δὲ δῆμος ἑκατέρωθεν παρέθει μετὰ παντοδαπῆς δᾳδουχίας, στεφάνους καὶ ἄνθη ἐπιρριπτοῦντες: ἀγάλματά τε πάντων θεῶν, καὶ εἴ τι πολυτελὲς ἀνάθημα τίμιον, ὅσα τε τῆς βασιλείας σύμβολα ἢ πολυτελῆ κειμήλια, οἵ τε ἱππεῖς καὶ στρατὸς πᾶς προεπόμπευον

  84. 5.6.9.1

    τοῦ θεοῦ. μετὰ δὲ τὸ καταγαγεῖν αὐτὸν καὶ ἱδρῦσαι ἐν τῷ ναῷ τάς τε προειρημένας θυσίας καὶ πανηγύρεις ἐπετέλει, πύργους τε μεγίστους καὶ ὑψηλοτάτους κατασκευάσας, ἀνιών τε ἐπ’ αὐτοῖς, ἐρρίπτει τοῖς ὄχλοις, ἁρπάζειν πᾶσιν ἐπιτρέπων, ἐκπώματά τε χρυσᾶ καὶ ἀργυρᾶ ἐσθῆτάς τε καὶ ὀθόνας παντοδαπάς, ζῷά τε πάντα, ὅσα ἥμερα ὅσα ἀτίθασα, πλὴν χοίρων: τούτων γὰρ ἀπείχετο Φοινίκων νόμῳ.

  85. 5.6.10.1

    ἐν δὴ ταῖς ἁρπαγαῖς πολλοὶ διεφθείροντο, ὑπό τε ἀλλήλων πατούμενοι καὶ τοῖς δόρασι τῶν στρατιωτῶν περιπίπτοντες, ὡς τὴν ἐκείνου ἑορτὴν πολλοῖς φέρειν συμφοράν. αὐτὸς δὲ ἐβλέπετο πολλάκις ἡνιοχῶν ἢ ὀρχούμενος: οὐδὲ γὰρ λανθάνειν ἤθελεν ἁμαρτάνων. προῄει τε ὑπογραφόμενος τοὺς ὀφθαλμοὺς καὶ τὰς παρειὰς ἐρυθραίνων, φύσει τε πρόσωπον ὡραῖον ὑβρίζων βαφαῖς ἀσχήμοσιν.

  86. 5.7.1.1

    ὁρῶσα δὲ ταῦτα ἡ Μαῖσα, ὑποπτεύουσά τε τοὺς στρατιώτας ἀπαρέσκεσθαι τῷ τοιούτῳ τοῦ βασιλέως βίῳ, καὶ δεδοικυῖα μή τι ἐκείνου παθόντος πάλιν ἰδιωτεύῃ, πείθει αὐτόν, κοῦφον ἄλλως καὶ ἄφρονα νεανίαν, θέσθαι υἱὸν Καίσαρά τε ἀποδεῖξαι τὸν ἑαυτοῦ μὲν ἀνεψιὸν ἐκείνης δὲ ἔγγονον ἐκ τῆς ἑτέρας θυγατρὸς

  87. 5.7.2.1

    Μαμμαίας, εἰποῦσα αὐτῷ κεχαρισμένα, ὡς ἄρα χρὴ ἐκεῖνον μὲν τῇ ἱερωσύνῃ καὶ θρησκείᾳ σχολάζειν τοῦ θεοῦ, βακχείαις καὶ ὀργίοις τοῖς τε θείοις ἔργοις ἀνακείμενον, εἶναι δὲ ἕτερον τὸν τὰ ἀνθρώπεια διοικοῦντα, ἐκείνῳ δὲ παρέξοντα τῆς βασιλείας τὸ ἀνενόχλητόν τε καὶ ἀμέριμνον: μὴ δεῖν τοίνυν ξένον ζητεῖν μηδ̓ ἀλλότριον, ἀλλὰ τῷ ἀνεψιῷ ταῦτα ἐγχειρίσαι.

