Ancient Texts

← Library

De Libero Arbitrio

First Thousand Years of Greek · First Thousand Years of Greek · 210 sections

  1. 1.1.1

    Ὁ μὲν Ἰθακήσιος γέρων κατὰ τὸν τῶν Ἑλλήνων μῦθον, τῆς Σειρήνων βουλόμενος ἀκοῦσαι ᾠδῆς διὰ τὴν τῆς φωνῆς ἀκόλαστον ἡδονήν, δεσμώτης ἔπλει εἰς τὴν Σικελίαν καὶ τὰς τῶν ἑταίρων ἐνέφραττεν ἀκοάς, οὐκ ἐκείνοις ἕνεκα τῆς ἀκροάσεως φθονῶν, οὐδὲ ἑαυτὸν δεσμῷ περιβάλλειν ἐπιθυμῶν, ἀλλ' ὅτι τέλος τῆς ἐκείνων ᾠδῆς τοῖς ἀκούουσι θάνατος ἦν· τοιαῦται γάρ > παρ’ Ἕλλησιν ᾖδον αἱ Σειρῆνες.

  2. 1.2.1

    ἐγὼ δὲ τοιαύτης μὲν ᾠδῆς ἀκροατὴς οὐ γίνομαι, οὐδὲ ἀκούειν ἐπιθυμῶ Σειρήνων ἐπιτάφιον ἀνθρώπων ᾀδουσῶν, ὧν ἡ σιγὴ τῆς φωνῆς τοῖς ἀνθρώποις χρησιμωτέρα γίνεται· θείας δέ τινος ἀπολαύειν φωνῆς εὔχομαι, ἡς κἄν πολλάκις ἀκούσω, πάλιν ἀκούειν ἐπιθυμῶ, οὐκ ἀκολαστῳ <τινὶ> φωνῆς ἡδονῇ ἀλλὰ θεῖα διδασκόμενος μυστήρια καὶ τὸ τέλος οὐ θάνατον, ἀλλ' αἰώνιον ἀπεκδεχόμενος σωτηρίαν.

  3. 1.3.1

    ᾄδουσι γὰρ τὴν ᾠδὴν οὐχ αἱ θανατηφόροι Σειρῆνες Ἑλλήνων, ἀλλὰ θεῖός τις χορὸς προφητῶν, ἐφ' ὡν οὐκ ἔστιν ἀποφράττειν τῶν ἑταίρων τὰς ἀκοάς, οὐδὲ ἑαυτόν τινα δεσμῷ περιβάλλειν, δεδοικότα τὴν ἐκ τῆς ἀκροάσεως τιμωρίαν. τῶν μὲν γὰρ μετὰ τῆς φωνῆς ὁ ἀκροατὴς τοῦ ζῆν παύεται, τῶν δὲ ἐπὶ πλεῖον ἀκούων τοῦ κρείττονος ἀπολαύσει βίου, ὑπὸ Μου πνεύματος χειραγωγούμενος.

  4. 1.4.1

    ἡκέτω ἡκέτω σύμπας καὶ ἀκουέτω τῆς θείας ᾠδῆς, μηδὲν πεφοβημένος. οὐκ εἰσὶν παρ’ ἡμῖν αἱ παρὰ Σικελίαν Σειρῆνες, οὐδὲ τὰ Ὀδυσσέως δεσμά, οὐ κηρὸς τηκόμενος εἰς ἀνθρώπων ἀκοάς, ἀλλὰ δεσμῶν μὲν ἄνεσις πᾶσα, ἀλευθέρα δ' ἀκοὴ παρ’ ἑκάστῳ τῶν προσιόντων. τοιαύτης γὰρ ᾠδῆς ἀκούειν ἄξιον, τοιούτους τοὺς ᾄδοντας ἔχειν εὐκτέον εἶναί μοι δοκεῖ.

  5. 1.5.1

    εἰ δἐ τις καὶ τοῦ τῶν ἀποστόλων χοροῦ ἀκούειν ἐθέλοι, εὑρήσει τὴν αὐτὴν τῆς ᾠδῆς συμφωνίαν. οἱ μὲν γὰρ προῇδον μυστικῶς τὴν θείαν οἰκονομίαν, οἱ δ’ ᾄδουσιν ἑρμηνεύοντες τὰ ὑπ’ ἐκείνων μυστικῶς ἀπηγγελμένα. ὠ συμφώνου ἁρμονίας ὑπὸ θείου πνεύματος συγκειμένης· ὠ καλοῦ χοροῦ τῶν ᾀδόντων τὰ μυστήρια. τούτοις κἀγὼ συνᾴδειν εὔχομαι.

  6. 1.6.1

    ᾄσωμεν τοιγαροῦν καὶ ἡμεῖς τὴν ὁμοίαν ᾠδήν, καὶ τὸν ὕμνον ἀναπέμψωμεν τῷ ἁγίῳ πατρί, πνεύματι δοξάζοντες Ἰησοῦν τὸν ἐν κόλποις αὐτοῦ‘. μὴ φύγῃς, ἄνθρωπε, ὕμνον πνευματικόν, μηδὲ ἀπεχθῶς πρὸς τὴν ἀκρόασιν διαθῇς. θάνατον οὐκ ἔχει· σωτηρίας ἐστὶν διήγημα ἡ παρ' ἡμῖν ᾠδή.

  7. 1.7.1

    ἐγὼ μὲν οὖν ἤδη καὶ τῶν χρειττόνων ἀπολαύειν δοκῶ περὶ τοιούτων διαλεγόμενος, καὶ μάλιστα ὅτε ὁ τοιοῦτός μοι πάρεστιν ἀνθέων λειμών, τουτέστιν ἡ ὑμετέρα σύνοδος τῶν ἅμα τε καὶ ἀκουόντων καὶ συνᾳδόντων τὰ θεῖα μυστήρια.

