Hymn 4 To Hermes
- 1
Ἑρμῆν ὕμνει, Μοῦσα, Διὸς καὶ Μαιάδος υἱόν,
- 2
Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,
- 3
ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα,
- 4
νύμφη ἐυπλόκαμος, Διὸς ἐν φιλότητι μιγεῖσα,
- 5
αἰδοίη· μακάρων δὲ θεῶν ἠλεύαθʼ ὅμιλον,
- 6
ἄντρον ἔσω ναίουσα παλίσκιον, ἔνθα Κρονίων
- 7
νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,
- 8
ὄφρα κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην,
- 9
λήθων ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους.
- 10
ἀλλʼ ὅτε δὴ μεγάλοιο Διὸς νόος ἐξετελεῖτο,
- 11
τῇ δʼ ἤδη δέκατος μεὶς οὐρανῷ ἐστήρικτο,
- 12
εἴς τε φόως ἄγαγεν ἀρίσημά τε ἔργα τέτυκτο·
- 13
καὶ τότʼ ἐγείνατο παῖδα πολύτροπον, αἱμυλομήτην,
- 14
ληιστῆρʼ, ἐλατῆρα βοῶν, ἡγήτορʼ ὀνείρων,
- 15
νυκτὸς ὀπωπητῆρα, πυληδόκον, ὃς τάχʼ ἔμελλεν
- 16
ἀμφανέειν κλυτὰ ἔργα μετʼ ἀθανάτοισι θεοῖσιν.
- 17
ἠῷος γεγονὼς μέσῳ ἤματι ἐγκιθάριζεν,
- 18
ἑσπέριος βοῦς κλέψεν ἑκηβόλου Ἀπόλλωνος
- 19
τετράδι τῇ προτέρῃ, τῇ μιν τέκε πότνια Μαῖα.
- 20
ὃς καί, ἐπειδὴ μητρὸς ἀπʼ ἀθανάτων θόρε γυίων,
- 21
οὐκέτι δηρὸν ἔκειτο μένων ἱερῷ ἐνὶ λίκνῳ,
- 22
ἀλλʼ ὅ γʼ ἀναΐξας ζήτει βόας Ἀπόλλωνος
- 23
οὐδὸν ὑπερβαίνων ὑψηρεφέος ἄντροιο.
- 24
ἔνθα χέλυν εὑρὼν ἐκτήσατο μυρίον ὄλβον·
- 25
Ἑρμῆς τοι πρώτιστα χέλυν τεκτήνατʼ ἀοιδόν·
- 26
ἥ ῥά οἱ ἀντεβόλησεν ἐπʼ αὐλείῃσι θύρῃσι
- 27
βοσκομένη προπάροιθε δόμων ἐριθηλέα ποίην,
- 28
σαῦλα ποσὶν βαίνουσα· Διὸς δʼ ἐριούνιος υἱὸς
- 29
ἀθρήσας ἐγέλασσε καὶ αὐτίκα μῦθον ἔειπε·
- 30
σύμβολον ἤδη μοι μέγʼ ὀνήσιμον· οὐκ ὀνοτάζω.
- 31
χαῖρε, φυὴν ἐρόεσσα, χοροιτύπε, δαιτὸς ἑταίρη,
- 32
ἀσπασίη προφανεῖσα· πόθεν τόδε καλὸν ἄθυρμα
- 33
αἰόλον ὄστρακον ἕσσο χέλυς ὄρεσι ζώουσα;
- 34
ἀλλʼ οἴσω σʼ ἐς δῶμα λαβών· ὄφελός τι μοι ἔσσῃ,
- 35
οὐδʼ ἀποτιμήσω· σὺ δέ με πρώτιστον ὀνήσεις
- 36
οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν·
- 37
ἦ γὰρ ἐπηλυσίης πολυπήμονος ἔσσεαι ἔχμα
- 38
ζώουσʼ· ἢν δὲ θάνῃς, τότε κεν μάλα καλὸν ἀείδοις.
- 39
ὣς ἂρʼ ἔφη· καὶ χερσὶν ἅμʼ ἀμφοτέρῃσιν ἀείρας
- 40
ἂψ εἴσω κίε δῶμα φέρων ἐρατεινὸν ἄθυρμα.
- 41
ἔνθʼ ἀναπηρώσας γλυφάνῳ πολιοῖο σιδήρου
- 42
αἰῶνʼ ἐξετόρησεν ὀρεσκῴοιο χελώνης.
- 43
ὡς δʼ ὁπότʼ ὠκὺ νόημα διὰ στέρνοιο περήσῃ
- 44
ἀνέρος, ὅν τε θαμειαὶ ἐπιστρωφῶσι μέριμναι,
- 45
ἢ ὅτε δινηθῶσιν ἀπʼ ὀφθαλμῶν ἀμαρυγαί,
- 46
ὣς ἅμʼ ἔπος τε καὶ ἔργον ἐμήδετο κύδιμος Ἑρμῆς.
- 47
πῆξε δʼ ἄρʼ ἐν μέτροισι ταμὼν δόνακας καλάμοιο
- 48
πειρήνας διὰ νῶτα διὰ ῥινοῖο χελώνης.
- 49
ἀμφὶ δὲ δέρμα τάνυσσε βοὸς πραπίδεσσιν ἑῇσι
- 50
καὶ πήχεις ἐνέθηκʼ, ἐπὶ δὲ ζυγὸν ἤραρεν ἀμφοῖν,
- 51
ἑπτὰ δὲ θηλυτέρων ὀίων ἐτανύσσατο χορδάς.
