Catena In Matthaeum
- 1.5
Διὰ τοῦτο δὲ λέγει τὴν Βηθλεὲμ μὴ εἶναι ἐλαχίστην ἐν τοῖς ἡγεμόσιν Ἰούδα, τουτέστιν ἐν τοῖς φυλάρχοις m. ἐπειδὴ οὐκ ἐν τῇ Παλαιστίνῃ μόνον, ἀλλὰ καὶ ἐν τῇ οἰκουμένῃ πάσῃ περίβλεπτος ἦν ἡ κώμη αὕτη. εἰπὼν δὲ “ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραὴλ,” τοὺς αὐτῷ πιστεύσαντας ἐξ Ἰουδαίων ἠνίξατο, ὥς φησιν ὁ Παῦλος· οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, ἀλλ’ ὅσοι διὰ πίστεως έγεννή- “ ησαν.”
- 1.6
Τίνος ἕνεκεν ἐκ Βηθλεὲμ ἔμελλε παραγίνεσθαι ὁ Χριστός ; ἐν Ναζαρὲτ πρὸ τοῦ τόκου διῆγεν ἡ μητὴρ αὐτοῦ· ἐπειδὴ ἐξ οἰκονομίας Θεοῦ τὸ πρᾶγμα γέγονε· τὸ γὰρ ἐκεῖ τῆς μητρὸς οἰκούσης, ἐνταῦθα γεννηθῆναι τοῦτο δείκνυσι· διὰ τοῦτο οὐδὲ εὐθέως τεχθεὶς, ἦλθεν εἰς Ναζαρὲτ, ἀλλ’ ἐποίησεν ἡμέρας τεσσαράκοντα, δίδους μετὰ ἀκριβείας ἐξετάζειν ἅπαντα τοῖς βουλομένοις.
- 1.7
Σκόδιον n. Ἰδοὺ ἐμφαίνει ὁ Χρυσόστομος, ὅτι πρὸ τῶν τεσσαράκοντα ἡμέρων γεννηθέντος τοῦ Χριστοῦ, ἦλθον οἱ μάγοι εἰς προσκύνησιν αὐτοῦ· ὁ δὲ ἀστὴρ πρὸ πολλοῦ γεννηθῆναι ἐφάνη. διὰ τί οὐ ζήτει τὸν χρόνον τοῦ παιδίου, ἀλλὰ τοῦ ἀστέρος ; ἐπειδήπερ ἐκ πολλῆς τῆς περιουσίας ἐζήτει τὸ θήραμα· καὶ γὰρ πρὸ πολλοῦ χρόνου ὁ ἀστὴρ ἐφάνη. ἔδει γὰρ ἐν αὐτοῖς τοῖς σπαργάνοις προσκυνῆσαι αὐτὸν διὰ τὸ παράδοξον φανῆναι τὸ πρᾶγμα.
- 1.8
τότε Ἡρώδης λάθρα καλέσας τοὺς μάγους, ἠκρίβωσε βωσε παρ’ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος.
- 1.9
Εὐσεβίου. Ὠριγένουσ. Ὁ χρόνος, ὃν ἠκρίβωσεν ὁ Ἡρώδης παρὰ τῶν μάγων, διετὴς ἦν· μετὰ γὰρ τὸ γεννηθῆναι τὸν Σωτῆρα, διὰ δύο ἐτῶν ἦλθον ἀπὸ τῆς χώρας αὐτῶν· τὰ γοῦν ἀπὸ διετοῦς βρέφη ἀνεῖλε. Καὶ μετ’ ὀλίγον — Ἐντεῦθεν σοι ἡ γνῶσίς ἐστιν, ὅτι οὐ παρ’ αὐτὰ τοῦ Κυρίου γεννηθέντος, ἐν τῷ σπηλαίῳ προσεκύνησαν οἱ μάγοι τὸ βρέφος, τὸ ὑπὸ τοῦ μηνύοντος ἐν τῇ φάτνῃ· ἀλλ’ ὅτι μὲν οἱ ποιμένες εὐθέως ἐν ἐκείνῃ τῇ νυκτὶ μετὰ τὴν τῶν Ἀγγέλων θέαν δρομαῖοι ἀπήεσαν ἰδεῖν τὸ ἀληθὲς, ἅτε γειτνιῶντος τοῦ σπηλαίου αὐτοῖς· οἱ δὲ μάγοι συμπεριλαβόντος ἔτους δευτέρου μετὰ τὸ εὐλογηθῆναι αὐτὸν ὑπὸ Συμεών· καταβάντων πάλιν ἐν τῇ Βηθλεὲμ, τοῦ βρέφους φερομένου τὲ ἐν ἀγκάλαις τῆς τεκούσης, καὶ παροικῆσαν ἐν οἰκείᾳ ξενίας ἡμέρας πολλὰς, εἰς οἶκον κατὰ μὲν τὸν αὐτὸν ἐλθόντες οἱ μάγοι ἐκ γῆς ἀνατολῆς, κἀκεῖ προσενέγκαντες αὐτῷ τὰ δῶρα, θεαταὶ γεγόνασι τοῦ αἰωνίου βασιλέως· φησὶ γὰρ ὁ Εὐαγγελιστὴς τὸν Ἡρώδην κελεύσαντα τοῖς δημίοις, ἀπὸ διετοῦς μόνον καὶ κατωτέρω κατακτεῖναι τὰ βρέφη· “ κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων· δὲ τὴν Ἡρώδου μανίαν μετὰ τῶν κατὰ σάρκα γονέων εἰς Αἴγυπτον ὣν ἐτῶν δύο, καὶ καταμένει ἐκεῖ σὺν αὐτοῖς ἕτερα ἔτη δύο, μέχρι τοῦ πρώτου ἔτους τῆς Ἀρχελάου βασιλείας, ἐν τῇ καλουμένῃ Πανός. εἰς οὕτως κακῶς τὸν βίον μετελθόντος Ἡρώδου, διὰ χρηματισμοῦ πάλιν ἄνεισιν ἐξ Αἰγύπτου ὁ Κύριος σὺν αὐτοῖς εἰς γῆν Ἰσραὴλ, ὣν ἐτῶν τεσσάρων τὸ κατὰ σάρκα· ἔτους με τῆς βασιλείας Αὐγούστου· μετὰ δὲ τὴν ἐξ Αἰγύπτου ἐπάνοδον, εὑρήσεις τὸν Λουκᾶν λέγοντά σοι τὰ καθεξῆς ἀκόλουθα.
- 1.10
Ἄλλο. Καὶ γὰρ πρὸ πολλοῦ χρόνου ὁ ἀστὴρ ἐφάνη, διὰ τὸ μῆκος τῆς ὁδοιπορίας· πρὸς δὲ πλείονα ἀσφάλειαν τοῦ λῦσαι τὴν ἑαυτοῦ δειλίαν, ἀνεῖλε καὶ τοὺς ἀπὸ διετοῦς.
- 1.11
Καὶ ἰδοὺ ὁ ἀστὴρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτοὺς.
- 1.12
Τοῦ αὐτοῦ. Διὰ τοῦτο δὲ ἐκρύβη ὁ ἀστὴρ, καὶ πάλιν ἐφάνη μετὰ τὸ ἐξελθεῖν αὐτοὺς ἐκ τοῦ Ἡρώδου, ἵνα ἀπολέσαντες τὸν χειραγωγοῦντα, εἰς ἀνάγκην ἐμπέσωσιν ἐρωτῆσαι τοὺς Ἰουδαίους, καὶ πᾶσιν ἐκ τούτου τὸ πρᾶγμα κατάδηλον γένητ’ αἰ. οὐχ ἁπλῶς δὲ ἐβάδιζεν ὁ ἀστὴρ, ἀλλὰ καὶ προῆγεν αὐτοὺς, ἕλκων καὶ χειραγωγὼν, ἐν ἡμέρᾳ μέσῃ, ἵνα κἂν ἐντεῦθεν μάθωμεν, ὅτι οὐ τῶν πολλῶν ἦν οὗτος ὁ ἀστὴρ, ἀλλὰ λογικωτάτη τίς φύσις.
- 1.13
Τὸ δὲ ἰδεῖν τὸ παιδίον μετὰ Μάριας τῆς μητρὸς αὐτοῦ, καὶ οὐχὶ ἐπὶ τῆς φάτνης κείμενον, καθὼς ὁ Λουκᾶς φησὶν, ὅτι ἐκεῖ αὐτὸν κατέκλινεν, οὕτως χρὴ νοῆσαι· ὅτι τεκοῦσα μὲν εὐθέως αὐτὸ κατέκλινεν ἐκεῖ. ἅτε γὰρ πολλοῦ πλήθους συνελθόντος διὰ τὴν ἀπογραφὴν, οὐκ ἦν οἰκίαν εὑρεῖν, ὡς ὁ Λουκᾶς φησίν· “ ὅτι οὐκ “ ἦν αὐτοῖς τόπος·” μετὰ δὲ ταῦτα ἀνείλετο, καὶ ἐπὶ τῶν εἶχε. τί δὲ τὸ πεῖσαν τοὺς μάγους προσκυνῆσαι αὐτῷ ; οὔτε γὰρ ἡ παρθένος ἐπίσημος ἦν, οὔτε ἡ οἰκία περιφανὴς, οὔτε ἄλλο τι τῶν ὁρωμένων ἱκανὸν ἐκπλῆξαι καὶ ἐπισπάσασθαι. ἡ παρὰ τοῦ Θεοῦ γενομένη τῇ διανοίᾳ αὐτῶν ἔλλαμψις. προσάγουσι δὲ αὐτῷ δῶρα· οὐχ ὡς ἀνθρώπῳ ψιλῷ, ἀλλ’ ὡς Θεῷ. ὁ γὰρ λιβανωτὸς καὶ ἡ σμύρνα τούτου σύμβολον ἦν· ἔτι δὲ καὶ τῆς Ἰουδαϊκῆς παχύτητος πόρρω· οὐ γὰρ πρόβατα καὶ βόας ἔθυον· ἀλλὰ τὰ τῆς ἐκκλησιαστικῆς ἐγγὺς ὄντα φιλοσοφίας. καὶ τὸ εὐθέως δὲ ἀναχωρῆσαι αὐτοὺς μετὰ τὸν χρηματισμὸν, τὴν εὐγνωμοσύνην αὐτῶν δείκνυσι, καὶ τὴν πίστιν· ὅτι οὐκ ἐθορυβήθησαν διαλογιζόμενοι· ὅτι εἰ μέγα τὸ παιδίον ἐστὶ, καὶ ἔχει τινὰ ἰσχὺν, τίς χρεία φυγῆς καὶ λαθραίας ο ἀναχωρήσεως ; ἀλλ’ ἐπείσθησαν τοῖς προσταχθεῖσιν αὐτοῖς μόνοις. διὰ τι δὲ μὴ παρόντες σώζονται οἱ μάγοι καὶ τὸ παιδίον ; ἀλλ’ οἱ μὲν εἰς Πέρσιδα, ὁΡ δὲ εἰς Αἴγυπτον φυγαδεύεται μετὰ τῆς μητρός ; ἔδει γὰρ αὐτὸν μᾶλλον ἐμπεσεῖν εἰς χεῖρας Ἡρώδου· καὶ ἐμπεσόντα μὴ κατακόπτεσθαι· ἐπειδὴ εἰ τοῦτο ἐγένετο, οὐκ ἂν ἐνομίσθη σάρκα ἀνειληφέναι· οὐκ ἂν ἐπιστεύθη τῆς οἰκονομίας τὸ μέγεθος. Καὶ μετ’ ὀλίγον — τοὺς μὲν οὖν μάγους ἐκπέμπει ταχέως· ὁμοῦ μὲν διδασκάλους ἀποστέλλων τῇ Περσῶν χώρᾳ· ὁμοῦ δὲ ἐκκόπτων τοῦ τυράννου τὴν μανίαν· ἵνα μάθῃ ὅτι ἀνηνύτοις ἐπιχειρεῖ πράγμασιν, εἴ γε συνιέναι ἐβούλετο· ἔτι δὲ καὶ πρὸς ἡμετέραν φιλοσοφίαν τοῦτο συντείνει, ἵνα ὅτ’ ἄν τις καταξιωθῇ διακονήσασθαί τινι πνευματικῷ πράγματι· εἶτα ἴδῃ αὐτὸν θλίψεις ὑπομένοντα καὶ μυρίους κινδύνους, μὴ ταραχθῇ, μηδὲ εἴπῃ, τι δήποτε τοῦτο ἐστι ; καὶ μὴν στεφανοῦσθαί με ἔδει, πρόσταγμα πληρώσαντα δεσποτικόν· ἀλλ’ ἔχων τοῦτο τὸ ὑπόδειγμα, φέρει πάντα γενναίως.