  8. 1.8.1

    ἀφ' ὧν καὶ τὸ λέγειν θαρρῶ, ὅτι μοι παντὸς φθόνου καθαρὰς παρέχετε τὰς ἀκοάς, οὐ τὸν ζῆλον τὸν τοῦ Κάϊν μιμούμενοι, οὐχ ὁμοίως τῷ Ἠσαῦ διώκοντες τὸν ἀδελφόν, οὐ <τοὺς> τοῦ Ἰωσὴφ ἀδελφούς, ὅτι ἐφ’ οἷς ἔλεγεν ἐμίσουν τὸν ἀδελφόν. ἀλλὰ τούτων ἁπάντων μακρὰν ἀφεστῶτες, διόπερ ἕκαστος ὑμῶν τὰ τοῦ πλησίον νομίζει λέγειν. καὶ διὰ τοῦτο ζῆλος πονηρὸς οὐκ ἔστιν ἐν ὑμῖν, τὰ λείποντα τῷ ἀδελφῷ ἀναπληροῦν δεδιδαγμένοις.

  9. 1.9.1

    cb ἀκροατηρίου καλοῦ καὶ συμποσίου σεμνοῦ καὶ πνευματικῶν ἐδεσμάτων. τοιούτοις ἀεὶ συνεῖναι δικαίως <ἂν> εὐξαίμην.

  10. 2.1.1

    <ΟΥΑΛ.> Χθὲς τὸ δειλινὸν περιπατῶν, ὡ φίλε, παρὰ τὸν τῆς θαλάσσης αἰγιαλὸν καὶ ὀξέως πως ἀτενίζων εἰς αὐτήν, ἑώρων ὑπερβολήν τινα θείας δυνάμεως καὶ σοφῆς ἐπιστήμης τέχνην, εἴ γε κοὶ τέχνην τὸ τοιοῦτο καλεῖν χρή. ὥσπερ γὰρ ὁ Ὁμηρικὸς στίος φθέγγεται ἐκεῖνος,

  11. 2.1.2

    ὠς δ' ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα,

  12. 2.1.3

    Βορέης καὶ Ζέφυρος, τώ τε Θρᾐκηθεν ἄητον,

  13. 2.1.4

    ἐλθόντ’ ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν

  14. 2.1.5

    κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευαν·

  15. 2.2.1

    οὕτω μοι καὶ χθὲς γεγονέναι δοκεῖ. κορυφαῖς γὰρ ὀρέων παραπλήσια ἑώρων κύματα, καὶ ὡς λόγον εἰπεῖν αὐτοῦ ἐφικνούμενα τοῦ οὐρανοῦ. τὸ δ' ἐντεῦθεν οὐδὲν ἕτερον προσεδόκων ἢ ἅπασαν ἐπικλυσθήσεσθαι τὴν γῆν, καί μοι φυγῆς ἐν τῷ νοὶ ἀνέπλαττον τόπον καὶ τὴν τοῦ Νῶε ἀνέπλαττον κιβωτόν. τὸ δ' οὐκ ἦν ὅ ἐνόμιζον.

  16. 2.3.1

    ἀλλ’ ὅπου ἀνεκυρτώθη ἡ θάλασσα πάλιν ἀνελύετο εἰς ἑαυτήν, οὐχ ὑπερβαίνουσα τὸν οἰκεῖον τόπον, ὡς ἔπος εἰπεῖν θεῖόν τι πρόσταγμα πεφοβημένη.

  17. 2.4.1

    καὶ καθάπερ πολλάκις τῶν οἰκετῶν τις, ἄκων τι πρὸς τοῦ δεσπότου πράττειν ἀναγκαζόμενος, < μὲν προστάγματι διὰ τὸν φόβον πείθεται, ὅ δὲ πάσχει, πράττειν μὴ θέλων, λέγειν [ὅτι] οὐ τολμᾷ, δὲ ἐν ἑαυτῷ, θυμοῦ τινος πληρούμενος, οὕτω μοί πως ἐφαίνετο καὶ τὴν θάλασσαν, ὡσπερεὶ θυμουμένην καὶ ἐν ἑαυτῇ φράττουσαν τὴν ὀργήν, κρατοῦσάν τε ἑαυτῆς, οὐ βουλομένην τῷ δεσπότῃ φανερὸν ποιῆσαι τὸν θυμόν.

  18. 2.5.1

    ταῦτα οὕτως γινόμενα σκοπῶν ἀτενίζειν ἠρχόμην, καὶ τὸν οὐρανὸν καὶ τὸν κύκλον αὐτοῦ τῷ νοῒ καταμετρεῖν ἤθελον, πόθεν τε ἄρχεται καὶ ποῦ καταπαύει ἀνεζήτουν ἐγώ, ποίαν τε κίνησιν ἔχει, πότερον τὴν μεταβατικήν, τουτέστιν τὴν ἀπὸ τόπου εἰς τόπον, ἤ τὴν κύκλῳ φοράν, πῶς δὲ καὶ τὴν ἐπίμονον βάσιν ἔχει.

  19. 2.6.1

    ἀλλά μοι καὶ περὶ τοῦ ἡλίου ζητεῖν ἐδόκει, τίς τε ὁ τρόπος αὐτοῦ τῆς ἐν οὐρανῷ θέσεως, τίς δὲ καὶ ἡ περίοδος τοῦ δρόμου, ποῦ δὲ καὶ μετ’ ἀλίγον χωρεῖ, καὶ ὅτι μηδὲ οὗτος παρέρχεται τὸν οἰκεῖον δρόμον, ἀλλὰ καὶ αὐτός, ὡς ἔνεστιν εἰπεῖν. ἐντολήν τινα φυλάττει χρείττονος, καὶ φαίνει μὲν τότε παρ' ἡμῖν ὅτε ἔξεστιν αὑτῷ, ἀπέρχεται δὲ ὡς καλούμενος.

  20. 2.7.1

    καὶ τούτων τοίνυν τὴν ἐξέτασιν ποιούμενος ἑώρων παυόμενον μὲν τὸ τοῦ ἡλίου φέγγος, ἐπιλεῖπον δὲ καὶ τῆς ἡμέρας τὸ φῶς, εὐθέως δὲ γινόμενον σκότος, καὶ σελήνην διαδεχομένην τὸν ἥλιον, καὶ τὰ μὲν πρῶτα ἀνιοῦσαν μείονα, μετέπειτα δέ, προκόπτουσαν τῷ δρόμῳ, φαντασίαν παρέχουσαν μείζονος. οὐκ ἐπαυόμην δὲ καὶ περὶ ταύτης ζητῶν, καὶ τὴν αἰτίαν τῆς ἀφαιρέσεως καὶ τῆς προσθέσεως ἐνηρεύνων, ὅτι τε καὶ αὐτὴ τηρεῖ τὸν κύκλον τῶν ἡμερῶν.