  88. 5.7.3.1

    μετονομάζεται δὴ ὁ Ἀλεξιανός, καὶ Ἀλέξανδρος καλεῖται, παραχθέντος αὐτῷ τοῦ παππῴου ὀνόματος ἐς τὸ τοῦ Μακεδόνος ὡς πάνυ τε ἐνδόξου καὶ τιμηθέντος ὑπὸ τοῦ δοκοῦντος πατρὸς ἀμφοτέρων εἶναι: τὴν γὰρ Ἀντωνίνου τοῦ Σἑ??ʼήρου παιδὸς μοιχείαν ἀμφότεραι αἱ Μαίσης θυγατέρες αὐτή τε ἡ πρεσβῦτις ἐσεμνύνετο πρὸς τὸ τοὺς στρατιώτας στέργειν τοὺς παῖδας, υἱοὺς ἐκείνου δοκοῦντας εἶναι.

  89. 5.7.4.1

    ἀποδείκνυται δὴ Καῖσαρ ὁ Ἀλέξανδρος, ὕπατός τε σὺν αὐτῷ Ἀντωνίνῳ. κατελθών τε ἐς τὴν σύγκλητον ταῦτα ἐκύρωσε, γελοιότατα ψηφισαμένων πάντων ἃ ἐκελεύοντο, πατέρα μὲν ἐκεῖνον δοκεῖν ἔτη γεγονότα περί που ἑκκαίδεκα, τὸν Ἀλέξανδρον δὲ υἱὸν τοῦ δωδεκάτου ἐπιβαίνοντα. ὡς δὲ Καῖσαρ ὁ Ἀλέξανδρος ἀπεδείχθη, ὁ Ἀντωνῖνος αὐτὸν ἐβούλετο τὰ ἑαυτοῦ παιδεύειν ἐπιτηδεύματα, ὀρχεῖσθαί τε καὶ χορεύειν τῆς τε ἱερωσύνης κοινωνεῖν καὶ σχήμασι καὶ

  90. 5.7.5.1

    ἔργοις ὁμοίοις. ἡ δὲ μήτηρ αὐτὸν ἡ Μαμμαία ἀπῆγε μὲν τῶν αἰσχρῶν καὶ ἀπρεπῶν βασιλεῦσιν ἔργων, διδασκάλους δὲ πάσης παιδείας λάθρᾳ μετεπέμπετο, τοῖς τε σώφροσιν αὐτὸν ἤσκει μαθήμασι, παλαίστραις τε καὶ ἀνδρῶν γυμνασίοις εἴθιζε, παιδείαν τε τὴν Ἑλλήνων καὶ Ῥωμαίων ἐπαίδευεν. ἐφ̓ οἷς Ἀντωνῖνος πάνυ ἤσχαλλε, καὶ μετεγίνωσκε θέμενος αὐτὸν

  91. 5.7.6.1

    υἱὸν καὶ κοινωνὸν τῆς ἀρχῆς. τούς τε οὖν διδασκάλους αὐτοῦ πάντας ἀπεσόβει τῆς βασιλείου αὐλῆς, τινάς τε αὐτῶν τοὺς ἐνδοξοτάτους οὓς μὲν ἀπέκτεινεν οὓς δὲ ἐφυγάδευσεν, αἰτίας: γελοιοτάτας ἐπιφέρων, ὡς διαφθείροιεν αὐτῷ τὸν δοκοῦντα υἱόν, οὐκ ἐπιτρέποντες χορεύειν ἢ βακχεύεσθαι, σωφρονίζοντες δὲ καὶ τὰ ἀνδρῶν διδάσκοντες. ἐς τοσοῦτον δὲ ἐξώκειλε παρανοίας ὡς πάντα τὰ ἀπὸ τῆς σκηνῆς καὶ τῶν δημοσίων θεάτρων μεταγαγεῖν ἐπὶ τὰς μεγίστας τῶν βασιλικῶν πράξεων, καὶ τοῖς μὲν στρατοπέδοις ἔπαρχον ἐπιστῆσαι ὀρχηστήν τινα γεγονότα καὶ δημοσίᾳ ἐν τῷ

  92. 5.7.7.1

    Ῥωμαίων θεάτρῳ ὀρχησάμενον, ὅτε ἦν νέος: πάλιν δὲ ἕτερον ὁμοίως τῆς σκηνῆς βαστάσας, παιδείας τῶν νέων καὶ εὐκοσμίας τῆς τε ὑποστάσεως τῶν ἐς τὴν σύγκλητον βουλὴν ἢ τὸ ἱππικὸν τάγμα κατατασσομένων προέστησεν. ἡνιόχοις τε καὶ κωμῳδοῖς καὶ μίμων ὑποκριταῖς τὰς μεγίστας τῶν βασιλείων πίστεων ἐνεχείρισε. τοῖς δὲ δούλοις αὑτοῦ ἢ ἀπελευθέροις, ὡς ἔτυχεν ἕκαστος ἐπ’ αἰσχρῷ τινὶ εὐδοκιμήσας, τὰς ὑπατικὰς τῶν ἐθνῶν ἐξουσίας ἐνεχείρισε.

