Hymn 6 To Aphrodite
- 1
αἰδοίην, χρυσοστέφανον, καλὴν Ἀφροδίτην
- 2
ᾄσομαι, ἣ πάσης Κύπρου κρήδεμνα λέλογχεν
- 3
εἰναλίης, ὅθι μιν Ζεφύρου μένος ὑγρὸν ἀέντος
- 4
ἤνεικεν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης
- 5
ἀφρῷ ἔνι μαλακῷ· τὴν δὲ χρυσάμπυκες Ὧραι
- 6
δέξαντ’ ἀσπασίως, περὶ δ’ ἄμβροτα εἵματα ἕσσαν·
- 7
κρατὶ δ’ ἐπ’ ἀθανάτῳ στεφάνην εὔτυκτον ἔθηκαν
- 8
καλήν, χρυσείην· ἐν δὲ τρητοῖσι λοβοῖσιν
- 9
ἄνθεμ’ ὀρειχάλκου χρυσοῖό τε τιμήεντος·
- 10
δειρῇ δ’ ἀμφ’ ἁπαλῇ καὶ στήθεσιν ἀργυφέοισιν
- 11
ὅρμοισι χρυσέοισιν ἐκόσμεον, οἷσί περ αὐταὶ
- 12
Ὧραι κοσμείσθην χρυσάμπυκες, ὁππότ’ ἴοιεν
- 13
ἐς χορὸν ἱμερόεντα θεῶν καὶ δώματα πατρός.
- 14
αὐτὰρ ἐπειδὴ πάντα περὶ χροῒ κόσμον ἔθηκαν,
- 15
ἦγον ἐς ἀθανάτους· οἳ δ’ ἠσπάζοντο ἰδόντες
- 16
χερσί τ’ ἐδεξιόωντο καὶ ἠρήσαντο ἕκαστος
- 17
εἶναι κουριδίην ἄλοχον καὶ οἴκαδ’ ἄγεσθαι,
- 18
εἶδος θαυμάζοντες ἰοστεφάνου Κυθερείης.
- 19
χαῖρ’ ἑλικοβλέφαρε, γλυκυμείλιχε· δὸς δ’ ἐν ἀγῶνι
- 20
νίκην τῷδε φέρεσθαι, ἐμὴν δ’ ἔντυνον ἀοιδήν.
- 21
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.
Perseus Greek. CTS URN tlg0013.tlg006.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: CC BY-SA 4.0. Source.