  21. 2.8.1

    καί μοι ἐδόκει τὸ ἐντεῦθεν ὡς θεία τις ὑπάρχει οἰκονομία καὶ δύναμις κρειττόνων ἡ συνέχουσα τὰ ὅλα, ἥν καὶ θεὸν δικαίως ὄν εἴποιμεν. καὶ τὸ λοιπὸν τὸν δημιουργὸν ἐπαινεῖν ἠρχόμην, τήν τε γῆν πεπηγυῖαν ὁρῶν καὶ ζῴων διαφορὰς καὶ ποικίλα φυτῶν τὰ ἐξανθήματα.

  22. 2.9.1

    οὐχ ἵστατο δέ μοι ἐπὶ τούτοις καὶ μόνοις ὁ νοῦς, ἀλλὰ τὸ λοιπὸν ὅθεν ταῦτα τὴν σύστασιν ἔχει ζητεῖν ἠρχόμην, πότερον ἒκ τινος συνόντος ἀεὶ τῷ θεῷ ἢ ἐξ αὐτοῦ καὶ μόνου, συνυπάρχοντος αὐτῷ οὐδενός. τὸ γὰρ ἐξ οὐκ ὄντων <τι> γεγονέναι οὐδὲ μοι καλῶς ἐδόκει, μὴ τέλεον ἀπιθάνου τοῖς <τοῖς πολλοῖς> ὑπάρχοντος τοῦ λόγου· τὰ γὰρ γινόμενα ἐξ ὄντων πέφυκε τὴν σύστασιν ἔχειν. καὶ ὁμοίως ἀληθῶς ἐδόκει μηδὲν λέγειν ἀεὶ συνεῖναι τῷ θεῷ ἕτερόν τι παρ' αὐτόν, ἀλλ' ἐξ αὐτοῦ <μόνου> τὰ ὄντα γεγονέναι· καὶ πως ἔπειθέ με τὸ εὔτακτον τῶν στοιχείων καὶ ἡ περὶ αὐτὰ τῆς φύσεως εύκοσμέα.

  23. 3.1.1

    Οὑτωσὶ δέ πως εὖ διατεθεῖσθαι νομίζων ἐπὶ τὴν οἰκίαν ἀνεχώρουν τὴν ἐμήν. τῇ δ' ἐπιούσῃ, τουτέστιν σήμερον, ἐλθὼν ἑώρων δύο τινὰς ὁμογενεῖς (ἀνθρώπους δὲ λέγω) καὶ διαλοιδορουμένους ἀλλήλοις, ἕτερον δ’ αὖ πάλιν ἀφιματῶσαι πειρώμενον τὸν πλησίον. ἤδη δέ τινες καὶ δεινότερα τολμᾶν ἤρχοντο.

  24. 3.2.1

    ὅς μὲν γὰρ ἐσκύλευσε νεκρόν, καὶ τὸ κρυφθὲν ἤδη σῶμα τῇ γῇ πάλιν ἐδείκνυεν ἡλίῳ, καὶ τὴν ὁμοίαν αὐτῷ ὕβριζεν εἰκόνα, βορὰν κυσὶ καταλείπων τὸν νεκρόν.

  25. 3.3.1

    ὁ δὲ ξίφος ἐγύμνου καὶ ἐπὶ τὸν ὅμοιον ἄνθρωπον . . ἐχώρει. καὶ ὁ μὲν φυγῇ τὴν σωτηρίαν πορίζειν ἥθελεν, ὁ δὲ διώκειν οὐκ ἐπαύετο, οὐδὲ τοῦ θυμοῦ κρατεῖν ἤθελε. καὶ τί δεῖ πλείονα λέγειν, ἀλλ’ ὅτι χωρήσας ἐπ’ αὐτὸν εὐθέως ἔπαιεν τῷ ξίφει; ὁ δ’ ἱκέτης τῷ πλησίον ἐγίνετο καὶ χεῖρας ἱκεσίας ὤρεγεν, καὶ τὴν μὲν ἐσθῆτα διδόναι ἤθελεν, μόνον δὲ τὸ ζῆν ἔχειν ἠξίου. ὁ δ’ οὐκ ἔθραυεν τὸν θυμόν, οὐδ’ ἠλέει τὸν ὁμογενῆ, οὐδὲ ἑαυτὸν διὰ τῆς εἰκόνος ἐν ἐκείνῳ βλέπειν ἤθελεν, ἀλλ’ ὡς ἄγριος θὴρ τῷ ξίφει τῆς βορᾶς ἤρχετο, ἤδη δὲ καὶ τὸ στόμα τῷ ὁμοίῳ προσέφερε σώματι· τοσοῦτος γὰρ ἠν τῷ θυμῷ. καὶ ἠν ἰδεῖν τὸν μὲν ἤδη κείμενον, τὸν δὲ λοιπὸν σκυλεύοντα καὶ μηδὲ γῇ σκεπάζοντα τὸ οῶμα, ὅ τῆς ἐσθῆτος ἐγύμνωσεν.

  26. 3.4.1

    πρὸς δὲ τούτοις ἕτερος προσῆν, ὅς τοῦ πλησίον γυναῖκα παίζειν ἤθελε, λῃστεύων γάμον ἀλλότριον καὶ ἐπὶ παράνο- μον κοίτην τραπῆναι παρορμῶν, τὸν γεγαμηκότα γνήσιον πατέρα γίωεσθαι μὴ θέλων.

  27. 3.5.1

    ἐντεῦθεν καὶ ταῖς πραγῳδίαις πιστεύειν ἠρχόμην, καὶ τὸ Θυέστειον δεῖπνον αληθῶς ἐδόδει μοι γεγωνέναι , πιστεύω δὲ καὶ τῇ Οἰδιπόδαο παρανόμῳ ἐπιμξέᾳ, καὶ τῇ τῶν ἀδελφῶν διὰ ξίφους φιλονεικίᾳ οὐκ ἀπιστῶ.