- 1.14
Ἀναχωρησάντων δὲ αὐτῶν, ἰδοὺ Ἄγγελος Κυρίου φαίνεται κατ’ ὄναρ τῷ Ἰωσὴφ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον.
- 1.15
Φανεὶς ὁ Ἄγγελος τῷ Ἰωσὴφ, διὰ τι εἶπεν “ παράλαβε τὸ “ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ οὐκ ἔτι λέγει τὴν γυναῖκά σου, ἀλλὰ “ τὴν μητέρα αὐτοῦ;” ἐπειδὴ τοῦ τόκου πέρας ἐλύθη τὲ ἡ ὑποψία καὶ ὁ Ἰωσὴφ ἐπιστώθη. διὰ τοῦτο οὖν μετὰ παρρησίας λοιπὸν διαλέγεται ὁ Ἄγγελος, καὶ οὔτε παιδίον αὐτοῦ, οὔτε γυναῖκα καλεῖ, ἀλλὰ “ τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ. καὶ οὐκ ἐταράχθη, ἐπειδὴ πιστὸς ἢν ὁ ἀνήρ διὸ ὑπακούει καὶ πείθεται.
- 2.1
Περὶ τῶν ἀναιρεθέντων παίδων.
- 2.2
Καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεέμ.
- 2.3
Περὶ δὲ τῶν ἀναιρεθέντων τῶν παιδίων, μηδεὶς λεγέτω, ὅτι τίνος ἕνεκεν ὁ Θεὸς συνεχώρησε τοῦτο γενέσθαι ; διότι περ ἀδίκως πάσχοντές τινες παρ’ ὅτου οὖν, ἢ εἰς ἁμαρτημάτων διάλυσιν ὁ Θεὸς ἡμῖν λογίζεται τὴν ἀδικίαν ἐκείνην, ἢ εἰς μισθῶν ἀντίδοσιν r· καὶ ποίαν εἶχον ἁμαρτίαν τὰ παιδία φησὶν, ἵνα ταύτην διαλύσωνται; περὶ γὰρ τῶν ἐν ἡλικίᾳ γενομένων καὶ πολλὰ πεπλημμεληκότων, εἰκότως ἄν τις ταῦτα εἴποι. οἱ δὲ ἄωρον οὕτως ὑπομείναντες τελευτὴν, ποῖα ἁμαρτήματα δι’ δι᾿ κακῶς ἔπαθον ἀπέθεντο ; ἀλλὰ διὰ τοῦτο προεῖπον, ὅτι κἂν ἁμαρτήματα μὴ ᾖ, μισθῶν ἀντίδοσις ἐκεῖ γίνεται τοῖς πάσχουσιν ἐνταῦθα κακῶς· τι τοίνυν ἐβλάβη τὰ παιδία ἀναιρεθέντα ἐπὶ ὑποθέσει τοιαύτῃ, καὶ πρὸς τὸν ἀκύμαντον ταχέως ἀπενεχθέντα λιμένα ; ἀλλὰ πολλάκις, φησὶν, ψελλὸν ζήσοντα κατορθοῦν· ἀλλὰ διὰ τοῦτο οὐ μικρὸν αὐτοῖς προαποτίθεται τὸν μισθὸν, τὸ ἐπὶ ὑποθέσει τοιαύτῃ καταλύσαι τὸν βίον· ἄλλως δὲ οὐδ’ ἃν εἴασεν εἰ μεγάλοι τινὲς ἔσεσθαι ἤμελλον οἱ παῖδες προαρπαγῆναι· εἰ γὰρ τοὺς ἐν πονηρίᾳ μέλλοντας ζῆν, διηνεκῶς μετὰ μακροθυμίας φέρει τῆς ἑαυτοῦ ὁ Θεὸς, πολλῷ μᾶλλον τούτους οὐκ ἂν εἴασεν τεθνάναι οὕτως, εἴπερ ᾔδει μεγάλα τινὰ ἀνύσαντας καὶ οὗτοι μὲν παρ’ ἡμῶν οἱ λόγοι· οὐ μὴν πάντες οὗτοι, ἀλλ’ εἰσὶ καὶ τούτων ἀπορρητότεροι, οὓς μετὰ ἀκριβείας οἶδεν ὁ ταῦτα οἰκονομῶν.
- 2.4
τότε ἐπληρώθη τὸ ῥηθὲν ὑπὸ Ἰερεμίου τοῦ προφήτου λέγοντος.
- 2.5
H Ῥαχιὴλ μητὴρ ἦν τοῦ Βενιαμὴν, καὶ τελευτήσαντα αὐτὴν εἰς τὸν Ἱπποδρόμον ἔθαψαν, τὸν πλησίον ὄντα τοῦ χωρίου τούτου. ἐπεὶ οὖν ὁ τάφος πλησίον ἦν, καὶ ὁ κλῆρος τοῦ παιδίου, τῆς τοῦ Βενιαμὴν γὰρ φυλῆς ἦν Ῥαμὰ, ἀπό τε τοῦ φυλάρχου, ἀπό τε τοῦ τόπου τῆς ταφῆς εἰκότως αὐτῆς τὰ παιδία τὰ σφαγιασθέντα καλεῖ· εἶτα δεικνὺς ὅτι ἀνίατον ἦν τὸ συμβὰν καὶ τὸ ἕλκος ὠμὸν, φησὶν, “ οὐκ ἠθέλησε παρακληθῆναι, ὅτι οὐκ εἰσίν.
- 2.6
Φωνὴ ἐν Ῥαμὰ ἠκούσθη.
- 2.7
Ωριφένουσ. Ῥαμὰ σημαίνει τόπον ὑψηλὸν, ὅθεν ἔν τισι τῶν ἀντιγράφων τοῦ προφήτου γέγραπται, ῥάπται, “ φωνὴ ἐν τῇ ὑψηλῇ “ ἠκούσθη,” καὶ τὰ ἑξῆς· καὶ ἔστιν ὁ τῆς Ῥαχὴλ τόπος τὸν Ἱπποδρόμον περὶ τὴν Βηθλεέμ· διὸ Ῥαχὴλ λέγεται κεκλαυκέναι τὰ τέκνα αὐτῆς· οἷον ἐν τῷ τόπῳ τῆς Ῥαχὴλ. οἱ τινες οὐδὲ παρακληθῆναι ἤθελον ἐπὶ τοῖς τέκνοις αὐτῶν, ὡς οὐκ εἰσίν· οὐδέ πω γὰρ ἦσαν μεμαθηκότες ἀπὸ τοῦ ἐναργῶς παραστῆσαι δυναμένου τῇ ἑαυτοῦ ἀναστάσει τὴν ἀνάστασιν τῶν νεκρῶν, ὅτι οὐκ εἰσὶν οἱ νομιζόμενοι τοῖς κλαίουσι καὶ ὀδυρομένοις μὴ εἶναι.
- 2.8
Τοῦ αὐτοῦ. Ἡ Ῥαχιὴλ εἰς τύπον τῆς Ἐκκλησίας τῆς κάτω καὶ τῆς ἄνω τηρεῖται, εἰπεῖν δὲ μᾶλλον θεωρεῖται.
- 2.9
Τελευτήσαντος δὲ τοῦ Ἡρώδου, ἰδοὺ Ἄγγελος Κυρίου καθ’ ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ.
