Hymn 27 To Artemis
- 1
Ἄρτεμιν ἀείδω χρυσηλάκατον, κελαδεινήν,
- 2
παρθένον αἰδοίην, ἐλαφηβόλον, ἰοχέαιραν,
- 3
αὐτοκασιγνήτην χρυσαόρου Ἀπόλλωνος,
- 4
ἣ κατ’ ὄρη σκιόεντα καὶ ἄκριας ἠνεμοέσσας
- 5
ἄγρῃ τερπομένη παγχρύσεα τόξα τιταίνει
- 6
πέμπουσα στονόεντα βέλη· τρομέει δὲ κάρηνα
- 7
ὑψηλῶν ὀρέων, ἰάχει δ’ ἔπι δάσκιος ὕλη
- 8
δεινὸν ὑπὸ κλαγγῆς θηρῶν, φρίσσει δέ τε γαῖα
- 9
πόντος τ’ ἰχθυόεις· ἣ δ’ ἄλκιμον ἦτορ ἔχουσα
- 10
πάντη ἐπιστρέφεται θηρῶν ὀλέκουσα γενέθλην.
- 11
αὐτὰρ ἐπὴν τερφθῇ θηροσκόπος ἰοχέαιρα,
- 12
εὐφρήνῃ δὲ νόον, χαλάσασ’ εὐκαμπέα τόξα
- 13
ἔρχεται ἐς μέγα δῶμα κασιγνήτοιο φίλοιο,
- 14
Φοίβου Ἀπόλλωνος, Δελφῶν ἐς πίονα δῆμον,
- 15
Μουσῶν καὶ Χαρίτων καλὸν χορὸν ἀρτυνέουσα.
- 16
ἔνθα κατακρεμάσασα παλίντονα τόξα καὶ ἰοὺς
- 17
ἡγεῖται χαρίεντα περὶ χροῒ κόσμον ἔχουσα,
- 18
ἐξάρχουσα χορούς· αἳ δ’ ἀμβροσίην ὄπ’ ἰεῖσαι
- 19
ὑμνεῦσιν Λητὼ καλλίσφυρον, ὡς τέκε παῖδας
- 20
ἀθανάτων βουλῇ τε καὶ ἔργμασιν ἔξοχ’ ἀρίστους.
- 21
χαίρετε, τέκνα Διὸς καὶ Λητοῦς ἠυκόμοιο·
- 22
αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.
Perseus Greek. CTS URN tlg0013.tlg027.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: CC BY-SA 4.0. Source.