Hymn 18 To Hermes
- 1
Ἑρμῆν ἀείδω Κυλλήνιον, Ἀργειφόντην,
- 2
Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,
- 3
ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα,
- 4
Ατλαντος θυγάτηρ, Διὸς ἐν φιλότητι μιγεῖσα,
- 5
αἰδοίη· μακάρων δὲ θεῶν ἀλέεινεν ὅμιλον,
- 6
ἄντρῳ ναιετάουσα παλισκίῳ· ἔνθα Κρονίων
- 7
νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,
- 8
εὖτε κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην·
- 9
λάνθανε δ’ ἀθανάτους τε θεοὺς θνητούς τ’ ἀνθρώπους.
- 10
καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος υἱέ·
- 11
σεῦ δ’ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.
- 12
[χαῖρ’. Ἑρμῆ χαριδῶτα, διάκτορε, δῶτορ ἐάων.]
Perseus Greek. CTS URN tlg0013.tlg018.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: CC BY-SA 4.0. Source.