- 2.10
Φανεὶς δὲ ὁ Ἄγγελος τῷ Ἰωσὴφ μετὰ θάνατον τοῦ Ἡρώδου, διὰ τοῦτο τὸ οὐκ ἔτι φεῦγε φησὶν, ἀλλὰ “ πορεύου· ἵνα μετὰ τὸν πειρασμὸν ἄνεσιν εὕρωσιν. ὅμως οὖν διὰ τὸ βασιλεύειν ἀντὶ Ἡρώδου Ἀρχέλαον υἱὸν αὐτοῦ, τὴν μὲν Ἰουδαίαν ἐδεδοίκει καταλαβεῖν, εἰς δὲ τὴν Ναζαρὲτ ἔρχεται· ὁμοῦ τε τὸν κίνδυνον φεύγων s, ὁμοῦ τὲ ἐμφιλοχωρῶν τῇ πατρίδι, ἵνα μᾶλλον θαρρῇ. καὶ χρηματισμὸν δέχεται παρὰ τοῦ Ἀγγέλου τούτου· πληροῦται δὲ καὶ τὸ ῥηθὲν ὑπὸ τῶν προφήτων, “ ὅτι Ναζωραῖος κληθήσεται·” τὸ δὲ ποῖοι προφῆται τοῦτο εἶπον, μὴ περιεργάζου· πολλὰ γὰρ τῶν προφητικῶν ἠφανίσθη βιβλίων· καὶ ταῦτα ἀπὸ τῆς ἱστορίας τῶν Παραλειπομένων ἴδοι τίς ἄν. εἰς ἀσέβειαν γὰρ οἱ Ἰουδαῖοι συνεχῶς ἐμπίπτοντες, τὰ μὲν ἠφίεσαν τῶν βιβλίων ἀπόλλυσθαι· τὰ δὲ αὐτοὶ κατέκαιον· καὶ τὸ μὲν Ἰερεμίας διηγεῖται· τὸ δὲ ὁ τὴν τετάρτην συντεθεικὼς τῶν βασιλειῶν, λέγων μετὰ πολὺν χρόνον τὸ Δευτερονόμιον εὑρεθῆναι κατορωρυγμένον ποῦ καὶ ἠφανισμένον· ἐπεὶ ὅτι γε προεῖπον οἱ προφῆται πολλαχοῦ, καὶ οἱ Ἀπόστολοι Ναζωραῖον καλοῦσιν. διὰ δὲ τὸ λέγειν τὸν Λουκᾶν οὐ κατὰ χρησμὸν αὐτὸν ἐληλυθέναι ἐκεῖ, ἀλλ’ ὅτι τὸν καθαρισμὸν πληρώσαντες πάντα, ὑπέστρεψαν εἰς Ναζαρὲτ, χρὴ νοεῖν, ὅτι τὸν χρόνον τὸν τῆς καθόδου τῆς εἰς Αἴγυπτον μὴ ἱστορῶν ὁ Λουκᾶς ταῦτα λέγει· οὐδὲ γὰρ ἃν πρὸ τοῦ καθαρμοῦ κατήγαγεν αὐτοὺς εἰς Αἴγυπτον ὁ Ἄγγελος· διὰ τὸ μηδὲν ὅλως γενέσθαι παράνομον· πληρώσαντες δὲ ἅπαντα, κατῆλθον εἰς Ναζαρέτ.
- 2.11
Ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν.
- 2.12
Εἰς τὴν Ἰουδαίαν, φησὶν, ἐδεδοίκει ἀπελθεῖν, διὰ τὸν Ἀρχέλαον· ἀλλ’ ἔδει καὶ τὴν Γαλιλαίαν διὰ τὸν Ἡρώδην φοβηθῆναι; ἀλλ’ ἐπεὶ τὸ χωρίον ἤμειψεν, τὸ πρᾶγμα συνεσκιάζετο λοιπόν. ἡ γὰρ ὁρμὴ πᾶσα κατὰ τῆς Βηθλεὲμ ἦν, καὶ τῶν ὁρίων αὐτῆς. τῆς τοίνυν σφαγῆς γενομένης, ᾤετο λοιπὸν ὁ παῖς Ἀρχέλαος τέλος ἐσχηκέναι τὸ πᾶν· καὶ ἐν τοῖς πολλοῖς καὶ τὸν ζητούμενον ἀνῃρῆσθαι
- 2.13
Κυρίλλου Ἀλεξανδρείασ. Ἡ Ναζαρὲτ ἐν τοῖς τῆς Ἰουδαίας ἔκειτο τέρμασι, δι’ οὗ δηλοῦται ὅτι ὁ Χριστὸς διὰ τῶν Ἰουδαίων μιαιφόνον ἔμελλε τὴν Ἰουδαίαν καταλιπεῖν, καὶ ἐπὶ τὰ ἔθνη μετελθεῖν· ἕνεκεν τοῦ τοῖς φιλομαθέσιν ἀφορμὴν δοῦναι τῆς εἰς αὐτὸν πίστεως.
- 3.1
Πρῶτος Ἰωάννης ἐκήρυξε βασιλείαν οὐρανῶν.
- 3.2
Ὠριφένουσ. Πρῶτον Ἰωάννην εὑρίσκομεν ὀνομάζοντα βασιλείαν οὐρανῶν, ἥτις ἦν ὁ Χριστός.
- 3.3
Κυρίλλου. βασιλεία τῶν οὐρανῶν, ἡ διὰ πίστεως δικαίωσις, καὶ ὁ διὰ Πνεύματος ἁγιασμός.
- 3.4
Σευηριανοῦ. Ἰωάννου s. Ἡ βασιλεία τῶν οὐρανῶν ἡ ἀπόλαυσις τοῦ μέλλοντος αἰῶνος.
- 3.5
Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας.
- 3.6
Εἰπὼν ὁ Εὐαγγελιστὴς “ ἐν ταῖς ἡμέραις ἐκείναις παραγίνεται “Ἰωάννης ὁ βαπτιστὴς, οὐχ ὅτε παῖς ἦν ὁ Χριστὸς, καὶ εἰς Ναζαρὲτ ἦλθεν λέγει. μετὰ γὰρ τριάκοντα ἔτη παραγίνεται Ἰωάννης, καθὼς ὁ Λουκᾶς μαρτυρεῖ, ἀλλ’ ἐπειδὴ ἔθος ἦν τῇ γραφῇ τούτων χρῆσθαι τῶν τρόπων· οὐχ ὅταν τῷ ἑξῆς χρόνῳ συμβαίνοντα λέγει μόνον, ἀλλ’ ὅτ’ ἃν καὶ τὰ πολλοῖς ὕστερον ἔτεσιν ἐκβησόμενα· ὥσπερ ἐν τῷ ὄρει τῶν Ἐλαιῶν εἰπὼν ὁ Χριστὸς τοῖς μαθηταῖς περὶ τῆς κατασκαφῆς τῆς μητροπόλεως, καὶ μέλλων καὶ περὶ τῆς συντελείας λέγειν, ἐπήγαγεν, τότε τὰ καὶ τὰ ἔσται· οὐ συνάγων τοὺς χρόνους τῆς κατασκαφῆς καὶ τῆς συντελείας, τότε εἶπεν· ἀλλ’ ἐκεῖνον μόνον δηλῶν τὸν καιρὸν, ἐν ᾧτ’ ταῦτα συμβήσεσθαι ἔμελλεν· οὕτω γοῦν καὶ νῦν λέγων ποιεῖ· “ ἐν ταῖς “ ἡμέραις ἐκείναις· οὐ γὰρ τὰς ἑξῆς δηλῶν τοῦτο τέθεικεν, ἀλλ’ ἐκείνας, ἐν αἷς ταῦτα συμβαίνειν ἔμελλεν, ἃ διηγήσασθαι παρεσκεύαστο
- 3.7
Τὸ δὲ “ ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν,” περὶ τῆς παρουσίας αὐτοῦ καὶ τῆς ἐσχάτης φησίν· εἰ καὶ μὴ τοῦτο τέως ἐννόουν, ἕως οὗ εἰς ζήτησιν ἦλθον τοῦ κηρυττομένου. διὸ καὶ τελῶναι πολλοὶ καὶ στρατιῶται παραγενόμενοι, ἠρώτων “ τί δεῖ πράττειν, ἵνα “ σωθῶσιν;” ὅπερ ἦν σημεῖον τοῦ τῶν βιωτικῶν λοιπὸν ἀπαλλάττεσθαι πραγμάτων, καὶ πρὸς ἕτερα μείζονα ὁρᾶν, καὶ τὰ μέλλοντα όνειροπολεῖν. καὶ γὰρ ἅπαντα αὐτοὺς καὶ τὰ ὁρώμενα καὶ τὰ λεγόμενα εἰς ὑψηλὸν ἦγε φρόνημα, καὶ ἦν θαυμαστὸν ἰδεῖν ἄνθρωπον μετὰ τριάκοντα ἔτη καταβαίνοντα ἀπὸ τῆς ἐρήμου, ἀρχιερέως υἱὸν γενόμενον, μηδὲν δεηθέντα τῶν ἀνθρωπίνων ποτὲ, καὶ πάντοθεν ὄντα αἰδέσιμον, καὶ τὸν Ἡσαΐαν μαρτυροῦντα περὶ αὐτοῦ, ὅτι οὗτός ἐστιν, ὃν παρέσεσθαι ἔφην βοῶντα καὶ κηρύττοντα κατὰ τὴν ἔρημον. καὶ γὰρ καὶ ἡ στολὴ αὐτοῦ τοὺς Ἰουδαίους μᾶλλον ἐφείλκετο, τὸν μέγαν Ἠλίαν ἐν αὐτῷ βλέποντας· ἔτι δὲ καὶ μεῖζόν τι· ἐκείνου μὲν καὶ ἐν πόλεσιν ἀναστρεφομένου· τούτου δὲ ἐκ σπαργάνων τὴν ἔρημον οἰκήσαντος· οὐ γῆν ἀροτριάσαντα, ἐσχεδιασμένην ἔχοντα τράπεζαν, καὶ εὐκολωτέραν τῆς περιβολῆς τὴν οἴκησιν, οὔτε γῆν, οὔτε κλίνην κεκτημένην, οὔτε ἄλλου τινὸς δεηθέντος ποτὲ, ἀλλὰ ἀγγελικήν τινα ἐν τῇ σαρκὶ ταύτῃ πολιτείαν ἐπιδεικνύμενον. διὰ τοῦτο καὶ τρίχινον ἦν αὐτῷ τὸ ἱμάτιον, ἵνα διὰ τοῦ σχήματος παιδεύσῃ τῶν ἀνθρωπίνων ἀφίστασθαι, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν, ἀλλ’ ἐπὶ τὴν προτέραν ἀνατρέχειν εὐγένειαν, ἐν ᾖ ἦν, πρινὴ δεηθῆναι ἱματίων καὶ περιβολῆς ὁ Ἀδάμ. εἰ οὖν ἐκεῖνος ὁ καθαρὸς οὕτω, καὶ τῶν οὐρανῶν λαμπρότερος ὣν, καὶ ὑπὲρ προφήτας πάντας, καὶ οὗ μείζων οὐδεὶς ἐγένετο, καὶ παρρησίαν τοσαύτην ἔχων, οὕτως ἑαυτὸν ἐσκληραγώγει, καὶ ταῦτα τῆς παλαιᾶς κρατούσης, τίνα ἕξομεν ἡμεῖς ἀπολογίαν, οἱ μετὰ τὴν χάριν καὶ τοσαύτας εὐεργεσίας, καὶ τὰ μυρία φορτία τῶν ἁμαρτημάτων, μηδὲ ὀλίγον τί τῆς πολιτείας ἐπιδεικνύμενοι τῆς ἐκείνου, ἀλλὰ μεθύοντες καὶ γαστριζόμενοι καὶ μύρων ὄζοντες, καὶ πάντοθεν ἑαυτοὺς καταμαλακίζοντες, καὶ εὐχειρώτους τῷ διαβόλῳ ποιοῦντες
- 3.8
τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα, καὶ πᾶσα ἡ Ἰουδαία, καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου.
