Hymn 8 To Ares
- 1
Ἆρες ὑπερμενέτα, βρισάρματε, χρυσεοπήληξ,
- 2
ὀβριμόθυμε, φέρασπι, πολισσόε, χαλκοκορυστά,
- 3
καρτερόχειρ, ἀμόγητε, δορισθενές, ἕρκος Ὀλύμπου,
- 4
Νίκης εὐπολέμοιο πάτερ, συναρωγὲ Θέμιστος,
- 5
ἀντιβίοισι τύραννε, δικαιοτάτων ἀγὲ φωτῶν,
- 6
ἠνορέης σκηπτοῦχε, πυραυγέα κύκλον ἑλίσσων
- 7
αἰθέρος ἑπταπόροις ἐνὶ τείρεσιν, ἔνθα σε πῶλοι
- 8
ζαφλεγέες τριτάτης ὑπὲρ ἄντυγος αἰὲν ἔχουσι·
- 9
κλῦθι, βροτῶν ἐπίκουρε, δοτὴρ εὐθαρσέος ἥβης,
- 10
πρηὺ καταστίλβων σέλας ὑψόθεν ἐς βιότητα
- 11
ἡμετέρην καὶ κάρτος ἀρήιον, ὥς κε δυναίμην
- 12
σεύασθαι κακότητα πικρὴν ἀπʼ ἐμοῖο καρήνου,
- 13
καὶ ψυχῆς ἀπατηλὸν ὑπογνάμψαι φρεσὶν ὁρμήν,
- 14
θυμοῦ αὖ μένος ὀξὺ κατισχέμεν, ὅς μʼ ἐρέθῃσι
- 15
φυλόπιδος κρυερῆς ἐπιβαινέμεν· ἀλλὰ σὺ θάρσος
- 16
δός, μάκαρ, εἰρήνης τε μένειν ἐν ἀπήμοσι θεσμοῖς
- 17
δυσμενέων προφυγόντα μόθον Κῆράς τε βιαίους.
Perseus Greek. CTS URN tlg0013.tlg008.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: CC BY-SA 4.0. Source.