  28. 3.6.1

    τοσούτων τοίνυν καὶ τοιούτων θεατὴς γενόμενος ἐγώ, πόθεν ταῦτα ἀναζητεῖν ἠρχόμην, τίς δὲ καὶ ἡ τῆς κινήσεως αὐτῶν ἀρχὴ καὶ τίς ὁ τοσαῦτα κακὰ ἀνθρώποις μηχανησάμενος, πόθεν τε ἠ εὕρεσις αὐτῶν καὶ τίς ὁ τούτων διδάσκαλος. καὶ τὸν μὲν θεὸν ποιητὴν τούτων λέγειν τολμᾶν οὐχ οἶός τε ἦν, ἀλλὰ μὴν οὐδὲ ἐξ αὐτοῦ τὴν ὑπόστασιν ἔχειν, οὐδὲ τὴν τοῦ εἷναι σύστασιν. πῶς γὰρ οἶόν τε ἠν ταῦτα περὶ θεοῦ ἐννοεῖν;

  29. 3.7.1

    ὅς μὲν γάρ ἐστιν ἀγαθὸς καὶ τῶν κρειττόνων ποιητής, τῶν δὲ φαύλων αὐτῷ πρόσεστιν οὐδέν· ἀλλ’ οὐδὲ τοῖς τοιούτοις χαίρειν πἐφυκεν, ἀπαγορεύει δὲ καὶ τὴν γένεσιν αὐτῶν, καὶ τοὺς μὲν χαίροντας τούτοις ἀποβάλ- λεται, τοὺς δὲ φεύγοντας αὐτὰ προσίεται. καὶ πῶς οὐκ ἄτοπον ἠν τὸν θεὸν τούτων λέγειν εἶναι δημιουργόν, τὸν ταῦτα παραιτούμενον; οὐδὲ γὰρ ἂν ἐβούλετο μὴ εἶναι αὐτά, εἰ πρῶτος αὐτῶν ποιητὴς ὑπῆρχεν αὐτός· τοὺς γὰρ προσιόντας αὐτῷ μιμητὰς αὐτοῦ γίνεσθαι θέλει.

  30. 3.8.1

    ὅθεν ἄλογον ἔδοξεν εἶναί μοι ταῦτα προσάπτειν αὐτῷ, ἢ ὡς ἐξ αὐτοῦ γεγονότα ἤ (εἰ καὶ τὰ μάλιστα συγχωρῆσαι δεῖ ἐξ οὐκ ὄντων δυνατὸν εἶναί τι γίνεσθαι) ὅτι καὶ τὰ κακὰ ἐποίησεν αὐτός. ὁ γὰρ »ἐκ τοῦ« οὐκ εἶναι εἰς τὸ εἶναι« αὐτὰ ποιήσας‘ οὐκ ἄν ἐκ τοῦ εἶναι εἰς τὸ μηκέτι εἶναι αὐτὰ ἀνῄρει πάλιν. ἤ τοῦτο τοῦτο λέγειν ὡς ἦν ποτε καιρός, ὅτε τοῖς κακοῖς ἔχαιρεν ὁ θεός, νῦν δὲ οὐκέτι; ὄπερ ἀδύνατον εἷναί μοι δοκεῖ, λέγειν τοῦτο περὶ θεοῦ· ἀνοίκειον γὰρ τῆς φύσεως αὐτοῦ τοῦτο προσαρμόζειν αὐτῷ.

  31. 3.9.1

    διόπερ ἔδοξέν μοι συν- υπάρχειν τι αὐτῷ, ᾧ τοὔνομα ὕλη, ἐξ ἠς τὰ ὅντα ἐδημιούργησεν, τέχνῃ σοφῇ διακρίνας καὶ διακοσμήσας καλῶς· ἐξ ἡς καὶ τὰ κακὰ εἶναι δοκεῖ. ἀποίου τε γὰρ καὶ ἀσχηματίστου οὔσης αὐτῆς, πρὸς δὲ τούτοις καὶ ἀτάκτως φερομένης, δεομένης τε τῆς τοῦ θεοῦ τέχνης, οὐκ ἐφθόνησεν οὑτος ὥστε διὰ παντὸς καταλιπεῖν αὐτὴν οὕτως φέρεσθαι, ἀλλὰ δημιουργεῖν ἤρχετο καὶ ἀπὸ τῶν χειρίστων αὐτῆς τὰ κάλλιστα διακρίνειν ἤθελεν, καὶ οὕτως γοῦν ἐδημιούργησεν ὅσα ἐξ αὐτῆς ἥρμοζεν θεῷ δημιουργεῖν. τὰ δ' ὅσα αὐτῆς ὡς ἔπος εἰπεῖν πρυγώδη ἐτύγχανεν, ταῦτα ἀνάρμοστα ὄντα πρὸς δημιουργίαν ὡς εἶχεν κατέλιπεν, κατ' οὐδὲν αὐτῷ προσήκονα· ἐξ ὧν δοκεῖ μοι νῦν παρὰ ἀνθρώποις ἐπιρρεῖν τὰ κακά. οὕτως ἔδοξέν μοι εὖ ἔχειν φρονεῖν.

  32. 3.10.1

    σὺ δέ, ὦ φίλε, εἴ τινά σοι δοκεῖ μὴ καλῶς εἰρῆσθαι πρὸς ἐμοῦ, ἀναρέρων λέγε· καὶ yag πάνυ περὶ τοιούτων άκούειν ποθῶ.

  33. 4.1.1

    ΟΡΘΟΔ. Τὴν μὲν προθυμίαν ἀποδέχομαι τὴν σήν, ὦ φίλε, καί σου τὴν περὶ τὸν λόγον σπουδὴν ἐπαινῶ· ὄτι δὲ περὶ τῶν ὄντων οὕτως διετέθης, ὡς ἄρα ἐξ ὑποκειμένης τινὸς οὐσίας ταῦτα ἐδημιούργησεν ὁ θεός, οὐ πάνυ τι μέμφομαι. ὡς ἀληθῶς γὰρ ἡ τῶν κακῶν γένεσις οὕτω τοὺς πολλοὺς διατεθῆναι ποιεῖ.