- 3.9
Ἐξεπορεύοντο δὲ πρὸς αὐτὸν, καὶ ἐβαπτίζοντο, διότι ἦν ἄξιον θαύματος ἰδεῖν ἐν ἀνθρωπίνῳ σώματι τοιαῦτα ἐπιδεικνύμενον αὐτὸν, καὶ τοσαύτῃ κεχρημένον τῇ παρρησίᾳ, καὶ πάντων ὡς παίδων κατεξανιστάμενον· συνετέλει δὲ εἰς ἔκπληξιν, καὶ τὸ διὰ πολλοῦ χρόνου προφήτην φανῆναι· καὶ γὰρ ἐπέλιπεν αὐτοὺς τὸ χάρισμα, καὶ διὰ μακροῦ πρὸς αὐτοὺς ἐπανῆλθε τοῦ χρόνου.
- 3.10
Ἰδῶν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ.
- 3.11
Ἐπειδὴ δέ φησιν ὁ Εὐαγγελιστὴς περὶ τῶν Σαδδουκαίων καὶ τῶν Φαρισαίων, ὅτι ἦλθον εἰς τὸ βαπτισθῆναι· πῶς ὁ Χριστὸς λέγει, ὅτι οὐκ ἐπίστευσαν Ἰωάννῃ; ὅτι οὐκ ἦν τοῦτο πιστεῦσαι, τὸ τὸν κηρυττόμενον ὑπ’ αὐτοῦ μὴ δέξασθαι. παρεγένοντο μὲν καὶ ἐβαπτίσθησαν· οὐ μὴν ἔμειναν ἐπὶ τῆς πίστεως τοῦ κηρύγματος· δείκνυται δὲ τοῦτο, ἐξ ὧν πρὸς τὸν βαπτιστὴν ἔπεμπον λέγοντες, εἰ σὺ εἰ Ἤλιας; εἰ σὺ εἰ ὁ Χριστός; διὸ καὶ ἐπήγαγεν· οἱ “ δὲ ἀπεσταλμένοι ἦσαν ἀπὸ τῶν Φαρισαίων.
- 3.12
Γεννήματα ἐχιδνῶν.
- 3.13
Εἶπεν δὲ αὐτοὺς γεννήματα ἐχιδνῶν, ὅτι οὐδὲν ἄμεινον διέκειντο αὐτοὶ τε καὶ οἱ γεγεννηκότες αὐτοὺς του θηρίου τούτου· καὶ γὰρ τοῦτο διαφθείρει τὴν ὠδίνουσαν, καὶ διατρώγων τὴν γαστέρα αὐτῆς, οὕτως ἐξέρχεται εἰς φῶς, ὅπερ καὶ οὗτοι ἐποίουν, πατραλοῖαι u γινόμενοι, καὶ μητραλοῖαι x, καὶ τοὺς διδασκάλους ταῖς ἑαυτῶν διαφθείροντες χερσί.
- 3.14
Τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Μέλλουσαν δὲ ὀργὴν, τὴν αἰώνιον λέγει κόλασιν· οὐ γὰρ τὰ εἰωθότα, οἷον πολέμους καὶ αἰχμαλωσίας.
- 3.15
Ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας.
- 3.16
Καρποῦς δὲ ἀξίους τῆς μετανοίας εἶπεν, οὐ τὴν πονηρίαν μόνον φυγεῖν, ἀλλὰ καὶ ἀρετὴν πολλὴν ἐπιδείξασθαι· μηδὲ ἐπὶ τῇ τῶν προγόνων εὐγενείᾳ μέγα φρονεῖν, καὶ ἐπὶ ταύτῃ θαρρεῖν. φαινονται γὰρ καὶ μετὰ ταῦτα λέγοντες, “ ἡμεῖς πατέρα ἔχομεν “τὸν Ἀβραάμ.
- 3.17
Τὸ δὲ “ δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων,” καὶ τὰ ἑξῆς· τινές φασι περὶ τῶν ἐθνῶν ταῦτα λέγειν· λίθους αὐτοὺς μεταφορικῶς καλῶν· ἐγὼ δὲ καὶ ἑτέραν ἔννοιαν τὸ εἰρημένον ἔχειν φημί· ὅτι μὴ νομίζετε y, φησιν, ὅτι ἃν ὑμεῖς ἀπόλησθε z, ἄπαιδα ποιήσετε a τὸν πατριάρχην· τῷ γὰρ Θεῷ δυνατὸν, καὶ ἀπὸ λίθων ἀνθρώπους αὐτῷ δοῦναι, ὥσπερ καὶ πρώην· τοῦτο γὰρ ὅμοιον ἦν τὸ ἀπὸ τῆς μήτρας τῆς Σάρρας προελθεῖν παιδίον. οὐκ εἶπεν δὲ ἤγειρεν, ἀλλ᾿ “ἐγεῖραι,” ἵνα μὴ ἀπογνῶσιν ἑαυτῶν.
- 3.18
Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
- 3.19
Τὸ δὲ ἤδη ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται, δηλοῖ ὅτι ἐπίκειται μὲν τῇ ῥίζῃ, καὶ οὐδὲ μίαν ἀναβολὴν τῆς κοπῆς ἐπιδείκνυται. πλὴν ἃν μεταβαλεῖσθε καὶ γένησθε βελτίους, ἀπελεύσεται μηδὲν ἐργασαμένη ἡ ἀξίνη αὕτη· ἃν δὲ τοῖς αὐτοῖς ἐπιμένετε, πρόρριζον ἀνασπάσῃ τὸ δένδρον· ἐπίκειται μὲν γὰρ, ἵνα μὴ ἀναπέσηται· οὐ τέμνει δὲ, ὅτι δυνατὸν καὶ ἐν βραχεῖ χρόνῳ μεταβαλλομένους σωθῆναι. εἰπὼν “ὅτι πᾶν δένδρον μὴ “ποιοῦν καρπὸν καλὸν, καὶ τὰ ἑξῆς· τὴν ἐπὶ τῆς συγγενείας προεδρίαν ἐκβάλλει κἂν γὰρ αὐτοῦ τοῦ Ἀβραὰμ ἔγγονος ἧς, φησὶ, διπλὴν ὑποστήσῃ τὴν κόλασιν, ἄκαρπος μένων.
- 3.20
Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν.
- 3.21
Τοῦ ἁγίου Βασιλείου. Τὸ τοῦ Χριστοῦ βάπτισμα τὴν ἐν τῇ κρίσει δοκιμασίαν λέγει· τὸ δὲ ἐν Πνεύματι Ἁγίῳ, τὴν ἐν πυρίναις γλώσσαις τοῦ Πνεύματος ἐσομένην ἐπὶ τοὺς Ἀποστόλους ἐπιφοίτησιν.
- 3.22
Τοῦ Χρυσοστόμου. Διὰ τούτου τὸ δαψιλὲς τῆς δωρεᾶς ἐμφαίνει, ἁγιασμὸν καὶ ἀπολύτρωσιν, καὶ υἱοθεσίαν καὶ ἀδελφότητα· καὶ τῇ ἐπεξηγήσει τοῦ πυρὸς πάλιν τὸ σφοδρότερον καὶ ἀκάθεκτον τῆς χάριτος ἐνδείκνυται.
- 3.23
Οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει, ἐν νεύματι Ἁγίῳ.
- 3.24
Διὰ δὲ τὸ εἰπεῖν τὸν ἱμάντα τοῦ ὑποδήματος, τὸ ἔσχατον πάντων ἐσήμανεν, ὅτι τοσοῦτον ἀπέχω, φησὶ, τοῦ μετ’ ἐμὲ ἐρχομένου πρὸς σύγκρισιν, ὅτι οὐδὲ εἰς δούλους ἐκείνου τάττεσθαι εἰμὶ ἄξιος. οὐδὲ γὰρ τὰ ὑποδήματα, ἀλλ’ οὐδὲ τὸν ἱμάντα τοῦ ὑποδήματός εἰμι ἄξιος λῦσαι.
- 3.25
Οὗ τὸ πτύον ἐν τῆ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ. καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην.
- 3.26
Θεοδώρου Ἡρακλείασ. Ὡς κριτὴς ὁ Χριστὸς ἀποχωρίζει τοὺς καθαροὺς ἐν βίῳ ἀπὸ τῶν ἀδικῶν.
- 3.27
Κυρίλλου. τοὺς δικαίους ἁρπάζει εἰς τὴν ἄνω πόλιν, τοὺς δὲ ἁμαρτωλοὺς εἰς τὸ κατακαῆναι.
- 3.28
Τοῦ Χρυσοστόμου. Τὸ πτύον, τὸν κριτὴν σημαίνει διαχωρίζοντα τοὺς δικαίους καὶ τοὺς ἁμαρτωλούς· σῖτον μὲν τοὺς δικαίους, ἄχυρον δὲ τοὺς ἁμαρτωλούς. πῦρ δὲ ἄσβεστον λέγων τὴν τιμωρίαν ἀθάνατον δείκνυσιν.
- 3.29
Ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρι πρός με;
- 3.30
Διατί δὲ διακωλύων ὁ Ἰωάννης τὸν Χριστὸν βαπτισθῆναι ὑπ’ αὐτοῦ ὕστερον ἐπείσθη; ὅτι οὐκ ἦν ἄμετρος φιλόνεικος· ἀλλὰ καὶ τὸ ἀνάξιον ἐνδείκνυται καὶ τὴν ὑπακοήν· οὐχ ἁπλῶς δὲ εἰπεν αὐτῷ ὁ Χριστὸς, ἄφες ἀλλὰ καὶ τὸ ἄρτι προσέθηκεν· οὐ γὰρ διηνεκῶς ταῦτα ἔσται, φησὶν, ἀλλ’ ὄψει με ἐν τούτοις οἷς ἐπιθυμεῖς, ὅτε τούτων ἐστὶν ὁ καιρός.
- 3.31
Καὶ ἰδοὺ, ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ ἐρχόμενον ἐπ’ αὐτόν.
