Hymn 28 To Athena
- 1
Παλλάδ’ Ἀθηναίην, κυδρὴν θεόν, ἄρχομ’ ἀείδειν
- 2
γλαυκῶπιν, πολύμητιν, ἀμείλιχον ἦτορ ἔχουσαν,
- 3
παρθένον αἰδοίην, ἐρυσίπτολιν, ἀλκήεσσαν,
- 4
Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺς
- 5
σεμνῆς ἐκ κεφαλῆς, πολεμήια τεύχε’ ἔχουσαν,
- 6
χρύσεα, παμφανόωντα· σέβας δ’ ἔχε πάντας ὁρῶντας
- 7
ἀθανάτους· ἣ δὲ πρόσθεν Διὸς αἰγιόχοιο
- 8
ἐσσυμένως ὤρουσεν ἀπ’ ἀθανάτοιο καρήνου,
- 9
σείσασ’ ὀξὺν ἄκοντα· μέγας δ’ ἐλελίζετ’ Ὄλυμπος
- 10
δεινὸν ὑπὸ βρίμης γλαυκώπιδος· ἀμφὶ δὲ γαῖα
- 11
σμερδαλέον ἰάχησεν· ἐκινήθη δ’ ἄρα πόντος,
- 12
κύμασι πορφυρέοισι κυκώμενος· ἔκχυτο δ’ ἅλμη
- 13
ἐξαπίνης· στῆσεν δ’ Ὑπερίονος ἀγλαὸς υἱὸς
- 14
ἵππους ὠκύποδας δηρὸν χρόνον, εἰσότε κούρη
- 15
εἵλετ’ ἀπ’ ἀθανάτων ὤμων θεοείκελα τεύχη
- 16
Παλλὰς Ἀθηναίη· γήθησε δὲ μητίετα Ζεύς.
- 17
καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς τέκος αἰγιόχοιο·
- 18
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.
Perseus Greek. CTS URN tlg0013.tlg028.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: CC BY-SA 4.0. Source.