  34. 4.2.1

    καὶ γὰρ πρὸ σοῦ τε καὶ ἐμοῦ πολλοί τινες ἄνδρες ἱκανοὶ περὶ τούτου τὴν μεγίστην ζήτησιν ἐποιήσαντο. καὶ οἱ μὲν ὁμοίως διετέθησάν σοι, οἱ δ' αὖ πάλιν τὸν θεὸν τούτων δημιοργὸν ἀπεφήναντο, σύγχρονον αὐτῷ ὑπόστασιν δοῦναι πεφοβημένοι· κάκεῖνοι ἐκ τοῦ φοβηθῆναι τῶν κακῶν ποιητὴν εἰπεῖν τὸν θεὸν σὐγχρονον αὐτῷ δοῦναι τὴν ὕλην ἔδοξαν. καὶ συνέβη ἑκατέροις ἐκ τοῦ μὴ κατ’ ἐπιστήμην τοῦ ἀληθοῦς φοβηθῆναι τὸν θεὸν τὸ μὴ καλῶς εἰπεῖν.

  35. 4.3.1

    ἔτεροι δὲ τὴν ἀρχὴν καὶ] περὶ τοῦ τοιούτου ζητεῖν παρῃτήσαντο, ὡς οὐκ ἔχοντος τέλος τοῦ τοιούτου ζητήματος.

  36. 4.3.2

    ἐμὲ δὲ τὰ κοινὰ τῆς πρὸς σὲ φιλίας παραιτεῖσθαι τὸ ζητούμενον οὐκ ἐᾷ· καὶ μάλιστα ὅτε τὴν προαίρεσιν ἀπαγγέλλεις τὴν σὴν, ὡς οὐ προλήψει κρατούμενος εἰ καὶ τὰ μάλιστα οὕτω πως ἐξ ὡν ὑπενόησας ἔδοξας ἔχειν τὰ πράγματα), ἀλλ’ ἐν ἐπιθυμίᾳ τῆς τοῦ ἀληθοῦς γνώσεως καθεστάναι λέγεις. λέγεις. ὅθεν προθύμως κἀγὼ ἐπὶ τὸν τῆς ζητήσεως τραπήσομαι λόγον.

  37. 4.4.1

    βούλομαι δὲ καὶ τουτονὶ τὸν ἑταῖρον ἀκροατὴν γενέσθαι τῶν ἡμετέρων λόγων· καὶ γὰρ δοκεῖ πως κατά τι περὶ τούτων ὁμοίως σοὶ δοξάζειν καὶ αὐτός. διὸ κοινὸν κοινὸν πρὸς ἀμφοτέρους τὸν λόγον ποιεῖσθαι βούλομαι· ἅ γὰρ ἂν εἴποιμι πρὸς σὲ οὕτως ἔχοντα, ταῦτα καὶ πρὸς τοῦτον ὁμοίως λέξω. εἴ σοι τοίνυν ἀληθῶς περὶ τοῦ κρείττονος λέγειν εὐγνωμόνως δοκεῖ, πρὸς ἔκαστον ἀπό- κριναι ὡν ἐρωτῶ· ἐκ γὰρ τούτων γενήσεται καὶ σὲ μὲν τὸ ἀληθὲς μανθάνειν, κἀμὲ δὲ μὴ μάτην τοὺς λόγους ποιεῖσθαι πρὸς σέ.

  38. 4.5.1

    ΟΥΑΔ. ταῦθ' ἅπερ εἶπας πράττειν ἑτοίμοως ἔχω, καὶ διὰ τοῦτο μετὰ πάσης προθυμίας ἐκεῖνα πυνθάνου, ἐξ ωνπερ νομίξεις δύνασθαί με τὴν ἐπιστήμην τοῦ κρείττονος μαθεῖν. οὐ γάρ μοι τὸ νικῆσαι πρόκειται κακῶς ἀλλὰ τὸ ἀληθὲς ἐκμαθεῖν καλῶς· οὕθεν ἔχου τὸ λοιπὸν τοῦ λογου.

  39. 5.1.1

    ΟΡΘΟΔ. Ὅτι μὲν οὖν ἀδύνατον ὑπάρχειν ἀγένητα δύο ἄμα, οὐδὲ σὲ ἀγνοεῖν νομίζω, εἰ καὶ τὰ μάλιστα δοκεῖς προλαβὼν τοῦτο προστεθεικέναι τῷ λόγῳ, τὸ πάντως ἐξ ἀνάγκης τὸ ἕτερον δεῖν λέγειν, ἢ ὅτι κεχώρισται τῆς ὕλης ὁ θεός, ἢ οὖ πάλιν ὅτι ἀμέριστος αὐτῆς τυγχάνει.

  40. 5.2.1

    εἰ μὲν οὖν ἡνῶσθαι τις αὐτὸν εἰπεῖν Μέλοι, ὲν τὸ ἀγένητον λέξει. ἔκαστον γὰρ τούτων μέρος ἔσται τοῦ πλησίον· ἀλλήλων δὲ μέρη τυγχάνοντα οὐκ ἔσται ἀγένητα δύο, ἀλλ’ ἕν ἐκ διαφόρων συνεστός. οὐδὲ γὰρ τὸν ἄνθρωπον ἔχοντα διάφορα μέλη κατακερματίζομεν εἰς πολλὰ γενητά. ἀλλ’ εἰ, ὡς ὁ λόγος ἀπαιτεῖ, ἕν τι γενητὸν τὸν ἄνθρωπον πολυμερὲς πρὸς τοῦ θεοῦ γεγονέναι φαμέν, οὕτως ἀνάγκη, εἰ [μὲν] μὴ κεχώρισται τῆς ὕλης ὁ θεός, ἐν τὸ εἶναι λέγειν.

  41. 5.3.1

    εἰ δὲ κεχωρίσθαι φήσει τις, ἀνάγκη εἶναί τι τὸ ἀνὰ μέσον άμφοτέρων, ὅπερ καὶ τὸν χ·ωρισμὸν αὐτῶν δείκνθσιν. ἀδύνατον γὰρ ἐν διαστάσει ἐξετάζεσθαί τι ἀπό τινος, οὐκ ὄντος ἑτέρου καθ’ ὃ ἡ διάστασις ἑκατέρου γίνεται.

  42. 5.4.1

    ὅπερ οὐ μέχρι τούτου ἵσταται καὶ μόνου, ἀλλὰ καὶ πλείστων ὅσων. ὃν γὰρ ἐπὶ τῶν δύο ἀγενήτων εἴπαμεν λόγον, τοῦτον ἐξ ἀνάγκης ὁμοίως προχωρεῖν, εἰ τὰ ἀγένητα δοθείη τρία. καὶ γὰρ περὶ τούτων ἐροίμην ἄν, εἰ κεχώρισται ἀπ’ ἀλλή- λων ἢ αὖ πάλιν ἕκαστον ἥνωται τῷ πλησίον.