- 52
αὐτὰρ ἐπεὶ δὴ τεῦξε, φέρων, ἐρατεινὸν ἄθυρμα,
- 53
πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δʼ ὑπὸ χειρὸς
- 54
σμερδαλέον κονάβησε· θεὸς δʼ ὑπὸ καλὸν ἄειδεν
- 55
ἐξ αὐτοσχεδίης πειρώμενος, ἠύτε κοῦροι
- 56
ἡβηταὶ θαλίῃσι παραιβόλα κερτομέουσιν,
- 57
ἀμφὶ Δία Κρονίδην καὶ Μαιάδα καλλιπέδιλον,
- 58
ὡς πάρος ὠρίζεσκον ἑταιρείῃ φιλότητι,
- 59
ἥν τʼ αὐτοῦ γενεὴν ὀνομακλυτὸν ἐξονομάζων·
- 60
ἀμφιπόλους τε γέραιρε καὶ ἀγλαὰ δώματα νύμφης
- 61
καὶ τρίποδας κατὰ οἶκον ἐπηετανούς τε λέβητας.
- 62
καὶ τὰ μὲν οὖν ἤειδε, τὰ δὲ φρεσὶν ἄλλα μενοίνα.
- 63
καὶ τὴν μὲν κατέθηκε φέρων ἱερῷ ἐνὶ λίκνῳ,
- 64
φόρμιγγα γλαφυρήν· ὃ δʼ ἄρα κρειῶν ἐρατίζων
- 65
ἆλτο κατὰ σκοπιὴν εὐώδεος ἐκ μεγάροιο
- 66
ὁρμαίνων δόλον αἰπὺν ἐνὶ φρεσίν, οἶά τε φῶτες
- 67
φηληταὶ διέπουσι μελαίνης νυκτὸς ἐν ὥρῃ.
- 68
ἠέλιος μὲν ἔδυνε κατὰ χθονὸς Ὠκεανόνδε
- 69
αὐτοῖσίν θʼ ἵπποισι καὶ ἅρμασιν· αὐτὰρ ἄρʼ Ἑρμῆς
- 70
Πιερίης ἀφίκανε θέων ὄρεα σκιόεντα,
- 71
ἔνθα θεῶν μακάρων βόες ἄμβροτοι αὖλιν ἔχεσκον
- 72
βοσκόμεναι λειμῶνας ἀκηρασίους, ἐρατεινούς.
- 73
τῶν τότε Μαιάδος υἱός, ἐύσκοπος Ἀργειφόντης,
- 74
πεντήκοντʼ ἀγέλης ἀπετάμνετο βοῦς ἐριμύκους.
- 75
πλανοδίας δʼ ἤλαυνε διὰ ψαμαθώδεα χῶρον
- 76
ἴχνιʼ ἀποστρέψας· δολίης δʼ οὐ λήθετο τέχνης
- 77
ἀντία ποιήσας ὁπλάς, τὰς πρόσθεν ὄπισθεν,
- 78
τὰς δʼ ὄπιθεν πρόσθεν· κατὰ δʼ ἔμπαλιν αὐτὸς ἔβαινε.
- 79
σάνδαλα δʼ αὐτίκα ῥιψὶν ἐπὶ ψαμάθοις ἁλίῃσιν,
- 80
ἄφραστʼ ἠδʼ ἀνόητα διέπλεκε, θαυματὰ ἔργα,
- 81
συμμίσγων μυρίκας καὶ μυρσινοειδέας ὄζους.
- 82
τῶν τότε συνδήσας νεοθηλέος ἄγκαλον ὕλης
- 83
ἀβλαβέως ὑπὸ ποσσὶν ἐδήσατο σάνδαλα κοῦφα
- 84
αὐτοῖσιν πετάλοισι τὰ κύδιμος Ἀργειφόντης
- 85
ἔσπασε Πιερίηθεν ὁδοιπορίην ἀλεγύνων,
- 86
οἷά τʼ ἐπειγόμενος δολιχὴν ὁδόν, αὐτοτροπήσας.†
- 87
τὸν δὲ γέρων ἐνόησε δέμων ἀνθοῦσαν ἀλωὴν
- 88
ἱέμενον πεδίονδε διʼ Ὀγχηστὸν λεχεποίην
- 89
τὸν πρότερος προσέφη Μαίης ἐρικυδέος υἱός·
- 90
ὦ γέρον, ὅστε φυτὰ σκάπτεις ἐπικαμπύλος ὤμους,
- 91
ἦ πολυοινήσεις, εὖτʼ ἂν τάδε πάντα φέρῃσι,
- 91a
[εἴ κε πίθῃ, μάλα περ μεμνημένος ἐν φρεσὶ σῇσι]
- 92
καί τε ἰδὼν μὴ ἰδὼν εἶναι καὶ κωφὸς ἀκούσας,
- 93
καὶ σιγᾶν ὅτε μή τι καταβλάπτῃ τὸ σὸν αὐτοῦ.
- 94
τόσσον φὰς συνέσευε βοῶν ἴφθιμα κάρηνα.
- 95
πολλὰ δʼ ὄρη σκιόεντα καὶ αὐλῶνας κελαδεινοὺς
- 96
καὶ πεδίʼ ἀνθεμόεντα διήλασε κύδιμος Ἑρμῆς.
- 97
ὀρφναίη δʼ ἐπίκουρος ἐπαύετο δαιμονίη νύξ,
- 98
ἡ πλείων, τάχα δʼ ὄρθρος ἐγίγνετο δημιοεργός·
- 99
ἣ δὲ νέον σκοπιὴν προσεβήσατο δῖα Σελήνη,
Next → — showing 1–100 of 586
Perseus Greek. CTS URN tlg0013.tlg004.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: CC BY-SA 4.0. Source.