Hymn 19 to Pan
- 1
ἀμφί μοι Ἑρμείαο φίλον γόνον ἔννεπε, Μοῦσα,
- 2
αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ὅστ’ ἀνὰ πίση
- 3
δενδρήεντ’ ἄμυδις φοιτᾷ χορογηθέσι νύμφαις,
- 4
αἵ τε κατ’ αἰγίλιπος πέτρης στείβουσι κάρηνα
- 5
Πᾶν’ ἀνακεκλόμεναι, νόμιον θεόν, ἀγλαέθειρον,
- 6
αὐχμήενθ’, ὃς πάντα λόφον νιφόεντα λέλογχε
- 7
καὶ κορυφὰς ὀρέων καὶ πετρήεντα κάρηνα.
- 8
φοιτᾷ δ’ ἔνθα καὶ ἔνθα διὰ ῥωπήια πυκνά,
- 9
ἄλλοτε μὲν ῥείθροισιν ἐφελκόμενος μαλακοῖσιν,
- 10
ἄλλοτε δ’ αὖ πέτρῃσιν ἐν ἠλιβάτοισι διοιχνεῖ,
- 11
ἀκροτάτην κορυφὴν μηλοσκόπον εἰσαναβαίνων.
- 12
πολλάκι δ’ ἀργινόεντα διέδραμεν οὔρεα μακρά,
- 13
πολλάκι δ’ ἐν κνημοῖσι διήλασε θῆρας ἐναίρων,
- 14
ὀξέα δερκόμενος· τότε δ’ ἕσπερος ἔκλαγεν οἶον
- 15
ἄγρης ἐξανιών, δονάκων ὕπο μοῦσαν ἀθύρων
- 16
νήδυμον· οὐκ ἂν τόν γε παραδράμοι ἐν μελέεσσιν
- 17
ὄρνις, ἥτ’ ἔαρος πολυανθέος ἐν πετάλοισι
- 18
θρῆνον ἐπιπροχέουσ’ ἀχέει μελίγηρυν ἀοιδήν.
- 19
σὺν δέ σφιν τότε Νύμφαι ὀρεστιάδες λιγύμολποι
- 20
φοιτῶσαι πύκα ποσσὶν ἐπὶ κρήνῃ μελανύδρῳ
- 21
μέλπονται· κορυφὴν δὲ περιστένει οὔρεος Ἠχώ·
- 22
δαίμων δ’ ἔνθα καὶ ἔνθα χορῶν, τοτὲ δ’ ἐς μέσον ἕρπων,
- 23
πυκνὰ ποσὶν διέπει, λαῖφος δ’ ἐπὶ νῶτα δαφοινὸν
- 24
λυγκὸς ἔχει, λιγυρῇσιν ἀγαλλόμενος φρένα μολπαῖς
- 25
ἐν μαλακῷ λειμῶνι, τόθι κρόκος ἠδ’ ὑάκινθος
- 26
εὐώδης θαλέθων καταμίσγεται ἄκριτα ποίῃ.
- 27
ὑμνεῦσιν δὲ θεοὺς μάκαρας καὶ μακρὸν Ὄλυμπον·
- 28
οἷόν θ’ Ἑρμείην ἐριούνιον ἔξοχον ἄλλων
- 29
ἔννεπον, ὡς ὅ γ’ ἅπασι θεοῖς θοὸς ἄγγελός ἐστι,
- 30
καί ῥ’ ὅ γ’ ἐς Ἀρκαδίην πολυπίδακα, μητέρα μήλων,
- 31
ἐξίκετ’, ἔνθα τέ οἱ τέμενος Κυλληνίου ἐστίν.
- 32
ἔνθ’ ὅ γε καὶ θεὸς ὢν ψαφαρότριχα μῆλ’ ἐνόμευεν
- 33
ἀνδρὶ πάρα θνητῷ θάλε γὰρ πόθος ὑγρὸς ἐπελθὼν
- 34
νύμφῃ ἐυπλοκάμῳ Δρύοπος φιλότητι μιγῆναι·
- 35
ἐκ δ’ ἐτέλεσσε γάμον θαλερόν. τέκε δ’ ἐν μεγάροισιν
- 36
Ἑρμείῃ φίλον υἱόν, ἄφαρ τερατωπὸν ἰδέσθαι,
- 37
αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ἡδυγέλωτα·
- 38
φεῦγε δ’ ἀναΐξασα, λίπεν δ’ ἄρα παῖδα τιθήνη
- 39
δεῖσε γάρ, ὡς ἴδεν ὄψιν ἀμείλιχον, ἠυγένειον.
- 40
τὸν δ’ αἶψ’ Ἑρμείας ἐριούνιος εἰς χέρα θῆκε
- 41
δεξάμενος, χαῖρεν δὲ νόῳ περιώσια δαίμων.
- 42
ῥίμφα δ’ ἐς ἀθανάτων ἕδρας κίε παῖδα καλύψας
- 43
δέρμασιν ἐν πυκινοῖσιν ὀρεσκῴοιο λαγωοῦ
- 44
πὰρ δὲ Ζηνὶ κάθιζε καὶ ἄλλοις ἀθανάτοισι,
- 45
δεῖξε δὲ κοῦρον ἑόν· πάντες δ’ ἄρα θυμὸν ἔτερφθεν
- 46
ἀθάνατοι, περίαλλα δ’ ὁ Βάκχειος Διόνυσος·
- 47
Πᾶνα δέ μιν καλέεσκον, ὅτι φρένα πᾶσιν ἔτερψε.
- 48
καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ, ἵλαμαι δέ σ’ ἀοιδῇ
- 49
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.
Perseus Greek. CTS URN tlg0013.tlg019.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: CC BY-SA 4.0. Source.