  43. 5.5.1

    εἰ μὲν γὰρ ἡνῶσθαί τις εἰπεῖν ἐθέλοι, τὸν αὐτὸν ἀκούσει τῷ πρώτῳ λογον. εἰ δ' αὐ πόλιν κεχωρίσθαι, οὐ φεύξεται τὴν ἐξ ἀνάγκης τοῦ χωρίξοντος ὑπόστασιν.

  44. 6.1.1

    Ἂν δ’ ἄρα τις καὶ τρίτον εἶναι λέξῃ λόγον ὡς ἁρμόζοντα περὶ τῶν ἀγενήτων λέγεσθαι, τουτέστιν τὸ μήτε κεχωρίσθαι τὸν θεὸν τῆς ὕλης μήτ’ αὖ πόλιν ὡς μέρη ἡνῶσθαι, εἶναι δὲ καθάπερ ἐν τόπῳ <ἐν> τῇ ὕλῃ τὸν θεὸν ἢ καὶ τὴν ὕλην ἐν τῷ θεῷ, τὸ ἀκουέτω, ὅτι ἐὰν τόπον τοῦ θεοῦ τὴν ὕλην εἴπωμεν, ἐξ ἀνάγκης αὐτὸν καὶ κωρητὸν λέγειν δεῖ καὶ πρὸς τῆς ὕλης περιγραφόμενον.

  45. 6.2.1

    ἀλλὰ μὴν καὶ ὁμοίως αὐτὸν τῇ ὕλῃ ἀτάκτως φέρεσθαι δεῖ, μὴ ἵστασθαι δέ, μηδὲ μένειν αὐτὸν ἐφ’ ἑαυτοῦ ἀνάγκη, τοῦ ἐν ᾦ ἐστιν ἄλλοτε ἄλλως φερομένου. πρὸς δὲ τούτοις καὶ ἐν χείροσι γεγονέναι τὸν θεὸν εἰπεῖν ἀναγκη. εἰ γάρ ποτε ἄκοσμος ἦν ἡ ὕλη, ἐκόσμησεν δὲ αὐτήν, εἰς τὸ κρεῖττον τρέψαι προαιρούμενος, ἧν ποτε ὄτ' ἐν ἀκοσμή- τοις ἡν ὁ θεός.

  46. 6.3.1

    δικαίως δ' ἂν καὶ τοῦτο ἐροίμην, πότερον ἐπλήρου τὴν ὕλην ὁ θεὸς ἢ ἐν μέρει τινὶ ὑπῆρχεν αὐτῆς. εἰ μὲν γὰρ ἐν μέρει τινὶ τῆς ὕλης εἰπεῖν τις ἐθέλοι τὸν θεόν, πλεῖστον ὅσον μικρότερον αὐτὸν τῆς ὕλης λέγει, εἴ γε δὴ μέρος αὐτῆς ὅλον ἐχώρησεν τὸν θεόν. εἰ δὲ ἐν πάσῃ εἶναι λέγοι καὶ δἰ ὅλης κεχωρηκέναι τῆς ὕλης, πῶς ταύτην ἐδημιούργησεν φρασάτω. ἀνάγκη γὰρ ἢ συστολήν τινα τοῦ θεοῦ λέγειν, ἧς γενομένης ἐδημιούργει ἐκεῖνο ἀφ’ οὗ ὑπεχώρησεν, ἢ καὶ ἑαυτὸν τῇ συνδημιουργεῖν, οὑκ ἔχοντα ὑποχωρήσεως τόπον.

  47. 6.4.1

    εἰ δὲ τὴν ὕλην ἐν τῷ θεῷ εἶναί τις λέξει, ὁμοίως ἐξετάζειν δεῖ, πότερον ὡς διισταμένου αὐτοῦ ἀφ’ ἑαυτοῦ, καὶ ὤσπερ ἐν ἀέρι ζῴων ὑπάρχει γένη, διαιρουμένου καὶ μεριξομένου αὐτοῦ εἰς ὑποδοχὴν τῶν γινομένων ἐν αὐτῷ, ἢ ὡς ἐν τόπῳ, τουτέστιν ὥσπερ ἐν γῇ ὕδωρ.

  48. 6.5.1

    εἰ μὲν γὰρ εἴποιμεν ὡς ὲν ἀέρι. μεριστὸν ἀνάγκη τὸν θεὸν εἰπεῖν· εἰ δ' ὥσπερ έν γῇ ὕδωρ, ἦν δὲ ἄτακτος ἡ ὕλη καὶ ἀκόσμητος, πρὸς δὲ τούτοις ἔχουσα καὶ κακά, τὸν θεὸν λέγειν ἀνάγκη τόπον εἶναι τῶν ἀκοσμήτων καὶ τῶν κακῶν. ὅπερ οὐκ εὔφημον εἶναί μοι δοκεῖ, ἐπισφαλὲς δὲ μᾶλλον. ὕλην γὰρ εἶναι θέλεις, ἵνα μὴ τῶν κακῶν ποιητὴν εἴπῃς τὸν θεόν, καὶ τοῦτο φεύγειν προαιρούμενος δοχεῖον αὐτὸν τῶν κακῶν εἶναι λέγεις.

  49. 6.6.1

    Εἰ μὲν οὖν τὴν ὕλην ἐκ τῶν ὑποστάντων γενητῶν ὑπονοεῖν ἀγένητον ὑπάρχειν ἔλεγες, πολὺν ἂν περὶ αὐτῆς ἐποιησάμην λόγον εἰς ἀπόδειξιν τοῦ ὅτι ἀδύνατον ὑπάρχειν αὐτὴν ἀγένητον. ἐπεὶ δὲ τὴν τῶν κακῶν γένεσιν αἰτίαν φᾐς εἶναι τῆς τοιαύτης ὑπονοίας, διὰ τοῦτο ἐπὶ τὴν ἐξέτασιν τούτων ἔρχεσθαί μοι δοκῶ. φανεροῦ γὰρ γινομένου τῷ λόγῳ καθ' ὃν τρόπον ἐστὶ τὰ κακά, καὶ ὅτι οὐχ τέ ἐστιν ἀναίτιον τῶν κακῶν εἰπεῖν τὸν θεὸν ἐκ τοῦ ὕλην αὐτῷ ὑποτιθέναι, τὴν τοιαύτην ὑπόνοιαν ἀναιρεῖσθαί μοι δοκεῖ.

