Cicero
- 44.2.1
ἐδόκει δὲ καὶ μείζων τις αἰτία γεγονέναι τοῦ τὸν Κικέρωνα δέξασθαι προθύμως τὴν Καίσαρος φιλίαν. ἔτι γὰρ, ὡς ἔοικε, Πομπηίου ζῶντος καὶ Καίσαρος ἔδοξε κατὰ τοὺς ὕπνους ὁ Κικέρων καλεῖν τινα τοὺς τῶν συγκλητικῶν παῖδας εἰς τὸ Καπιτώλιον, ὡς μέλλοντος ἐξ αὐτῶν ἕνα τοῦ Διὸς ἀποδεικνύειν τῆς Ῥώμης ἡγεμόνα·
- 44.3.1
τοὺς δὲ πολίτας ὑπὸ σπουδῆς θέοντας ἵστασθαι περὶ τὸν νεών, καὶ τοὺς παῖδας ἐν ταῖς περιπορφύροις καθέζεσθαι σιωπὴν ἔχοντας, ἐξαίφνης δὲ τῶν θυρῶν ἀνοιχθεισῶν καθʼ ἕνα τῶν παίδων ἀνισταμένων κύκλῳ παρὰ τὸν θεὸν παραπορεύεσθαι, τὸν δὲ πάντας ἐπισκοπεῖν καὶ ἀποπέμπειν ἀχθομένους. ὡς δʼ οὗτος ἦν προσιὼν κατʼ αὐτόν, ἐκτεῖναι τὴν δεξιὰν καὶ εἰπεῖν ὦ Ῥωμαῖοι, πέρας ὑμῖν ἐμφυλίων πολέμων οὗτος ἡγεμὼν γενόμενος.
- 44.4.1
τοιοῦτόν φασιν ἐνύπνιον ἰδόντα τὸν Κικέρωνα τὴν μὲν ἰδέαν τοῦ παιδὸς ἐκμεμάχθαι καὶ κατέχειν ἐναργῶς, αὑτὸν δʼ οὐκ ἐπίστασθαι. μεθʼ ἡμέραν δὲ καταβαίνοντος εἰς τὸ πεδίον τὸ Ἄρειον αὐτοῦ, τοὺς παῖδας ἤδη γεγυμνασμένους ἀπέρχεσθαι, κἀκεῖνον ὀφθῆναι τῷ Κικέρωνι πρῶτον οἷος ὤφθη καθʼ ὕπνον, ἐκπλαγέντα δὲ πυνθάνεσθαι τίνων εἴη γονέων.
- 44.5.1
ἦν δὲ πατρὸς Ὀκταουΐου τῶν οὐκ ἄγαν ἐπιφανῶν, Ἀττίας δὲ μητρός, ἀδελφιδῆς Καίσαρος, ὅθεν Καῖσαρ αὐτῷ παῖδας οὐκ ἔχων ἰδίους τὴν οὐσίαν ἑαυτοῦ καὶ τὸν οἶκον ἐν ταῖς διαθήκαις ἔδωκεν. ἐκ τούτου φασὶ τὸν Κικέρωνα τῷ παιδὶ κατὰ τὰς ἀπαντήσεις ἐντυγχάνειν ἐπιμελῶς, κἀκεῖνον οἰκείως δέχεσθαι τὰς φιλοφροσύνας καὶ γὰρ ἐκ τύχης αὐτῷ γεγονέναι συμβεβήκει Κικέρωνος ὑπατεύοντος.
- 45.1.1
αὗται μὲν οὖν προφάσεις ἦσαν αἱ λεγόμεναι· τὸ δὲ πρὸς Ἀντώνιον μῖσος Κικέρωνα πρῶτον, εἶτα ἡ φύσις ἥττων οὖσα τιμῆς προσεποίησε Καίσαρι νομίζοντα προσλαμβάνειν τῇ πολιτείᾳ τὴν ἐκείνου δύναμιν. οὕτω γὰρ ὑπῄει τὸ μειράκιον αὐτόν ὥστε καὶ πατέρα προσαγορεύειν.
- 45.2.1
ἐφʼ ᾧ σφόδρα Βροῦτος ἀγανακτῶν ἐν ταῖς πρὸς Ἀττικὸν ἐπιστολαῖς καθήψατο τοῦ Κικέρωνος, ὅτι διὰ φόβον Ἀντωνίου θεραπεύων τόν Καίσαρα δῆλός ἐστιν οὐκ ἐλευθερίαν τῇ πατρίδι πράττων, ἀλλὰ δεσπότην φιλάνθρωπον αὑτῷ μνώμενος. οὐ μὴν ἀλλὰ τόν γε παῖδα Κικέρωνος ὁ Βροῦτος ἐν Ἀθήναις διατρίβοντα παρὰ τοῖς φιλοσόφοις ἀναλαβὼν ἔσχεν ἐφʼ ἡγεμονίαις, καὶ πολλὰ χρώμενος αὐτῷ κατώρθου.
