Hymn 9 To Artemis
- 1
Ἄρτεμιν ὕμνει, Μοῦσα, κασιγνήτην Ἑκάτοιο.
- 2
παρθένον ἰοχέαιραν, ὁμότροφον Ἀπόλλωνος,
- 3
ἥθʼ ἵππους ἄρσασα βαθυσχοίνοιο Μέλητος
- 4
ῥίμφα διὰ Σμύρνης παγχρύσεον ἅρμα διώκει
- 5
ἐς Κλάρον ἀμπελόεσσαν, ὅθʼ ἀργυρότοξος Ἀπόλλων
- 6
ἧσται μιμνάζων ἑκατηβόλον ἰοχέαιραν.
- 7
καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θʼ ἅμα πᾶσαι ἀοιδῇ·
- 8
αὐτὰρ ἐγώ σε πρῶτα καὶ ἐκ σέθεν ἄρχομʼ ἀείδειν,
- 9
σεῦ δʼ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.
Perseus Greek. CTS URN tlg0013.tlg009.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: CC BY-SA 4.0. Source.