  93. 5.8.1.1

    πάντων δὲ οὕτω τῶν πάλαι δοκούντων σεμνῶν ἐς ὕβριν καὶ παροινίαν ἐκβεβακχευμένων, οἵ τε ἄλλοι πάντες ἄνθρωποι καὶ μάλιστα οἱ στρατιῶται ἤχθοντο καὶ ἐδυσφόρουν: ἐμυσάττοντο δὲ αὐτὸν ὁρῶντες τὸ μὲν πρόσωπον καλλωπιζόμενον περιεργότερον ἢ κατὰ γυναῖκα σώφρονα, περιδεραίοις δὲ χρυσίνοις ἐσθῆσί τε ἁπαλαῖς ἀνάνδρως κοσμούμενον, ὀρχούμενόν τε

  94. 5.8.2.1

    οὕτως ὡς ὑπὸ πάντων ὁρᾶσθαι. ἐπιρρεπεστέρας τοίνυν τὰς γνώμας πρὸς τὸν Ἀλέξανδρον εἶχον, καὶ ἐλπίδας κρείττους ἐν παιδὶ κοσμίως καὶ σωφρόνως ἀνατρεφομένῳ. ἐφρούρουν τε αὐτὸν παντοίως ὁρῶντες ἐπιβουλευόμενον ὑπὸ τοῦ Ἀντωνίνου. ἥ τε μήτηρ Μαμμαία οὔτε ποτὸν οὔτε ἐδώδιμόν τι εἴα τὸν παῖδα προσφέρεσθαι τῶν ὑπ’ ἐκείνου πεμπομένων: ὀψοποιοῖς τε καὶ οἰνοχόοις ὁ παῖς ἐχρῆτο οὐ τοῖς βασιλικοῖς καὶ ἐν κοινῇ ὑπηρεσίᾳ τυγχάνουσιν, ἀλλὰ τοῖς ὑπὸ τῆς μητρὸς ἐπιλεχθεῖσι πιστοτάτοις τε εἶναι δοκοῦσιν.

  95. 5.8.3.1

    ἐδίδου δὲ καὶ χρήματα λανθάνουσα διανέμεσθαι τοῖς στρατιώταις κρύβδην, ὅπως αὐτῶν τὴν πρὸς τὸν Ἀλέξανδρον εὔνοιαν καὶ διὰ χρημάτων, ἐς ἃ μάλιστα ἀποβλέπουσιν, οἰκειώσηται. ταῦτα δὴ ὁ Ἀντωνῖνος πυνθανόμενος παντὶ τρόπῳ ἐπεβούλευε τῷ Ἀλεξάνδρῳ καὶ τῇ μητρὶ αὐτοῦ: ἀλλὰ τὰς ἐπιβουλὰς πάσας ἀπεῖργέ τε καὶ ἐκώλυεν ἡ κοινὴ μάμμη ἀμφοτέρων Μαῖσα, γυνὴ καὶ ἄλλως ἐντρεχὴς καὶ τῇ βασιλείῳ αὐλῇ πολλῶν ἐτῶν ἐνδιαιτηθεῖσα, ἅτε τῆς Σἑ??ʼήρου γυναικὸς Ἰουλίας ἀδελφὴ γενομένη καὶ τὰ πάντα σὺν αὐτῇ ἐν τοῖς βασιλείοις