  50. 7.1.1

    Φῂς τοίνυν ἄποιον ὕλην συνυπάρχειν τῷ θεῷ, ἐξ ἡς τὴν τοῦ κόσμου γένεσιν ἐδημιούργησεν;

  51. 7.1.2

    ΟΥΑΔ. οὕτω μοι δοκεῖ.

  52. 7.2.1

    ΟΡΘΟΔ. Οὐκοῦν εἰ ἄποιος ἐτύγχανεν ἡ ὕλη, γἐγονεν Τε κόσμος πρὸς τοῦ θεοῦ, ἐν δὲ τῷ κόσμῳ αἱ ποιότητες, τῶν ποιοτήτων γἐγπμεμ ποιητὴς ὁ θεος;

  53. 7.2.2

    ΟΥΑΔ. Οὕτως ἔχει.

  54. 7.3.1

    ΟΡΘΟΔ. Ἐπεὶ δέ σου καὶ λέγοντος πρόσθεν ἤκουον ὡς ἀδύνατον ἐξ οὐκ ὄντων γίνεσθαί τι, πρὸς τὴν ἐρώτησιν ἀπόκριναι τὴν ἐμήν· δοκεῖ σοι τὰς τοῦ κόσμου ποιότητας μὴ ἐξ ὑποκειμένων Ποιοτήτων γεγονεναι;

  55. 7.3.2

    ΟΓΑΛ. Δοκεῖ.

  56. 7.3.3

    ΟΡΘΟΔ. Ἕτερον δέ τι παρὰ τὰς οὐσίας ὑπάρχειν αὐτάς;

  57. 7.3.4

    ΟΓΑΛ. Οὕτως ἔχει.

  58. 7.4.1

    ΟΡΘΟΔ. υὐκοῦν εἰ μήτε ἐξ ὑποκειμένων ποιοτήτων τὰς ποιότητας ἐδημιοόργησεν ὁ θεὸς, μήτε ἐκ τῶν οὐσιῶν ὑπάρχουσιν, τῷ μηδὲ οὐσίας αὐτὰς εἶναι, ἐκ μὴ ὄντων αὐτὰς ὑπὸ τοῦ θεοῦ γεγονέναι ἀνάγκη εἰπεῖν. ὅθεν περιττῶς ἐδόκεις μοι λέγειν ἀδύνατον εἶναι δοξάζειν ἐξ οὐκ ὅντων γεγονέναι τι πρὸς τοῦ θεοῦ.

  59. 7.5.1

    ἀλλ’ ὁ μὲν περὶ τούτου λόγος ὧδε ἐχέτω. καὶ γὰρ παρ’ ἡμῖν ὁρῶμεν ἀνθρώπους ἐξ οὐκ ὄντων ποιοῦντάς τινα, εἰ καὶ τὰ μάλιστα δοκοῦσιν οὑτοι ποιεῖν ἴν τινι. οἶον ἐπὶ τῶν ἀρχιτεκτόνων τὸ παράδειγμα λάβωμεν· καὶ γὰρ καὶ] οὗτοι ποιοῦσιν πόλεις οὐκ ἐκ πόλεων καὶ ναοὺς ὁμοίως οὐκ ἐκ ναῶν.

  60. 7.6.1

    εἰ δ’, ὅτι τούτοις οὐσίαι ὑπόκεινται, οἴει ἐξ ὄντων αὐτοὺς ταῦτα ποιεῖν, σφάλλῃ τῷ λόγῳ. οὐδὲ γὰρ ἡ οὐσία ἐστὶν ἡ ποιοῦσα τὴν πόλιν ἢ αὖ πάλιν τοὺς ναούς, ἀλλ' ἡ περὶ τὴν οὐσίαν τέχνη· ἡ δὲ τέχνη οὐκ ἐξ ὑποκειμένης τινὸς ἐν ταῖς οὐσάις τέχνης γίνεται, ἀλλ' ἐξ οὐκ οῦσης ἐν αὐταῖς γίνεται.

  61. 7.7.1

    ἀπαντήσειν δέ μοι δοκεῖς οὕτω τῷ λόγῳ, ὅτι ὁ τεχνίτης ἐξ ἡς ἔχει τέχνης τὴν ἐν τῇ οὐσίᾳ τέχνην ποιεῖ. πρὸς δὲ τοῦτο λέγεσθαι τοῦτ’ εὐ ἔχειν μοι δοκεῖ, ὅτι οὐδὲ ἐν τῷ ἀνθρώπῳ ἕκ τινος ὑποκειμένης τέχνης προσγίνεται. οὐδὲ γὰρ ἔνεστιν αὐτὴν ἐφ’ ἐαυτῆς οὖσαν δοῦναι τὴν τὴν τῶν γὰρ συμβεβκότων ἐστὶ καὶ τῶν τότε τὸ εῖναι λαγχανόντων, ὁπόταν ἐν ούσίᾳ τινὶ γένηται.

  62. 7.8.1

    ὁ μὲν γὰρ ἄνθρωπος κοὶ χωρὶς τῆς άρχιτεκτονικῆς ἔσται. ἡ δ’ οὐκ ἔσται, ἐὰν μὴ πρότερον ἄνθρωπος ᾖ. ὅθεν τὰς τέχνας ἐξ οὐκ ὄντων εἰς ἀνθρώπους πεφυκέναι γίνεσθαι λέγειν ἀναγκαῖον.

  63. 7.9.1

    εἰ τοίνυν τοῦτο οὕτως ἔχον ἐπ’ ἀνθρώπων ἐδείξαμεν, πῶς ούχὶ προσῆκε τὸν θεὸν μὴ μόνον ποιότητας ἐξ οὐκ ὄντων φάναι δύνασθαι ποιεῖν άλλὰ καὶ οὐσίας; τῷ γὰρ δυνατὸν φανῆναι γίνεσθαί τι ἐξ οὐκ ὄντων τὸ καὶ τὰς οὐσίας οὕτως ἔχειν δείκνυται.

