Hymn 1 To Dionysus
- 1
οἳ μὲν γὰρ Δρακάνῳ σʼ, οἳ δʼ Ἰκάρῳ ἠνεμοέσσῃ
- 2
φάσʼ, οἳ δʼ ἐν Νάξῳ, δῖον γένος, εἰραφιῶτα,
- 3
οἳ δέ σʼ ἐπʼ Ἀλφειῷ ποταμῷ βαθυδινήεντι
- 4
κυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ·
- 5
ἄλλοι δʼ ἐν Θήβῃσιν, ἄναξ, σε λέγουσι γενέσθαι,
- 6
ψευδόμενοι· σὲ δʼ ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
- 7
πολλὸν ἀπʼ ἀνθρώπων, κρύπτων λευκώλενον Ἥρην.
- 8
ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνθέον ὕλῃ,
- 9
τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων,
- 10
καί οἱ ἀναστήσουσιν ἀγάλματα πόλλʼ ἐνὶ νηοῖς.
- 11
ὣς δὲ τὰ μὲν τρία, σοὶ πάντως τριετηρίσιν αἰεὶ
- 12
ἄνθρωποι ῥέξουσι τεληέσσας ἑκατόμβας.
- 13
ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων·
- 14
ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
- 15
κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον.
- 16
ὣς εἰπὼν ἐπένευσε καρήατι μητίετα Ζεύς.
- 17
ἵληθʼ, εἰραφιῶτα, γυναιμανές· οἱ δέ σʼ ἀοιδοὶ
- 18
ᾄδομεν ἀρχόμενοι λήγοντές τʼ· οὐδέ πῃ ἔστι
- 19
σεῖʼ ἐπιληθομένῳ ἱερῆς μεμνῆσθαι ἀοιδῆς.
- 20
καὶ σὺ μὲν οὕτω χαῖρε, Διώνυσʼ εἰραφιῶτα,
- 21
σὺν μητρὶ Σεμέλῃ, ἥν περ καλέουσι Θυώνην.
Perseus Greek. CTS URN tlg0013.tlg001.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: CC BY-SA 4.0. Source.