Hymn 22 To Poseidon
- 1
ἀμφὶ Ποσειδάωνα, μέγαν θεόν, ἄρχομʼ ἀείδειν,
- 2
γαίης κινητῆρα καὶ ἀτρυγέτοιο θαλάσσης,
- 3
πόντιον, ὅσθʼ Ἑλικῶνα καὶ εὐρείας ἔχει Αἰγάς.
- 4
διχθά τοι, Ἐννοσίγαιε, θεοὶ τιμὴν ἐδάσαντο,
- 5
ἵππων τε δμητῆρʼ ἔμεναι σωτῆρά τε νηῶν.
- 6
χαῖρε, Ποσείδαον γαιήοχε, κυανοχαῖτα,
- 7
καί, μάκαρ, εὐμενὲς ἦτορ ἔχων πλώουσιν ἄρηγε.
Perseus Greek. CTS URN tlg0013.tlg022.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: CC BY-SA 4.0. Source.