- 45.3.1
τοῦ δὲ Κικέρωνος ἀκμὴν ἔσχεν ἡ δύναμις ἐν τῇ πόλει τότε μεγίστην, καὶ κρατῶν ὅσον ἐβούλετο τόν μὲν Ἀντώνιον ἐξέκρουσε καὶ κατεστασίασε καὶ πολεμήσοντας αὐτῷ τοὺς δύο ὑπάτους, Ἵρτιον καὶ Πάνσαν, ἐξέπεμψε, Καίσαρι δὲ ῥαβδούχους καὶ στρατηγικὸν κόσμον, ὡς δὴ προπολεμοῦντι τῆς πατρίδος, ἔπεισε ψηφίσασθαι τὴν σύγκλητον.
- 45.4.1
ἐπεὶ δʼ Ἀντώνιος μὲν ἥττητο, τῶν δʼ ὑπάτων ἀμφοτέρων ἀποθανόντων ἐκ τῆς μάχης πρὸς Καίσαρα συνέστησαν αἱ δυνάμεις, δείσασα δʼ ἡ βουλὴ νέον ἄνδρα καὶ τύχῃ λαμπρᾷ κεχρημένον ἐπειρᾶτο τιμαῖς καὶ δωρεαῖς ἀποκαλεῖν αὐτοῦ τὰ στρατεύματα καὶ περισπᾶν τὴν δύναμιν, ὡς μὴ δεομένη τῶν προπολεμούντων Ἀντωνίου πεφευγότος,
- 45.5.1
οὕτως ὁ Καῖσαρ φοβηθεὶς ὑπέπεμπε τῷ Κικέρωνι τοὺς δεομένους καὶ πείθοντας ὑπατείαν μὲν ἀμφοτέροις ὁμοῦ πράττειν, χρῆσθαι δὲ τοῖς πράγμασιν ὅπως αὐτὸς ἔγνωκε, παραλαμβάνοντα τὴν ἀρχήν, καὶ τὸ μειράκιον διοικεῖν ὀνόματος καὶ δόξης γλιχόμενον. ὡμολόγει δὲ Καῖσαρ αὐτὸς ὡς δεδιὼς κατάλυσιν καὶ κινδυνεύων ἔρημος γενέσθαι χρήσαιτο τῇ Κικέρωνος ἐν δέοντι φιλαρχίᾳ, προτρεψάμενος αὐτόν ὑπατείαν μετιέναι συμπράττοντος αὐτοῦ καὶ συναρχαιρεσιάζοντος.
- 46.1.1
ἐνταῦθα μέντοι μάλιστα Κικέρων ἐπαρθεὶς ὑπὸ νέου γέρων καὶ φενακισθεὶς καὶ συναρχαιρεσιάσας καὶ παρασχὼν αὐτῷ τὴν σύγκλητον εὐθὺς μὲν ὑπὸ τῶν φίλων αἰτίαν εἶχεν, ὀλίγῳ δʼ ὕστερον αὑτὸν ἀπολωλεκὼς ᾔσθετο καὶ τοῦ δήμου προέμενος τὴν ἐλευθερίαν.
- 46.2.1
αὐξηθεὶς γὰρ ὁ νεανίας καὶ τὴν ὑπατείαν λαβών Κικέρωνα μὲν εἴασε χαίρειν, Ἀντωνίῳ δὲ καὶ Λεπίδῳ φίλος γενόμενος καὶ τὴν δύναμιν εἰς ταὐτὸ συνενεγκών, ὥσπερ ἄλλο τι κτῆμα, τὴν ἡγεμονίαν ἐνείματο πρὸς αὐτούς, καὶ κατεγράφησαν ἄνδρες οὓς ἔδει θνῄσκειν, ὑπὲρ διακοσίους. πλείστην δὲ τῶν ἀμφισβητημάτων αὐτοῖς ἔριν ἡ Κικέρωνος προγραφὴ παρέσχεν, Ἀντωνίου μὲν ἀσυμβάτως ἔχοντος εἰ μὴ πρῶτος ἐκεῖνος ἀποθνῄσκοι, Λεπίδου δʼ Ἀντωνίῳ προστιθεμένου, Καίσαρος δὲ πρὸς ἀμφοτέρους ἀντέχοντος.