  96. 5.8.4.1

    διατρίψασα. οὐδὲν οὖν αὐτὴν ἐλάνθανε τῶν ὑπὸ τοῦ Ἀντωνίνου βουλευομένων, φύσει τε χαύνου τὸν τρόπον ὄντος, καὶ ἀφειδῶς πάντα καὶ φανερῶς ἃ ἐβουλεύετο λέγοντος καὶ πράττοντος. ὡς δὲ τὰ τῆς ἐπιβουλῆς αὐτῷ οὐ προεχώρει, παραλῦσαι τῆς τοῦ Καίσαρος τιμῆς ἠθέλησε τὸν παῖδα, καὶ οὔτε ἐν ταῖς προσαγορεύσεσιν οὔτε ἐν ταῖς προόδοις Ἀλέξανδρος

  97. 5.8.5.1

    ἐτιμᾶτο. οἱ δὲ στρατιῶται ἐπεζήτουν τε αὐτόν, καὶ ἠγανάκτουν ὅτι δὴ τῆς ἀρχῆς παραλυθείη. διεσκέδασε δὲ ὁ Ἀντωνῖνος καὶ φήμην ὡς τοῦ Ἀλεξάνδρου τεθνήξεσθαι μέλλοντος, ἐποιεῖτό τε ἀπόπειραν ὅπως οἴσουσιν οἱ στρατιῶται τὸ θρυλούμενον. οἳ δ̓ ἐπεὶ μήτε τὸν παῖδα ἔβλεπον ὑπό τε τῆς φήμης τὰς ψυχὰς ἐτρώθησαν, ἀγανακτήσαντες οὔτε τὴν συνήθη φρουρὰν ἔπεμψαν τῷ Ἀντωνίνῳ, κατακλείσαντές τε αὑτοὺς ἐν τῷ στρατοπέδῳ τὸν Ἀλέξανδρον ἐν ἱερῷ

  98. 5.8.6.1

    ἠξίουν ἰδεῖν. ὁ δ̓ Ἀντωνῖνος ἐν δέει πολλῷ γενόμενος, παραλαβὼν τὸν Ἀλέξανδρον, συγκαθεσθεὶς αὐτῷ ἐν τῷ βασιλικῷ φορείῳ, ὅπερ διὰ χρυσοῦ πολλοῦ καὶ λίθων τιμίων πεποίκιλτο, κατῆλθεν ἐς τὸ στρατόπεδον σὺν τῷ Ἀλεξάνδρῳ. ὡς δὲ ἀνοίξαντες τὰς πύλας ἐδέξαντο αὐτοὺς ἔς τε τὸν νεὼν τοῦ στρατοπέδου ἤγαγον, τὸν μὲν Ἀλέξανδρον ὑπερφυῶς ἠσπάζοντό τε καὶ εὐφήμουν, τῷ δὲ Ἀντωνίνῳ ἀμελέστερον

  99. 5.8.7.1

    προσεφέροντο. ἐφ̓ οἷς ἐκεῖνος ἀγανακτῶν, καὶ διανυκτερεύσας ἐν τῷ ἱερῷ τοῦ στρατοπέδου, πάνυ ἤσχαλλε καὶ τοῖς στρατιώταις ὠργίζετο: ἐκέλευέ τε τοὺς παρασήμους καὶ ὑπερφυῶς τὸν Ἀλέξανδρον εὐφημήσαντας, τοὺς δὲ αἰτίους δῆθεν στάσεως καὶ θορύβου,

  100. 5.8.8.1

    συλλαμβάνεσθαι πρὸς τιμωρίαν. οἱ δὲ στρατιῶται ἐπὶ τούτῳ ἀγανακτήσαντες, ἄλλως μὲν μισοῦντες τὸν Ἀντωνῖνον καὶ ἀποσκευάσασθαι θέλοντες ἀσχημονοῦντα βασιλέα, τότε δὲ καὶ τοῖς συλλαμβανομένοις ἐπαμύνειν δεῖν ἡγούμενοι, καιρὸν εὔκαιρον καὶ πρόφασιν δικαίαν νομίζοντες, τὸν μὲν Ἀντωνῖνον αὐτόν τε καὶ τὴν μητέρα Σοαιμίδα ʽπαρῆν γὰρ ὡς σεβαστή τε καὶ μήτηῤ ἀναιροῦσι, τούς τε περὶ αὐτὸν πάντας, ὅσοι ἔνδον κατελήφθησαν ὑπηρέται τε καὶ συνεργοὶ ἐδόκουν εἶναι τῶν ἁμαρτημάτων.

← Previous · Next → — showing 501600 of 844

First Thousand Years of Greek. CTS URN tlg0015.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.