- 3.32
Τίνος δὲ χάριν τὸ Πνεῦμα τὸ Ἅγιον ἐν εἴδει περιστερᾶς φαίνεται; ὅτι ἥμερον τὸ ζῷον καὶ καθαρόν· ἐπεὶ οὖν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον πραότητός ἐστι πνεῦμα, διὰ τοῦτο ἐν τούτῳ φαίνεται. λοιπὸν δὲ καὶ διὰ τὸ εὐαγγελίσασθαι ἐπὶ τοῦ κατακλυσμοῦ τὴν περιστερὰν τὴν λύσιν τοῦ χειμῶνος, κάρφος ἐλαίας ἐπιφερομένην· καὶ γὰρ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ νῦν λύσιν τῶν κακῶν ἡμῖν ἤγαγεν, καὶ ἀντὶ κλάδου ἐλαίας, τὸν πάντων έλευθερωτὴν ἡμῖν δείκνυσιν· εἰ δὲ καὶ ὄψει περιστερᾶς ἐφάνη τὸ Πνεῦμα τὸ Ἅγιον, χρὴ γινώσκειν, ὅτι οὐ φύσιν περιστερᾶς ἀνέλαβεν, καθὼς ὁ Υἱὸς τοῦ Θεοῦ φύσιν ἀνθρώπου· ὅθεν καὶ ὁ Εὐαγγελιστὴς οὐκ εἶπεν, ὅτι ἐν φύσει περιστερᾶς, ἀλλ’ ἐν εἴδει περιστερᾶς· διὸ οὐδὲ ἐν τοιούτῳ σχήματι ὤφθη μετὰ ταῦτα· ἔμεινε δὲ ἐπὶ τὸν Κύριον καὶ Θεὸν Ἰησοῦν Χριστὸν τὸ Πανάγιον Πνεῦμα, διὰ τὴν φωνὴν τὴν ἄνωθεν ἐνεχθεῖσαν, ἵνα μὴ νομίσωσιν αὐτὸν ὡς ἕνα τῶν πολλῶν εἶναι, τὴν δὲ φωνὴν περὶ Ἰωάννου ἐνεχθῆναι· καὶ γὰρ πολλοὶ b μεῖζον αὐτοῦ τὸν Ἰωάννην ἐνόμιζον.
- 4.1
Περὶ Διδασκαλίας τοῦ Σωτῆρος.
- 4.2
Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ
- 4.3
Πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα.
- 4.4
Ἀντὶ τοῦ τὸ Πνεῦμα προετρέπετο αὐτὸν ἐπὶ τὸν κατὰ τοῦ διαβόλου ἀγῶνα.
- 4.5
Κυρίλλου. Ὑπὸ τοῦ διαβόλου ἤγετο κατὰ συγχώρησιν.
- 4.6
Σευήρου. Οὐκ ἄκων εἵλκετο. ταῦτα γὰρ πρὸς ἡμῶν ὑποτύπωσιν γέγονεν, ἵνα μετὰ τὸ βάπτισμα, μηκέτι αὐτοὺς ἄγωμεν, ἀλλ’ ἐκδῶμεν ἑαυτοὺς τοῖς νόμοις τοῦ Πνεύματος, καὶ ἀπ’ αὐτοῦ ἀγόμεθα ἐπὶ πνευματικὴν ζωὴν, καὶ κατὰ τῶν τοῦ διαβόλου ἀγώνων. οὐχ ὑπερέβη δὲ ὁ Χριστὸς τὸ τῶν ἡμερῶν τῆς νηστείας μῆκος, ὃ ἐνήστευσε Μωϋσῆς καὶ Ἠλίας, ἵνα δῷ χώραν τῷ πειράζοντι προσβαλεῖν ὡς ἀνθρώπῳ c καὶ πεσεῖν.
- 4.7
Ἐπιφανίου. Ἐπείνασεν ἵνα δείξῃ τὴν ἀληθινὴν ἐνανθρώπησιν.
- 4.8
Θεοδώρου Ἤρακλείασ. Τὸ δὲ οὐκ ἐπ’ ἄρτῳ, ὁ πρῶτος Ἀδὰμ διὰ τῆς βρώσεως ἥμαρτεν, ὁ Χριστὸς δι’ ἐγκρατείας περιγίνεται, καὶ διδάσκει ὅτι οὐ δεῖ ἀφίστασθαι τοῦ Θεοῦ, κἂν λιμώττωμεν· τούτων ἀρραβών ἐστι καὶ τῆς μελλούσης καταστάσεως, ὅπερ ἤρξατο ἐν Χριστῷ, ὅτι καὶ δίχα τροφῆς μέλλουσι ζῇν οἱ ἄνθρωποι.
- 4.9
τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ.
- 4.10
Σευήρου. Τὸ δὲ παραλαμβάνει αὐτὸν ὁ διάβολος,” ὡς Θεὸς ἑκουσίως ἐδίδου τῷ διαβόλῳ ἄγειν αὐτὸν εἰς τοὺς πειρασμοὺς, οὓς ἐπειρᾶτο αὐτὸν ἑλκύσαι ὁ διάβολος. διὸ καὶ εἰς τὴν ἔρημον ἀπῄει, καὶ εἰς τὴν ἁγίαν πόλιν καὶ εἰς τὸ πτερύγιον τοῦ ἱεροῦ, ἐκ τῶν τόπων ἐρεθίζων αὐτὸν τοὺς ἁρμοδίους πειρασμοὺς ἐπάγειν, ἵνα τὴν μανίαν αὐτοῦ ἐκχύσας, καὶ ἀποτυχὼν, ἀσθενὴς γένηται, καὶ εὐάλωτος τοῖς ἀνθρώποις.
- 4.11
Τοῦ Χρυσοστόμου. τότε, πότε; μετὰ τὴν τοῦ Πνεύματος κάθοδον, μετὰ τὴν φωνὴν τὴν ἄνωθεν ἐνεχθεῖσαν. ὑπὸ ποίου δὲ Πνεύματος ἀνήχθη; ὑπὸ τοῦ Ἁγίου. διατί δὲ ὑπὸ τοῦ διαβόλου πειρασθῆναι; ἐπειδὴ πάντα πρὸς διδασκαλίαν ἡμῶν ἔπραττεν· ἵνα ἐάν τις τῶν βαπτιζομένων μετὰ τὸ βάπτισμα μείζονας ὑπομείνῃ πειρασμοὺς, μὴ ταράττηται, ὡς παρὰ προσδοκίαν τοῦ πράγματος γινομένου· ἀλλὰ μείνῃ d γενναίως πάντα φέρων· καὶ γὰρ διὰ τοῦτο ἐλάβομεν ὅπλα νοητὰ, οὐχ ἵνα ἀργῶμεν, ἀλλ’ ἵνα πολεμῶμεν e.
- 4.12
Εἰς δὲ τὴν ἔρημον ἄγεται, διδοὺς ἀφορμὴν τῷ διαβόλῳ. τότε γὰρ μάλιστα ἐπιτίθεται ἡμῖν, ὅτε ἴδῃ μεμονωμένους. καὶ πεινῶντι προσέρχεται, ἵνα μάθωμεν πῶς ἡ νηστεία καλόν· καὶ ὅτι μετὰ τὸ βάπτισμα, οὐ τρυφῇ ἀλλὰ νηστείᾳ προσέχειν δεῖ πάντας· διὰ γὰρ τοῦτο καὶ αὐτὸς ἐνήστευσεν, οὐχ ὡς αὐτὸς ταύτης δεόμενος, ἀλλ’ ἡμᾶς παιδεύων. διὰ τί δὲ εἶπεν αὐτῷ, “εἰ υἱὸς εἶ τοῦ Θεοῦ;” ἐπειδὴ ἤκουσε τῆς ἄνωθεν φωνῆς φερομένης· ἔτι δὲ καὶ Ἰωάννου τοσαῦτα αὐτῷ μαρτυροῦντος· εἶτα δὲ καὶ πεινῶντα λοιπὸν ἐν ἀμηχανίᾳ ἦν· καὶ οὔτε εἰ ἄνθρωπος ψιλὸς ἦν πιστεῦσαι ἐδύνατο διὰ τὰ περὶ αὐτοῦ λεχθέντα· οὐδ’ αὖ πάλιν παραδέξασθαι ὅτι Υἱὸς ἦν τοῦ Θεοῦ, διὰ τὸ βλέπειν αὐτὸν πεινῶντα. διὰ τοῦτο οὖν ἐρωτᾷ. οὐκ εἶπε δὲ αὐτῷ· ἐπειδὴ πεινᾶς, ἀλλ’ “εἰ Υἱὸς εἰ τοῦ Θεοῦ εἰπὲ, ἴνα οἱ λίθοι ἄρτοι κολακεύων αὐτὸν ὑπούλως· διὸ καὶ ὁ Χριστὸς τὸν τῦφον αὐτοῦ καθαιρῶν, καὶ δεικνὺς ὅτι οὐκ ἄξιον αἰσχύνης τὸ πεινᾶν, εἶπεν αὐτῷ· “οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος.” δυνατὸς ὁ Θεὸς καὶ ῥήματι θρέψαι τὸν πεινῶντα. ὁμοίως δὲ καὶ εἰς τὴν δευτέραν πεῖραν, τὸ εἰ Υἱὸς εἶ τοῦ Θεοῦ” προφέρει, διὰ τὴν προτέραν αἰτίαν. οὐκ ἠγανάκτησε δὲ κατ’ αὐτοῦ ὁ Χριστὸς, ἀλλὰ φησίν· “οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου,” ἡμᾶς παιδεύων ὅτι τοῦ διαβόλου, οὐ διὰ σημείων, ἀλλὰ δι’ ἀνεξικακίας καὶ μακροθυμίας περιγενέσθαι χρή. τὸ δὲ εἰρημένον “ὅτι “ Ἀγγέλοις αὐτοῦ,” καὶ τὰ ἑξῆς· οὐ περὶ τοῦ Κυρίου εἴρηται τῷ προφήτῃ, ὥστε καὶ ἐν τούτῳ ἐψεύσατο ὁ διάβολος. διὰ τοῦτο δὲ εἰς τρίτην πεῖραν ἐπετίμησεν ὁ Χριστὸς τῷ διαβόλῳ, εἰ καὶ μὴ σφοδρῶς, ἀλλὰ μετὰ ἀνεξικακίας, ἐπειδὴ λοιπὸν εἰς τὸν Πατέρα ἡμάρτανεν, τὰ ἐκείνου πάντα αὐτῷ λέγων εἶναι. ἐκεῖνος οὖν ἅμα ἐπετιμήθη ἐδραπέτευσεν· οὐδὲ γὰρ ἑτέρους πειρασμοὺς αὐτῷ προσήγαγεν. εἰ γὰρ καὶ λέγει ὁ Λουκᾶς, ὅτι πάντα συνετέλεσε πειρασμὸν, προσενεγκεῖν αὐτῷ τὸν διάβολον τοῦτό φησιν ὁ Εὐαγγελιστὴς, καὶ ὡς ἐν τούτοις τῶν ἄλλων συμπεριειλημμένων· τὰ γὰρ μυρία συνέχοντα κακὰ ταῦτά ἐστι· τὸ γαστρὶ δουλεύειν· τὸ πρὸς κενοδοξίαν τί ποιεῖν· τὸ μανίᾳ χρημάτων ὑπεύθυνον εἶναι. Μετὰ δὲ τὸ δραπετεῦσαι τὸν διάβολον, οἱ Ἄγγελοι φαίνονται· καὶ οὐ πρὸ τούτου, ὥστε μὴ ἐκ τούτου φυγεῖν αὐτόν· ἀλλὰ μᾶλλον ἵνα προσβάλῃ καὶ ἡττηθῇ· ἅμα δὲ ὅπως καὶ ἡμεῖς μάθωμεν, ὅτι μετὰ τὰς ἐκείνου νίκας Ἄγγελοι διαδέξωνται, κροτοῦντες καὶ δορυφοροῦντες ἐν ἅπασι. χρὴ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι καὶ ἑκουσίως ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ Θεὸς, εἰς τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἰς τὸ ὑψηλὸν ὄρος ἀνῆλθεν, οὐχ ὑπὸ τοῦ μιαροῦ διαβόλου παραληφθεὶς, ἀλλ’ εἰδὼς τοὺς διαλογισμοὺς αὐτοῦ ἐν ἑαυτῷ λογιζόμενον, ὅτι ἐὰν ἔλθῃ εἰς τὸ πτερύγιον τοῦ ἱεροῦ, πείθω αὐτὸν διὰ κενὴν δόξαν, ῥίψαι ἑαυτόν. ὁμοίως δὲ καὶ εἰς τὸ ὄρος ἐὰν ἔλθῃ, δελεάζω αὐτὸν ἐπαγγελίᾳ χρημάτων προσκυνῆσαί με· τούτου χάριν ἀνῆλθεν, ἵνα δείξῃ καὶ ἐν τούτῳ ἡττώμενον τὸν μιαρὸν ἐκεῖνον διάβολον.