- 46.3.1
ἐγίνοντο δʼ αἱ σύνοδοι μόνοις ἀπόρρητοι περὶ πόλιν Βονωνίαν ἐφʼ ἡμέρας τρεῖς, καὶ συνῄεσαν εἰς τόπον τινὰ πρόσω τῶν στρατοπέδων ποταμῷ περιρρεόμενον. λέγεται δὲ τὰς πρώτας ἡμέρας διαγωνισάμενος ὑπὲρ τοῦ Κικέρωνος ὁ Καῖσαρ ἐνδοῦναι τῇ τρίτῃ καὶ προέσθαι τὸν ἄνδρα, τὰ δὲ τῆς ἀντιδόσεως οὕτως εἶχεν.
- 46.4.1
ἔδει Κικέρωνος ἐκστῆναι Καίσαρα, Παύλου δὲ τἀδελφοῦ Λέπιδον, Λευκίου δὲ Καίσαρος Ἀντώνιον, ὃς ἦν θεῖος αὐτῷ πρὸς μητρός, οὕτως ἐξέπεσον ὑπὸ θυμοῦ καὶ λύσσης τῶν ἀνθρωπίνων λογισμῶν, μᾶλλον δʼ ἀπέδειξαν ὡς οὐδὲν ἀνθρώπου θηρίον ἐστὶν ἀγριώτερον ἐξουσίαν πάθει προσλαβόντος.
- 47.1.1
πραττομένων δὲ τούτων ὁ Κικέρων ἦν μὲν ἐν ἀγροῖς ἰδίοις περὶ Τοῦσκλον, ἔχων τὸν ἀδελφὸν μεθʼ αὑτοῦ· πυθόμενοι δὲ τὰς προγραφὰς ἔγνωσαν εἷς Ἄστυρα μεταβῆναι, χωρίον παράλιον τοῦ Κικέρωνος, ἐκεῖθεν δὲ πλεῖν εἷς Μακεδονίαν πρὸς Βροῦτον· ἤδη γὰρ ὑπὲρ αὐτοῦ λόγος ἐφοίτα κρατοῦντος, ἐκομίζοντο δʼ ἐν φορείοις ἀπειρηκότες ὑπὸ λύπης· καὶ κατὰ τὴν ὁδὸν ἐφιστάμενοι καὶ τὰ φορεῖα παραβάλλοντες ἀλλήλοις προσωλοφύροντο.
- 47.2.1
μᾶλλον δʼ ὁ Κόιντος ἠθύμει, καὶ λογισμὸς αὐτὸν εἰσῄει τῆς ἀπορίας· οὐδὲν γὰρ ἔφη λαβεῖν οἴκοθεν, ἀλλὰ καὶ τῷ Κικέρωνι γλίσχρον ἦν ἐφόδιον ἄμεινον οὖν εἶναι τὸν μὲν Κικέρωνα προλαμβάνειν τῇ φυγῇ, αὐτὸν δὲ μεταθεῖν οἴκοθεν συσκευασάμενον. ταῦτʼ ἔδοξε· καὶ περιλαβόντες ἀλλήλους καὶ ἀνακλαυσάμενοι διελύθησαν.
- 47.3.1
ὁ μὲν οὖν Κόιντος οὐ πολλαῖς ὕστερον ἡμέραις ὑπὸ τῶν οἰκετῶν προδοθεὶς τοῖς ζητοῦσιν ἀνῃρέθη μετὰ τοῦ παιδός. ὁ δὲ Κικέρων εἷς Ἄστυρα κομισθεὶς καὶ πλοῖον εὑρών εὐθὺς ἐνέβη καὶ παρέπλευσεν ἄχρι Κιρκαίου, πνεύματι χρώμενος. ἐκεῖθεν δὲ βουλομένων εὐθὺς αἴρειν τῶν κυβερνητῶν, εἴτε δείσας τὴν θάλασσαν εἴτʼ οὔπω παντάπασι τὴν Καίσαρος ἀπεγνωκὼς πίστιν, ἀπέβη καὶ παρῆλθε πεζῇ σταδίους ἑκατὸν ὡς εἷς Ῥώμην πορευόμενος.
