Hymn 7 To Dionysus
- 1
ἀμφὶ Διώνυσον, Σεμέλης ἐρικυδέος υἱόν,
- 2
μνήσομαι, ὡς ἐφάνη παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο
- 3
ἀκτῇ ἔπι προβλῆτι νεηνίῃ ἀνδρὶ ἐοικώς,
- 4
πρωθήβῃ· καλαὶ δὲ περισσείοντο ἔθειραι,
- 5
κυάνεαι, φᾶρος δὲ περὶ στιβαροῖς ἔχεν ὤμοις
- 6
πορφύρεον· τάχα δ’ ἄνδρες ἐυσσέλμου ἀπὸ νηὸς
- 7
ληισταὶ προγένοντο θοῶς ἐπὶ οἴνοπα πόντον,
- 8
Τυρσηνοί· τοὺς δ’ ἦγε κακὸς μόρος· οἳ δὲ ἰδόντες
- 9
νεῦσαν ἐς ἀλλήλους, τάχα δ’ ἔκθορον. αἶψα δ’ ἑλόντες
- 10
εἷσαν ἐπὶ σφετέρης νηὸς κεχαρημένοι ἦτορ.
- 11
υἱὸν γάρ μιν ἔφαντο διοτρεφέων βασιλήων
- 12
εἶναι καὶ δεσμοῖς ἔθελον δεῖν ἀργαλέοισι.
- 13
τὸν δ’ οὐκ ἴσχανε δεσμά, λύγοι δ’ ἀπὸ τηλόσε πῖπτον
- 14
χειρῶν ἠδὲ ποδῶν· ὃ δὲ μειδιάων ἐκάθητο
- 15
ὄμμασι κυανέοισι· κυβερνήτης δὲ νοήσας
- 16
αὐτίκα οἷς ἑτάροισιν ἐκέκλετο φώνησέν τε·
- 17
δαιμόνιοι, τίνα τόνδε θεὸν δεσμεύεθ’ ἑλόντες,
- 18
καρτερόν; οὐδὲ φέρειν δύναταί μιν νηῦς εὐεργής.
- 19
ἢ γὰρ Ζεὺς ὅδε γ’ ἐστὶν ἢ ἀργυρότοξος Ἀπόλλων
- 20
ἠὲ Ποσειδάων· ἐπεὶ οὐ θνητοῖσι βροτοῖσιν
- 21
εἴκελος, ἀλλὰ θεοῖς, οἳ Ὀλύμπια δώματ’ ἔχουσιν.
- 22
ἀλλ’ ἄγετ’, αὐτὸν ἀφῶμεν ἐπ’ ἠπείροιο μελαίνης
- 23
αὐτίκα· μηδ’ ἐπὶ χεῖρας ἰάλλετε, μή τι χολωθεὶς
- 24
ὄρσῃ ἔπ’ ἀργαλέους τ’ ἀνέμους καὶ λαίλαπα πολλήν.
- 25
Ὣς φάτο· τὸν δ’ ἀρχὸς στυγερῷ ἠνίπαπε μύθῳ·
- 26
δαιμόνι’, οὖρον ὅρα, ἅμα δ’ ἱστίον ἕλκεο νηὸς
- 27
σύμπανθ’ ὅπλα λαβών· ὅδε δ’ αὖτ’ ἄνδρεσσι μελήσει.
- 28
ἔλπομαι, ἢ Αἴγυπτον ἀφίξεται ἢ ὅ γε Κύπρον
- 29
ἢ ἐς Ὑπερβορέους ἢ ἑκαστέρω· ἐς δὲ τελευτὴν
- 30
ἔκ ποτ’ ἐρεῖ αὐτοῦ τε φίλους καὶ κτήματα πάντα
- 31
οὕς τε κασιγνήτους, ἐπεὶ ἡμῖν ἔμβαλε δαίμων.
- 32
ὣς εἰπὼν ἱστόν τε καὶ ἱστίον ἕλκετο νηός.
- 33
ἔμπνευσεν δ’ ἄνεμος μέσον ἱστίον· ἀμφὶ δ’ ἄρ’ ὅπλα
- 34
καττάνυσαν· τάχα δέ σφιν ἐφαίνετο θαυματὰ ἔργα.
- 35
οἶνος μὲν πρώτιστα θοὴν ἀνὰ νῆα μέλαιναν
- 36
ἡδύποτος κελάρυζ’ εὐώδης, ὤρνυτο δ’ ὀδμὴ
- 37
ἀμβροσίη· ναύτας δὲ τάφος λάβε πάντας ἰδόντας.
- 38
αὐτίκα δ’ ἀκρότατον παρὰ ἱστίον ἐξετανύσθη
- 39
ἄμπελος ἔνθα καὶ ἔνθα, κατεκρημνῶντο δὲ πολλοὶ
- 40
βότρυες· ἀμφ’ ἱστὸν δὲ μέλας εἱλίσσετο κισσός,
- 41
ἄνθεσι τηλεθάων, χαρίεις δ’ ἐπὶ καρπὸς ὀρώρει·
- 42
πάντες δὲ σκαλμοὶ στεφάνους ἔχον· οἳ δὲ ἰδόντες,
- 43
νῆ’ ἤδη τότ’ ἔπειτα κυβερνήτην ἐκέλευον
- 44
γῇ πελάαν· ὃ δ’ ἄρα σφι λέων γένετ’ ἔνδοθι νηὸς
- 45
δεινὸς ἐπ’ ἀκροτάτης, μέγα δ’ ἔβραχεν, ἐν δ’ ἄρα μέσσῃ
- 46
ἄρκτον ἐποίησεν λασιαύχενα, σήματα φαίνων·
- 47
ἂν δ’ ἔστη μεμαυῖα· λέων δ’ ἐπὶ σέλματος ἄκρου
- 48
δεινὸν ὑπόδρα ἰδών· οἳ δ’ ἐς πρύμνην ἐφόβηθεν,
- 49
ἀμφὶ κυβερνήτην δὲ σαόφρονα θυμὸν ἔχοντα
- 50
ἔσταν ἄρ’ ἐκπληγέντες· ὃ δ’ ἐξαπίνης ἐπορούσας
- 51
ἀρχὸν ἕλ’, οἳ δὲ θύραζε κακὸν μόρον ἐξαλύοντες
- 52
πάντες ὁμῶς πήδησαν, ἐπεὶ ἴδον, εἰς ἅλα δῖαν,
- 53
δελφῖνες δ’ ἐγένοντο· κυβερνήτην δ’ ἐλεήσας
- 54
ἔσχεθε καί μιν ἔθηκε πανόλβιον εἶπέ τε μῦθον·
- 55
θάρσει, †δῖε κάτωρ†, τῷ ἐμῷ κεχαρισμένε θυμῷ·
- 56
εἰμὶ δ’ ἐγὼ Διόνυσος ἐρίβρομος, ὃν τέκε μήτηρ
- 57
Καδμηὶς Σεμέλη Διὸς ἐν φιλότητι μιγεῖσα.
- 58
χαῖρε, τέκος Σεμέλης εὐώπιδος· οὐδέ πη ἔστι
- 59
σεῖό γε ληθόμενον γλυκερὴν κοσμῆσαι ἀοιδήν.
Perseus Greek. CTS URN tlg0013.tlg007.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: CC BY-SA 4.0. Source.