Hymn 32 To Selene
- 1
μήνην ἀείδειν τανυσίπτερον ἔσπετε, Μοῦσαι,
- 2
ἡδυεπεῖς κοῦραι Κρονίδεω Διός, ἵστορες ᾠδῆς·
- 3
ἧς ἄπο αἴγλη γαῖαν ἑλίσσεται οὐρανόδεικτος
- 4
κρατὸς ἀπʼ ἀθανάτοιο, πολὺς δʼ ὑπὸ κόσμος ὄρωρεν
- 5
αἴγλης λαμπούσης· στίλβει δέ τʼ ἀλάμπετος ἀὴρ
- 6
χρυσέου ἀπὸ στεφάνου, ἀκτῖνες δʼ ἐνδιάονται,
- 7
εὖτʼ ἂν ἀπʼ Ὠκεανοῖο λοεσσαμένη χρόα καλόν,
- 8
εἵματα ἑσσαμένη τηλαυγέα δῖα Σελήνη,
- 9
ζευξαμένη πώλους ἐριαύχενας, αἰγλήεντας,
- 10
ἐσσυμένως προτέρωσʼ ἐλάσῃ καλλίτριχας ἵππους,
- 11
ἑσπερίη, διχόμηνος· ὃ δὲ πλήθει μέγας ὄγμος
- 12
λαμπρόταταί τʼ αὐγαὶ τότʼ ἀεξομένης τελέθουσιν
- 13
οὐρανόθεν· τέκμωρ δὲ βροτοῖς καὶ σῆμα τέτυκται.
- 14
τῇ ῥά ποτε Κρονίδης ἐμίγη φιλότητι καὶ εὐνῇ·
- 15
ἣ δʼ ὑποκυσαμένη Πανδείην γείνατο κούρην,
- 16
ἐκπρεπὲς εἶδος ἔχουσαν ἐν ἀθανάτοισι θεοῖσι.
- 17
χαῖρε, ἄνασσα, θεὰ λευκώλενε, δῖα Σελήνη,
- 18
πρόφρον, ἐυπλόκαμος· σέο δʼ ἀρχόμενος κλέα φωτῶν
- 19
ᾄσομαι ἡμιθέων, ὧν κλείουσʼ ἔργματʼ ἀοιδοί,
- 20
Μουσάων θεράποντες, ἀπὸ στομάτων ἐροέντων.
Perseus Greek. CTS URN tlg0013.tlg032.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: CC BY-SA 4.0. Source.