- 47.4.1
αὖθις δʼ ἀλύων καὶ μεταβαλλόμενος κατῄει πρὸς θάλασσαν εἷς Ἄστυρα. κἀκεῖ διενυκτέρευσεν ἐπὶ δεινῶν καὶ ἀπόρων λογισμῶν, ὥστε καὶ παρελθεῖν εἷς τὴν Καίσαρος οἰκίαν διενοήθη κρύφα καὶ σφάξας ἑαυτὸν ἐπὶ τῆς ἑστίας ἀλάστορα προσβαλεῖν. ἀλλὰ καὶ ταύτης αὐτὸν ἀπέκρουσε τῆς ὁδοῦ δέος βασάνων καὶ πολλὰ ταραχώδη καὶ παλίντροπα βουλεύματα τῆς γνώμης μεταλαμβάνων παρέδωκε τοῖς οἰκέταις ἑαυτὸν εἷς Καιήτην κατὰ πλοῦν κομίζειν, ἔχων ἐκεῖ χωρία καὶ καταφυγὴν ὥρᾳ θέρους φιλάνθρωπον, ὅταν ἥδιστον οἱ ἐτησίαι καταπνέωσιν.
- 47.5.1
ἔχει δʼ ὁ τόπος καὶ ναὸν Ἀπόλλωνος μικρὸν ὑπὲρ τῆς θαλάττης. ἐντεῦθεν ἀρθέντες ἀθρόοι κόρακες ὑπὸ κλαγγῆς προσεφέροντο τῷ πλοίῳ τοῦ Κικέρωνος ἐπὶ γῆν ἐρεσσομένῳ· καὶ καθίσαντες ἐπὶ τὴν κεραίαν ἑκατέρωθεν οἱ μὲν ἐβόων, οἱ δʼ ἔκοπτον τὰς τῶν μηρυμάτων ἀρχάς, καὶ πᾶσιν ἐδόκει τὸ σημεῖον εἶναι πονηρόν. ἀπέβη δʼ οὖν ὁ Κικέρων, καὶ παρελθὼν εἷς τὴν ἔπαυλιν ὡς ἀναπαυσόμενος κατεκλίθη.
- 47.6.1
τῶν δὲ κοράκων οἱ πολλοὶ μὲν ἐπὶ τῆς θυρίδος διεκάθηντο φθεγγόμενοι θορυβῶδες, εἷς δὲ καταβὰς ἐπὶ τὸ κλινίδιον ἐγκεκαλυμμένου τοῦ Κικέρωνος ἀπῆγε τῷ στόματι κατὰ μικρὸν ἀπὸ τοῦ προσώπου τὸ ἱμάτιον. οἱ δʼ οἰκέται ταῦθʼ ὁρῶντες, καὶ κακίσαντες ἑαυτοὺς εἰ περιμένουσι τοῦ δεσπότου φονευομένου θεαταὶ γενέσθαι, θηρία δʼ αὐτῷ βοηθεῖ καὶ προκήδεται παρʼ ἀξίαν πράττοντος, αὐτοὶ δʼ οὐκ ἀμύνουσι, τὰ μὲν δεόμενοι, τὰ δὲ βίᾳ λαβόντες ἐκόμιζον ἐν τῷ φορείῳ πρὸς τὴν θάλασσαν.
- 48.1.1
ἐν τούτῳ δʼ οἱ σφαγεῖς ἐπῆλθον, ἑκατοντάρχης Ἑρέννιος καὶ Ποπίλλιος χιλίαρχος, ᾧ πατροκτονίας ποτὲ δίκην φεύγοντι συνεῖπεν ὁ Κικέρων, ἔχοντες ὑπηρέτας. ἐπεὶ δὲ τὰς θύρας κεκλεισμένας εὑρόντες ἐξέκοψαν, οὐ φαινομένου τοῦ Κικέρωνος οὐδὲ τῶν ἔνδον εἰδέναι φασκόντων,
- 48.2.1
λέγεται νεανίσκον τινά τεθραμμένον μὲν ὑπὸ τοῦ Κικέρωνος ἐν γράμμασιν ἐλευθερίοις καὶ μαθήμασιν, ἀπελεύθερον δὲ Κοΐντου τοῦ ἀδελφοῦ, Φιλόλογον τοὔνομα, φράσαι τῷ χιλιάρχῳ τὸ φορεῖον κομιζόμενον διὰ τῶν καταφύτων καὶ συσκίων περιπάτων ἐπὶ τὴν θάλατταν. ὁ μὲν οὖν χιλίαρχος ὀλίγους ἀναλαβὼν μεθʼ ἑαυτοῦ περιέθει πρὸς τὴν ἔξοδον, τοῦ δʼ Ἑρεννίου δρόμῳ φερομένου διὰ τῶν περιπάτων ὁ Κικέρων ᾔσθετο, καὶ τοὺς οἰκέτας ἐκέλευσεν ἐνταῦθα καταθέσθαι τὸ φορεῖον.