- 4.13
Ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.
- 4.14
Ἀνεχώρησεν ἀκούσας ὁ Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς, ὅτι Ἰωάννης παρεδόθη εἰς τὴν Γαλιλαίαν, ἡμᾶς παιδεύων φεύγειν τοὺς πειρασμούς· οὐ γὰρ ἔγκλημα τὸ μὴ ῥίπτειν ἑαυτὸν εἰς κίνδυνον, ἀλλὰ τὸ ἐμπεσόντα μὴ στῆναι γενναίως. ἔτι δὲ καὶ τοὺς διδασκάλους τῆς οἰκουμένης ἁλιεῦσαι σπεύδων· ἐπειδὴ καὶ ἐκεῖ διέτριβον τῇ τέχνῃ χρώμενοι τῇ ἁλιευτικῇ· εἰπὼν δὲ “ὁ “ὁ καθήμενος ἐν σκότει,” οὐ σκότος αἰσθητὸν ἐνταῦθα ἀλλὰ τὴν πλάνην καὶ τὴν ἀσέβειαν· ὁμοίως δὲ καὶ φῶς νοητὸν, τὴν ἐπίγνωσιν τῆς ἀληθείας λέγει. οὐκ εἶπε δὲ ὅτι ἐβάδιζον ἐν σκότει, ἀλλ’ “ἐκάθηντο,” ὅπερ σημεῖον ἦν, τοῦ μηδὲ ἐλπίζειν αὐτοὺς ἀπαλλάττεσθαι. ὥσπερ γὰρ οὐδὲ εἰδότες ποῦ δεῖ d προβῆναι, οὕτω καταλειφθέντες ὑπὸ τοῦ σκότους ἐκαθέσθησαν, μὴ δυνάμενοι μηδὲ στῆναι λοιπόν. εἶτα δεικνὺς ὅτι οὐκ αὐτοὶ ζητήσαντες εὗρον, ἀλλ’ ὁ Θεὸς ἄνωθεν ἐπεφάνη, φησὶν, ὅτι τὸ φῶς ἀνέτειλε καὶ ἔλαμψε· καὶ οὐκ αὐτοὶ πρότερον τῷ φωτὶ προσέδραμον· καὶ γὰρ ἐν ἐσχάτοις κακοῖς τὰ ἀνθρωπίνα ἦν, πρὸ τῆς Χριστοῦ παρουσίας.
- 4.15
Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
- 4.16
τοῦτο δηλοῖ τὸ ἐξ οὗ ἐνεβλήθη εἰς τὸ δεσμωτήριον ὁ Ἰωάννης· διατὶ δὲ μὴ έξαρχῆς ἐκήρυξεν αύτός; τι δὲ ὅλως Ἰωάννου ἐδεῖτο, τῆς τῶν ἔργων μαρτυρίας αὐτὸν κηρυττούσης; ἵνα κἀντεῦθεν τὴν ἀξίαν μάθῃς, ὅτι καθάπερ ὁ Πατὴρ, οὕτω καὶ αὐτὸς προφήτας ἔχει· καθὼς καὶ ὁ Ζαχαρίας ἔλεγεν· “καὶ σὺ παιδίον, “ὑψίστου κληθήσῃ· ἄλλως δὲ καὶ ἀναγκαῖον ἦν, παρ’ πρότερον λεχθῆναι τὰ περὶ αὐτοῦ, καὶ μὴ παρ’ αὐτοῦ· εἰ γὰρ καὶ μετὰ τοσαύτας καὶ τηλικαύτας τὰς μαρτυρίας καὶ ἀποδείξεις ἔλεγον· “σὺ μαρτυρεῖς περὶ σεαυτοῦ, ἡ μαρτυρία σου οὐκ “ἀληθής·” εἰ μηδὲν εἰρηκότος Ἰωάννου παρελθὼν εἰς μέσον ἐμαρτύρησεν ἑαυτὸν, τι οὐκ ἃν ἐφθέγξαντο e; ἀρξάμενος δὲ κηρύσσειν ὁ Υἱὸς τοῦ Θεοῦ, οὐδὲν τέως περὶ ἑαυτοῦ ἔλεγεν, ἀλλὰ περὶ τῶν οὐρανῶν, καὶ τῆς βασιλείας τῆς ἐκεῖ. ἐπειδὴ καὶ τοῦτο τέως ἀγαπητὸν ἦν παραδεχθῆναι· οὔπω γὰρ τὴν προσήκουσαν δόξαν πέρι αὐτοῦ εἶχον.
- 4.17
Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας.
- 4.18
Χρὴ δὲ τοῦτο γινώσκειν ὅτι δευτέρα ἦν ἡ κλῆσις Πέτρου καὶ Ἀνδρέου, ἣν ὁ Ματθαῖος λέγει· ὁ μὲν γὰρ Εὐαγγελιστὴς Ἰωάννης φησὶν, ὅτι οὔπω βληθέντος ἐν τῇ φυλακῇ τοῦ προδρόμου προσῆλθον· ἐνταῦθα δὲ μετὰ τὸ ἐμβληθῆναι αὐτόν· κἀκεῖ μὲν ὁ Ἀνδρέας καλεῖ τὸν Πέτρον· ἐνταῦθα δὲ ἀμφοτέρους ὁ Κύριος Ἰησοῦς. καὶ ἐξ ἑτέρων δέ ἐστι τοῦτο συνιδεῖν. μετὰ δὲ τὴν πρώτην κλῆσιν, διὰ τοῦτο πάλιν εἰς τὴν οἰκείαν τέχνην ἐπανῆλθον, διὰ τὸ εἰς δεσμωτήριον εἰσελθεῖν τὸν Ἰωάννην. καὶ γὰρ εἰ καὶ ἐκβλήθησαν ὑπὸ τοῦ Χριστοῦ πρότερον, ἀλλὰ διδαχθέντες ὑπ’ αὐτοῦ πάλιν ὑπέστρεψαν πρὸς τὸν Ἰωάννην· αὐτὸς δὲ ὡς φιλάνθρωπος ἔρχεται πάλιν αὐτοὺς ἀνακτησάμενος· διὸ κᾳκεῖνοι καίπερ ἐπιθυμητικῶς ἔχοντες πρὸς τὴν ἁλιείαν f, ὅμως ἀκούσαντες “ὅτι ποιήσω “ἁλιεῖς ἀνθρώπων,” οὐκ ἀνεβάλοντο, ἀλλὰ πάντα ἀφέντες τοιαύτην γὰρ καὶ ὁ Χριστὸς ὑπακοὴν ζητεῖ πη ἡμῶν· ὥστε μηδὲ ἀκαριαῖον ἀναβαλέσθαι χρόνον, κἂν σφόδρα τι τῶν ἀναγκαίων ἡμᾶς κατεπείγει· ὥσπερ καὶ ἕτερόν τινα προσελθόντα καὶ ζητοῦντα θάψαι τὸν ἑαυτοῦ πατέρα, οὐδὲ τοῦτο ἀφῆκε ποιῆσαι· διὰ τοῦτο δὲ καὶ Ἰωάννης καὶ Ἰάκωβος, μηδὲ μίαν ἀκούσαντες ὑπόσχεσιν, ἠκολούθησαν εὐθέως· ἐπειδὴ ἡ τῶν πρώτων ὑπακοὴ προωδοποίησε λοιπὸν τούτοις· τὴν δὲ πενίαν αὐτῶν διηγεῖται τὴν πολλὴν, ὅτι ἔρραπτον τὰ δίκτυα, ὡς μὴ εὐποροῦντες ὠνεῖσθαι ἑτέρα· ἐπειδὴ καὶ τοῦτο ἀρετὴς g ἐστὶν, τὸ φέρειν πενίαν εὐκόλως μετὰ εὐχαριστίας, καὶ ἀπὸ δικαίων τρέφεσθαι πόνων, καὶ τὸν πατέρα ἔχειν μεθ’ ἑαυτῶν καὶ θεραπεύειν, καὶ συνδεδέσθαι ἀλλήλοις τῇ τῆς ἀγάπης δυνάμει.
