Hymn 33 To the Dioscuri
- 1
ἀμφὶ Διὸς κούρους, ἑλικώπιδες ἔσπετε Μοῦσαι,
- 2
Τυνδαρίδας, Λήδης καλλισφύρου ἀγλαὰ τέκνα,
- 3
Κάστορά θ’ ἱππόδαμον καὶ ἀμώμητον Πολυδεύκεα,
- 4
τοὺς ὑπὸ Ταϋγέτου κορυφῇ ὄρεος μεγάλοιο
- 5
μιχθεῖσ’ ἐν φιλότητι κελαινεφέι Κρονίωνι
- 6
σωτῆρας τέκε παῖδας ἐπιχθονίων ἀνθρώπων
- 7
ὠκυπόρων τε νεῶν, ὅτε τε σπέρχωσιν ἄελλαι
- 8
χειμέριαι κατὰ πόντον ἀμείλιχον· οἳ δ’ ἀπὸ νηῶν
- 9
εὐχόμενοι καλέουσι Διὸς κούρους μεγάλοιο
- 10
ἄρνεσσιν λευκοῖσιν, ἐπ’ ἀκρωτήρια βάντες
- 11
πρύμνης· τὴν δ’ ἄνεμός τε μέγας καὶ κῦμα θαλάσσης
- 12
θῆκαν ὑποβρυχίην· οἳ δ’ ἐξαπίνης ἐφάνησαν
- 13
ξουθῇσι πτερύγεσσι δι’ αἰθέρος ἀίξαντες,
- 14
αὐτίκα δ’ ἀργαλέων ἀνέμων κατέπαυσαν ἀέλλας,
- 15
κύματα δ’ ἐστόρεσαν λευκῆς ἁλὸς ἐν πελάγεσσι,
- 16
σήματα καλά, πόνου ἀπονόσφισιν· οἳ δὲ ἰδόντες
- 17
γήθησαν, παύσαντο δ’ ὀιζυροῖο πόνοιο.
- 18
χαίρετε, Τυνδαρίδαι, ταχέων ἐπιβήτορες ἵππων·
- 19
αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.
Perseus Greek. CTS URN tlg0013.tlg033.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: CC BY-SA 4.0. Source.