- 48.3.1
αὐτός δʼ, ὥσπερ εἰώθει, τῇ ἀριστερᾷ χειρὶ τῶν γενείων ἁπτόμενος ἀτενὲς ἐνεώρα τοῖς σφαγεῦσιν, αὐχμοῦ καὶ κόμης ἀνάπλεως καὶ συντετηκὼς ὑπὸ φροντίδων τὸ πρόσωπον, ὥστε τοὺς πλείστους ἐγκαλύψασθαι τοῦ Ἑρεννίου σφάζοντος αὐτόν.
- 48.4.1
ἐσφάγη δὲ τὸν τράχηλον ἐκ τοῦ φορείου προτείνας, ἔτος ἐκεῖνο γεγονὼς ἑξηκοστὸν καί τέταρτον, τὴν δὲ κεφαλὴν ἀπέκοψεν αὐτοῦ καὶ τὰς χεῖρας, Ἀντωνίου κελεύσαντος, αἷς τοὺς Φιλιππικοὺς ἔγραψεν. αὐτός τε γὰρ ὁ Κικέρων τοὺς κατʼ Ἀντωνίου λόγους Φιλιππικοὺς ἐπέγραψε καὶ μέχρι νῦν τὰ βιβλία Φιλιππικοὶ καλοῦνται.
- 49.1.1
τῶν δʼ ἀκρωτηρίων εἰς Ῥώμην κομισθέντων ἔτυχε μὲν ἀρχαιρεσίας τελῶν ὁ Ἀντώνιος, ἀκούσας δὲ καὶ ἰδὼν ἀνεβόησεν ὡς νῦν αἱ προγραφαὶ τέλος ἔχοιεν. τὴν δὲ κεφαλὴν καὶ τάς χεῖρας ἐκέλευσεν ὑπὲρ τῶν ἐμβόλων ἐπὶ τοῦ βήματος θεῖναι, θέαμα Ῥωμαίοις φρικτόν, οὐ τὸ Κικέρωνος ὁρᾶν πρόσωπον οἰομένοις, ἀλλὰ τῆς Ἀντωνίου ψυχῆς εἰκόνα.
- 49.2.1
πλὴν ἕν γέ τι φρονήσας μέτριον ἐν τούτοις Πομπωνίᾳ τῇ Κοΐντου γυναικὶ τὸν Φιλόλογον παρέδωκεν. ἡ δὲ κυρία γενομένη τοῦ σώματος ἄλλαις τε δειναῖς ἐχρήσατο τιμωρίαις, καὶ τάς σάρκας ἀποτέμνοντα τάς αὐτοῦ κατὰ μικρὸν ὀπτᾶν, εἶτʼ ἐσθίειν ἠνάγκασεν. οὕτω γὰρ ἔνιοι τῶν συγγραφέων ἱστορήκασιν ὁ δʼ αὐτοῦ τοῦ Κικέρωνος ἀπελεύθερος Τίρων τὸ παράπαν οὐδὲ μέμνηται τῆς τοῦ Φιλολόγου προδοσίας.
- 49.3.1
πυνθάνομαι δὲ Καίσαρα χρόνοις πολλοῖς ὕστερον εἰσελθεῖν πρὸς ἕνα τῶν θυγατριδῶν· τὸν δὲ βιβλίον ἔχοντα Κικέρωνος ἐν ταῖς χερσίν ἐκπλαγέντα τῷ ἱματίῳ περικαλύπτειν ἰδόντα δὲ Καίσαρα λαβεῖν καὶ διελθεῖν ἑστῶτα μέρος πολὺ τοῦ βιβλίου, πάλιν δʼ ἀποδιδόντα τῷ μειρακίῳ φάναι λόγιος ἁνὴρ, ὦ παῖ, λόγιος καὶ φιλόπατρις.
- 49.4.1
ἐπεὶ μέντοι τάχιστα κατεπολέμησεν Ἀντώνιον ὑπατεύων αὐτὸς εἵλετο συνάρχοντα τοῦ Κικέρωνος τὸν υἱόν, ἐφʼ οὗ τάς τʼ εἰκόνας ἡ βουλὴ καθεῖλεν Ἀντωνίου καὶ τάς ἄλλας ἠκύρωσε τιμάς καὶ προσεψηφίσατο μηδενὶ τῶν Ἀντωνίων ὄνομα Μᾶρκον εἶναι, οὕτω τὸ δαιμόνιον εἰς τὸν Κικέρωνος οἶκον ἐπανήνεγκε τὸ τέλος τῆς Ἀντωνίου κολάσεως.
← Previous — showing 201–227 of 227
Perseus Greek. CTS URN tlg0007.tlg055.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.