Hymn 30 To Earth
- 1
γαῖαν παμμήτειραν ἀείσομαι, ἠυθέμεθλον,
- 2
πρεσβίστην, ἣ φέρβει ἐπὶ χθονὶ πάνθʼ ὁπόσʼ ἐστίν,
- 3
ἠμὲν ὅσα χθόνα δῖαν ἐπέρχεται ἠδʼ ὅσα πόντον
- 4
ἠδʼ ὅσα πωτῶνται, τάδε φέρβεται ἐκ σέθεν ὄλβου.
- 5
ἐκ σέο δʼ εὔπαιδές τε καὶ εὔκαρποι τελέθουσι,
- 6
πότνια, σεῦ δʼ ἔχεται δοῦναι βίον ἠδʼ ἀφελέσθαι
- 7
θνητοῖς ἀνθρώποισιν· ὃ δʼ ὄλβιος, ὅν κε σὺ θυμῷ
- 8
πρόφρων τιμήσῃς· τῷ τʼ ἄφθονα πάντα πάρεστι.
- 9
βρίθει μέν σφιν ἄρουρα φερέσβιος ἠδὲ κατʼ ἀγροὺς
- 10
κτήνεσιν εὐθηνεῖ, οἶκος δʼ ἐμπίπλαται ἐσθλῶν·
- 11
αὐτοὶ δʼ εὐνομίῃσι πόλιν κάτα καλλιγύναικα
- 12
κοιρανέουσʼ, ὄλβος δὲ πολὺς καὶ πλοῦτος ὀπηδεῖ·
- 13
παῖδες δʼ εὐφροσύνῃ νεοθηλέι κυδιόωσι
- 14
παρθενικαί τε χοροῖς πολυανθέσιν εὔφρονι θυμῷ
- 15
παίζουσαι σκαίρουσι κατʼ ἄνθεα μαλθακὰ ποίης,
- 16
οὕς κε σὺ τιμήσῃς, σεμνὴ θεά, ἄφθονε δαῖμον.
- 17
χαῖρε, θεῶν μήτηρ, ἄλοχʼ Οὐρανοῦ ἀστερόεντος,
- 18
πρόφρων δʼ ἀντʼ ᾠδῆς βίοτον θυμήρεʼ ὄπαζε·
- 19
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.
Perseus Greek. CTS URN tlg0013.tlg030.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: CC BY-SA 4.0. Source.