Hymn 16 To Asclepius
- 1
ἰητῆρα νόσων Ἀσκληπιὸν ἄρχομʼ ἀείδειν,
- 2
υἱὸν Ἀπόλλωνος, τὸν ἐγείνατο δῖα Κορωνὶς
- 3
Δωτίῳ ἐν πεδίῳ, κούρη Φλεγύου βασιλῆος,
- 4
χάρμα μέγʼ ἀνθρώποισι, κακῶν θελκτῆρʼ ὀδυνάων.
- 5
καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ· λίτομαι δέ σʼ ἀοιδῇ.
Perseus Greek. CTS URN tlg0013.tlg016.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: CC BY-SA 4.0. Source.