- 4.19
Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
- 4.20
Συνεχῶς δὲ ταῖς συναγωγαῖς ἐπεχωρίαζεν ὁ Κύριος ἡμῶν Ἰησοῦς· καὶ ἐντεῦθεν παιδεύων πάντας, ὅτι οὐκ ἔστιν ἀντίθεος καὶ πλάνος, ἀλλὰ συμφωνῶν τῷ Πατρὶ παραγέγονεν· ἐπιχωριάζων δὲ οὐκ ἐκήρυττε μόνον, ἀλλὰ καὶ σημεῖα ἐπεδείκνυτο· ἔχων λοιπὸν δὲ τοὺς μαθητὰς, δι’ ὧν ἐποίει ταῦτα, τὰ ὑπὸ τοῦ Ἰωάννου περὶ αὐτοῦ εἰρημένα βεβαιῶν· διὰ τοῦτο δὲ τότε ἤρξατο ποιεῖν τὰ σημεῖα, ἐπειδὴ ἔθος τῶ Θεῶ, ὅτε πολιτείας τινὸς εἰσαγωγὴν ἔμελλε ποιεῖν, σημεῖα εἰργάζετο, ἐνέχυρα τῆς αὐτοῦ δυνάμεως παρέχων. οὕτω γοῦν ὅτε τὸν ἄνθρωπον ποιεῖν ἔμελλεν, τὸν κόσμον ἔκτισεν ἅπαντα, καὶ τότε τὸν νόμον αὐτῷ ἔδωκε ἐν τῷ παραδείσῳ· καὶ ὅτε τῷ Νῶε νομοθετεῖν ἔμελλεν, μεγάλα πάλιν ἐπεδείξατο θαύματα, τὸν κατακλυσμὸν ἐπαγαγὼν, καὶ τὸν δίκαιον ἐκεῖνον σῶσας· καὶ ἐπὶ τοῦ Ἀβραὰμ ὁμοίως· τὴν νίκην τὴν ἐν τῷ πολέμῳ, τὴν πληγὴν τὴν κατὰ τοῦ Φαραὼ, ὅτε τὴν γυναῖκα αὐτοῦ ἐπιβουλεύειν ἤμελλεν, τὴν ἐκ τῶν κινδύνων ἀπαλλαγήν· καὶ Ἰουδαίοις δὲ νομοθετεῖν μέλλων, τὰ θαυμαστὰ ἐκεῖνα καὶ μεγάλα τεράστια ἐπεδείξατο, καὶ τότε τὸν νόμον ἔδωκεν· οὕτω καὶ ἐνταῦθα, μέλλων ὑψηλήν τινα εἰσάγειν πολιτείαν, καὶ λέγειν αὐτοῖς ἃ μηδέποτε ἤκουσαν, τῇ τῶν θαυμάτων ἐπιδείξει βεβαιοῖ τὰ λεγόμενα· ἐπειδὴ γὰρ ἡ κηρυττομένη βασιλεία οὐκ ἐφαίνετο, ἀπὸ τῶν φαινομένων τὴν ἄδηλον ποίει φανεράν.
- 4.21
Σκόπει δὲ τὸ ἀπέριττον τοῦ Εὐαγγελιστοῦ· πῶς ἐν βραχέσι ῥήμασι τοσαῦτα πλήθη παρέδραμε σημείων· καὶ οὐ καθ’ ἕνα διηγεῖται τῶν θεραπευθέντων. διατὶ δὲ νῦν, παρ’ οὐδενὸς αὐτῶν πίστιν ἐζήτησεν ὁ Κύριος· ὥσπερ μετὰ ταῦτα φαίνεται λέγων, “πιστεύεις h ὅτι δύναμαι τοῦτο ποιῆσαι;” ὅτι οὐδέπω τῆς αὐτοῦ δυνάμεως ἀπόδειξιν ἦν δεδωκώς· ἄλλως τε δὲ καὶ αὐτὸ τὸ προσιέναι καὶ τὸ πόρρωθεν, οὐ τὴν τυχοῦσαν ἐπεδείκνυτο πίστιν, ὅτι οὐκ ἂν ἔφερον τοὺς θεραπευθέντας ἀσθενεῖς· εἰ μὴ μεγάλα ἦσαν περὶ αὐτοῦ πεπεικότες ἑαυτούς. ἀκολουθήσωμεν τοίνυν αὐτῷ καὶ ἡμεῖς, διὰ τῆς τῶν ἁγίων αὐτοῦ ἐντολῶν ἐκπληρώσεως· καὶ γὰρ νοσήματα πολλὰ ἔχομεν ψυχικά.
- 4.22
Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ.
- 4.23
Εἰκὸς Ζεβεδαῖον μὴ παραδέχεσθαι τὸ κήρυγμα· διὸ εἰκότως ἀφίεται ὑπὸ τῶν ἐξελθόντων ἐκ τῆς συγγενείας καὶ τοῦ οἴκου του πατρὸς·
- 5.1
Περὶ τῶν μακαρισμῶν.
- 5.2
Ἰδῶν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος.
- 5.3
τίνος χάριν ὁ Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς ἰδὼν τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος; διὰ τὸ ἀφιλότιμον καὶ ἀκόμ παστὸν· οὐ γὰρ περιῆγεν αὐτοὺς μεθ’ ἑαυτοῦ· ἀλλ’ ὅτε μὲν περιπατῆσαι ἔδει, αὐτὸς περιείη πανταχοῦ, καὶ πόλεις καὶ χώρας ἐπισκοπούμενος. ὅτε δὲ ὄχλος γέγονεν, ἐν ἑνὶ κάθηται χωρίῳ, καὶ οὐκ ἐν πόλει καὶ ἐν ἀγορᾷ μέσῃ, ἀλλ’ ἐν ὄρει καὶ ἐρημίᾳ· παιδεύων ἡμᾶς, μηδὲν πρὸς ἐπίδειξιν ποιεῖν, ἀλλὰ καὶ τῶν ἐν μέσῳ θορύβων ἀπαλλάττεσθαι, ὅτ’ ἃν περὶ ἀναγκαίων διαλεγόμεθα πραγμάτων. προσῆλθον δὲ οἱ μαθηταὶ αὐτοῦ, ὡς βελτίους λοιπὸν γινόμενον οἱ μὲν γὰρ πολλοὶ τῶν θαυμάτων ἦσαν θεαταί· οὗτοι δὲ καὶ ἀκοῦσαι τί λοιπὸν ἐπεθύμουν μέγα. διατί δὲ πρόκειται “ὅτι ἀνοίξας τὸ στόμα αὐτοῦ;” ἵνα μάθωμεν, ὅτι σιγῶν ἐπαίδευεν, οὐχὶ μόνον φθεγγόμενος τὸ δὲ ἐδίδασκεν αὐτοὺς,” μὴ περὶ τῶν μαθητῶν αὐτοῦ νομίσωμεν τοῦτο μόνον λέγεσθαι, ἀλλὰ καὶ περὶ τῶν πάντων τῶν τότε παρόντων, καὶ τῶν μετὰ ταῦτα γενησομένων.
- 5.4
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστὶν 1 ἡ βασιλεία τῶν οὐρανῶν.
- 5.5
Tινὲς δὲ εἰσὶν “οἱ πτωχοὶ τῷ πνεύματι;” οἱ ταπεινοὶ καὶ συντετριμμένοι τὴν διάνοιαν. πνεῦμα γὰρ ἐνταῦθα τὴν ψυχὴν εἴρηκεν, τὴν ἐκ προαιρέσεως συντετριμμένην οὖσαν· ἐπειδὴ γὰρ εἰσὶ πολλοὶ, οὐχ ἑκόντες ἀλλ’ ὑπό τινος ἀνάγκης βιαζόμενοι· ἀφεὶς ἐκείνους, οὐδὲ γὰρ ἂν εἴη τοῦτο ἐγκώμιον, τοὺς ἀπὸ προ- αιρέσεως ἑαυτοὺς συντρίβοντας μακαρίζει. Καὶ μετ’ ὀλίγον — Κἂν γὰρ εὐχὴν τίς κέκτηται, κἂν νηστείαν, κἂν ἐλεημοσύνην, κἂν σωφροσύνην, κἂν ἄλλο τι συναγάγῃ ἀγαθόν· ταπεινοφροσύνης χωρὶς, διαρρεῖ καὶ ἀπόλλυται ἅπαντα, ὅπερ καὶ ἐπὶ τοῦ Φαρισαίου γέγονεν.
- 5.6
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
- 5.7
Μακαρίζει δὲ τοὺς πενθοῦντας εὐθέως μετὰ τὸν πρῶτον μακαρισμόν· ἐπειδὴ ἀπεναντίας δοκεῖ τοῦ εἶναι, τῇ τῆς οἰκουμένης ψήφῳ· πάντων γὰρ τοὺς γελῶντας ζηλωτοὺς εἶναι νομιζόντων, τοὺς δὲ ἐν ἀθυμίᾳ καὶ πένθει ἀθλίους, αὐτὸς τοὺς ἀντ’ ἐκείνων μακαρίζει· οὐχ ἁπλῶς δὲ τοὺς πενθοῦντας τέθεικεν, ἀλλὰ τοὺς ὑπὲρ ἁμαρτημάτων δηλονότι τοῦτο ποιοῦντας· ὡς τό γε ἕνεκεν βιωτικῶν πραγμάτων πενθεῖν, σφόδρα ἐστὶ κεκωλυμμένον· ὅπερ οὖν καὶ ὁ Παῦλος περὶ ἀμφοτέρων ἐδήλωσε λέγων, “ ὅτι ἡ μὲν “ τοῦ κόσμου λύπη, θάνατον κατεργάζεται· ἡ δὲ κατὰ Θεὸν λύπη, “ μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον·” ὅθεν καὶ τὸ ἔπαθλον μέγα· παρακληθήσονται γὰρ, φησὶ, δηλονότι καὶ ἐνταῦθα καὶ ἐκεῖ.
- 5.8
Εἰπὼν δὲ ὅτι “ μακάριοι οἱ πραεῖς καὶ τὰ ἑξῆς, περὶ ποιᾶς γῆς φησί; νοητὴν φασὶ τινὲς, ἀλλ’ οὐκ ἐστὶ τοῦτο· οὐδαμοῦ γὰρ εὑρίσκομεν ἐν τῇ γραφῇ γῆν νοητὴν, ἀλλ’ αἰσθητὸν τίθησιν ἔπαθλον ἐν τούτῳ. οὐ γὰρ ἀπὸ τῶν μελλόντων ἀγαθῶν προτρέπεται μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων, διὰ τοὺς παχυτέρους τῶν ἀκροωμένων· καὶ πρὸ τῶν μελλόντων ταῦτα ἐπιζητοῦντα· ὑπισχνεῖται δὲ τοῦτο, ἐπειδὴ νομίζεται διὰ τὴν πραότητα πάντα ἀπολλύναι τὰ ἑαυτοῦ· ὅθεν τὸ ἐναντίον ὑπισχνεῖται, ὡσανεὶ λέγων· ὅτι οὗτος μὲν οὖν ἐστιν, ὁ μετὰ ἀσφαλείας τὰ ὄντα κεκτημένος· ὁ μὴ θρασὺς μηδὲ ἀλαζών· πρὸ δὲ τῶν ἐλεημόνων μακαρίζει “τοὺς πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην· ἐπειδὴ οὐκ ἐξ ἁρπαγῆς οὐδὲ ἐκ πλεονεξίας δεῖ ἐλεεῖν, ἀλλ’ ἐκ δικαίων πόνων· καὶ οὐκ εἶπεν τοὺς ἁπλῶς δικαιοσύνης ἀντεχομένους, ἀλλὰ “τοὺς “ πεινῶντας καὶ διψῶντας,” τουτέστι τοὺς μετὰ ἐπιθυμίας πάσης αὐτὴν μετερχομένους· καὶ ἐνταῦθα δὲ αἰσθητὸν τὸ ἔπαθλον τίθησι λέγων· “ὅτι αὐτοὶ χορτασθήσονται· διὰ γὰρ τὸ νομίζεσθαι τὴν πλεονεξίαν, τοὺς πολλοὺς εὐπόρους ποιεῖν λέγει· ὅτι τοὐναντίον μὲν οὖν ἐστιν· ἡ γὰρ δικαιοσύνη τοῦτο ἐργάζεται.
- 5.9
τοὺς ἐλεήμονας δὲ μακαρίζει, οὐ τοὺς διὰ χρημάτων ἐλεοῦντας μόνον, ἀλλὰ καὶ τοὺς διὰ πραγμάτων· ποικίλως γάρ ἐστιν ὁ τῆς ἐλεημοσύνης τρόπος, καὶ πλατεῖα αὕτη ἡ ἐντολή. τί δέ ἐστιν αὐτῆς τὸ ἔπαθλον; “ὅτι αὐτοὶ ἐλεηθήσονται. καθαροὺς δὲ τῇ καρδίᾳ λέγει, ἢ τοὺς καθολικὴν ἀρετὴν κεκτημένους, ἣ τοὺς ἐν σωφροσύνῃ διάγοντας· φησὶ γὰρ ὁ Παῦλος, “εἰρήνην διώκεται “καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. ἐνταῦθα δὲ πνευματικὸν τίθησι τὸ ἔπαθλον λέγων, “ὅτι αὐτοὶ τὸν Θεὸν “ὄψονται·” ὄψιν δέ, φησι, τὴν ἄνω δυνατὸν ἰδεῖν· ἐπειδὴ γὰρ πολλοὶ ἐλεοῦσι μὲν, καὶ οὐχ ἁρπάζουσιν, οὐδὲ πλεονεκτοῦσιν· πορνεύουσι δέ· ἔδειξεν ὅτι οὐκ ἀρκεῖ τὰ πρότερα, ἐὰν μὴ καὶ σωφροσύνη παρῇ. εἰρηνοποιοὺς δὲ μακαρίζει, οὐ μόνον τοὺς μὴ πρός τινα ἀπεχθανομένους ἢ στασιάζοντας, ἀλλὰ καὶ ἑτέρους στασιάζοντας εἰρηνοποιοῦντας· ἔτι δὲ καὶ τοὺς τὸ ἑαυτῶν σῶμα μὴ κατεξανίστασθαι τῆς ψυχῆς διὰ τῆς γαστριμαργίας καὶ τῶν ἡδονῶν, ἀλλὰ μᾶλλον ὑποτάσσεσθαι τοῦτο ταῖς ψυχικαῖς ἀρεταῖς. Ινα δὲ μὴ νομίσωμεν ὅτι πανταχοῦ ἡ εἰρήνη καλὸν, ἐπήγαγεν, “μακάριοι οἱ δεδιωγμένοι, καὶ τὰ ἑξῆς, τουτέστι τῆς ἀρετῆς· δικαιοσύνην γὰρ εἴωθε λέγειν τὴν ἅπασαν τῆς ψυχῆς φιλοσοφίαν. εἰπὼν δὲ ὅτι πολὺς ὁ μισθὸς, ἐπήγαγεν καὶ ἑτέραν παράκλησιν λέγων· “οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ἡμῶν,” ὡσανεὶ ἔλεγεν, ὅτι ὥσπερ οἱ προφῆται μηδὲν παράνομον εἰπόντες, οἱ μὲν ἐλιθάζοντο ὑπ’ αὐτῶν, οἱ δὲ, ἠλαύνοντο, οἱ δὲ μυρία ἕτερα ἔπασχον κακὰ, οὕτως καὶ ἡμεῖς ἀγαθὰ λαλοῦντες καὶ νομοθετοῦντες, ταῦτα μέλλεται πάσχειν.
- 5.10
Ὑμεῖς ἐστὲ τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται;
- 5.11
Εν τῷ εἰπεῖν “ ὑμεῖς ἐστὲ τὸ ἅλας τῆς γῆς· ἔδειξε μωρανθεῖσαν πᾶσαν τὴν ἀνθρωπότητα καὶ κατασαπεῖσαν ὑπὸ τῶν ἁμαρτημάτων. ὑμεῖς οὖν, μαθηταί μου, τὰς εἰρημένας ἐν τοῖς μακαρισμοῖς ἀρετὰς κατορθώσαντες, καὶ εἰς τὴν ἑτέρων ὠφέλειαν τὰς καλὰς ταύτας παρασκευάσαντες ὑπερχεῖσθαι πηγάς.
- 5.12
Θεοδώρου Ἡρακλείασ. Ἄλας τῆς γῆς ἐστιν τὸ ψυχικὸν ἄρτυμα·
- 5.13
Κυρίλλου. Ἄλας καλεῖ τὴν φρόνησιν.
- 5.14
Τοῦ Χρυσοστόμου. Τί ἐστιν “ἐὰν δὲ τὸ ἅλας μωρανθῇ” καὶ τὰ ἑξῆς; ὅτι οἱ μὲν ἄλλοι, φησὶ, τοῦ λαοῦ ἀρετὰς κατορθοῦντες καὶ πίπτοντες δύνανται διὰ μετανοίας ταχέως τυγχάνειν συγγνώμης· ὁ δὲ διδάσκαλος ἐὰν τοῦτο πάθῃ, πάσης ἀπεστέρηται ἀπολογίας, καὶ τὴν ἐσχάτην δίδωσι τιμωρίαν· μὴ οὖν προδῶτέ, φησι, τὴν προσήκουσαν ὑμῖν σφοδρότητα, καὶ στερρότητα καὶ στυφότητα, τὴν τῷ ἅλατι προσήκουσαν· ἐὰν γὰρ φοβηθῆτε ὀνειδισμοὺς καὶ διωγμοὺς, καταφρονηθήσεσθε, ὅπερ ἐστὶ καταπατηθῆναι.
- 5.15
Ὑμεῖς ἐστὲ τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.
- 5.16
Θεοδώρου μνάκου. Ὥσπερ διὰ τοῦ φωτὸς ὁρᾷ τις ὅλα, οὕτω καὶ οἱ πειθώμενοι ὑμῖν, δι’ ὑμῶν ὁρῶσι τὰ τῆς ἀρετῆς ἔργα.
- 5.17
Κυρίλλου. 10 δὲ οὐ δύναται πόλις, οἱ ἐπὶ τῇ πίστει ἱδρύμενοι, ὡς ἐπ’ ὄρους ὑψηλοῦ, οὐκ ὀφείλουσι λαθραίως ἢ μετὰ δειλίας λαλεῖν τὸν λόγον.
- 5.18
Θεοώρου μονάκου. Μόδιον, τὴν κακίαν εἶπεν· λύχνον δὲ τὴν ἀρετήν.
- 5.19
Τοῦ Χρυσοστόμου. “Ὑμεῖς ἐστὲ τὸ φῶς τοῦ κόσμου εἰπὼν, πάλιν τοῦ κόσμου καὶ οὐχ ἑνὸς ἔθνους οὐδὲ εἴκοσι πόλεων, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης ἔδειξεν αὐτοὺς ἔσεσθαι διδασκάλους, καὶ ὥσπερ ἅλας πνευματικὸν, οὕτω καὶ φῶς νοητὸν, τῆς τοῦ ἡλίου ἀκτῖνος πολὺ βέλτιον. Τὸ δὲ “οὐ δύναται πόλις κρυβῆναι, καὶ τὰ ἑξῆς· τοῦτο δηλοῖ ὅτι οὗτος ἔσεσθαι h, φησὶ, πάσῃ τῇ οἰκουμένῃ καταφανὴς, ὥσπερ πόλις ὑπεράνω κορυφῆς ὄρους κειμένη, καὶ ὥσπερ λύχνος ἐπὶ τῆς λυχνίας φαίνων. Τὸ δὲ “ οὐ καίουσι “λύχνον” καὶ τὰ ἑξῆς, τὴν παρρησίαν, φησὶν, ἀπαιτεῖ τὴν παρ’ ἡμῶν· ἐγὼ μὲν ἧψα τὸ φῶς, φησί· τὸ δὲ μεῖναι καιόμενον, τῆς ὑμετέρας γενέσθω σπουδῆς, οὐ δι’ ἡμᾶς αὐτοὺς μόνον, ἀλλὰ καὶ διὰ τοὺς μέλλοντας τῆς αὐτῆς ἀπολαύειν πρὸς τὴν ἀλήθειαν χειραγωγίας· οὐδὲ γὰρ τὴν οἰκουμένην διορθώσητε ὀρθῶς βιοῦντες, ἀλλὰ καὶ τὸν Θεὸν δοξάζεσθαι παρασκευάσητε.
- 5.20
Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι.
- 5.21
Διατί δὲ εἶπεν, “οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πλη- “ρῶναι;” ἐπειδὴ ἔμελλεν ὑψηλότερα διδάσκειν τοῦ νόμου, ὅθεν καὶ πρὸς πάντα τὸν ὄχλον λοιπὸν τρέπει τὸν λόγον· καὶ πῶς οὐ κατέλυσέ, φησι, τὸν νόμον, ἕτερα νομοθετήσας; ἐπειδήπερ αἱ ἐντολαὶ αὐτοῦ, οὐ τοῦ νόμου ὑπάρχουσι κατάλυσις, ἀλλὰ μᾶλλον ἐπίστασις. τὸ γὰρ μὴ φονεύειν, οὐκ ἀναίρεσις τὸ μὴ ὀργίζεσθαι, ἀλλὰ πλήρωσις, καὶ πλειόνων ἀσφάλεια.
← Previous · Next → — showing 101–200 of 906
First Thousand Years of Greek. CTS URN tlg4102.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.