  64. 8.1.1

    Ἐπειδὴ δὲ πόθος ἐστί σοι περὶ τῆς τῶν κακῶν γενέσεως ζητεῖν, ἐπὶ τὸν τούτων ἐλεύσομαι λόγον. καί σου βραχέα πυθέσθαι βούλομαι. — τὰ κακὰ πότερον οὐσίαι σοι δοκοῦσιν εἶναι ἢ ποιότητες ουσιων;

  65. 8.1.2

    ΟΥΑΔ. Ποιότητες οὐσιῶν εὐ ἔχειν λέγειν μοι δοκεῖ.

  66. 8.1.3

    ΟΡΘΟΔ. Ἠ δὲ ὕλη ἀποιος ἦν καὶ ἀσχημάτιστος;

  67. 8.1.4

    ΟΥΑΔ. Οὕτως προλαβὼν ἐξεῖπον τῷ λόγῳ.

  68. 8.2.1

    ΟΡΘΟΔ. Οὑκοῦν εἰ τὰ κακὰ ποιότητες ὑπάρχουσιν οὐσιῶν, ἡ δὲ ὕλη ἄποιος ἦν, τῶν δὲ ποιοτήτων ποιητὴν εἶπας τὸν θεὸν εἶναι, ἔσται καὶ τῶν κακῶν δημιουργὸς ὁ θεός. ὅτε τοίνυν οὑδ' οὕτως ἀναίτιον τῶν κακῶν δυνατὸν εἰπεῖν τὸν θεόν, ὕλην αὐτῷ προσάπτειν περιττὸν εἶναί μοι δοκεῖ. εἰ δέ τι πρὸς ταῦτα λέγειν ἔχεις, ἄρχου τοῦ λόγου. — εἰ μὲν ἐκ φιλονεικίας ἡμῖν ἡ ζήτησις ἐγίνετο, οὐκ ἂν δεύτερον περὶ τῶν κακῶν ἠξίουν ὁρίζεσθαι· ἐπεὶ δὲ φιλίας ἕνεκα μᾶλλον καὶ τῆς πρὸς τὸν πλησίον ὠφελείας τὴν ἐξέτασιν ποιούμεθα τῶν λόγων, ἄνωθεν περὶ τούτων ὁρίζεσθαι ἀξιῶ συγχωρεῖν.

  69. 8.3.1

    ΟΥΑΔ. Τὴν μὲν προαίρεσιν τὴν ἐμὴν ἐκ πολλοῦ σοι φανερὰν εἶναι δοκῶ καὶ τὴν ἐν τοῖς λόγοις σπουδήν, ὅτι οὐ πιθανῶς εἰπὼν ψεῦδος νικῆσαι θέλω, ἀλλὰ δειχθῆναι τὴν ἀλήθειαν μετὰ ἀκρι- βοῦς ἐξετάσεως, καὶ σὲ δὲ οὔτω διακεῖσθαι σαφῶς ἐπίσταμαι· ὅθεν οἵῳ τρόπῳ χρώμενος νομίζεις δύνασθαι τὸ ἀληθὲς εὑρεῖν, τούτῳ χρῆσαι μηδὲν δυσωπούμενος. οὐ γὰρ σεαυτὸν ὠφελήσεις μόνον χρησάμενος τῷ κρείττονι, ἀλλὰ πάντως κἀμὲ περὶ ὧν ἀγνοῶ σαφῶς.

  70. 8.4.1

    ΟΡΘΟΔ. Παρστῆσαί μοι δοκεῖς καὶ τὰ κακὰ οὐσίας ὑπάρχειν τινάς· οὐ γὰρ ἐκτὸς οὐσιῶν αὐτὰ ὅντα βλέπω. ἐπεὶ τοίνυν, ὠ οὑτος, καὶ τὰ κακὰ οὐσίας εἶναι λέγεις, ἀνάγκη τὸν τῆς οὐσίας ἐξετάζειν λόγον. δοκεῖ σοι τὴν οὐσίαν σωματικήν τινα σύστασιν εἶναι;

  71. 8.4.2

    ΟΥΑΔ. Δοκεῖ.

  72. 8.5.1

    ΟΡΘΟΔ. Ἡ δὲ σωματικὴ σύστασις αὐτὴ ἐφ’ ἑαυτῆς ὑπάρχει οὐ δεομένη τινὸς οὗ γενομένου τὸ εἶναι λήψεται;

  73. 8.5.2

    ΟΥΑΔ. Οὕτως ἔχει.

  74. 8.6.1

    ΟΡΘΟΔ. δοκεῖ δέ σοι τὰ κακὰ ἐνεργείας εἶναί τινος;

  75. 8.6.2

    ΟΥΑΛ. Οὕτω μοι φαίνεται.

  76. 8.7.1

    ΟΡΘΟΔ. Αἱ δὲ ἐνέργειαι τότε τὸ εἶναι λαμβάνουσιν, ὁπότ' ἂν ὸ ἐνεργῶν παρῇ;

  77. 8.7.2

    ΟΥΔΔ. Οὕτως ἔχει.

  78. 8.8.1

    ΟΡΘΟΔ. Οὐκ ὄντος δὲ τοῦ ἐνεργοῦντος, οὐδ’ ὅπερ ἐνεργεῖ ἐσται ποτέ;

  79. 8.8.2

    ΟΥΑΛ. Οὐκ ἔσται.

  80. 8.9.1

    ΟΡΘΟΔ. Οὑκοῦν εἰ ἠ οὐσία σωματική τίς ἐστι σύστασις, ἡ δὲ σωματικὴ σύστασις οὐ δεῖταί τινος ἐν ᾠ γενομένη τὸ εἶναι λήψεται, τὰ δὲ κακὰ ἐνέργειαι ὑπάρχουσί τινος, οἱ δὲ ἐνέργειαι δέονταί τινος ἐν ᾠ γενόμεναι τὸ εἶναι λαμβάνουσιν, οὐκ ἔσονται <αὐταὶ αἱ> οὐσίαι τὰ κακά.

  81. 8.10.1

    εἰ δὲ οὐσίαι τὰ κακά, κακὸν δὲ ὁ φόνος, φόνος, ούσία ὁ φόνος· ἀλλὰ μὴν ὁ φόνος ἐνέργεια ὑπάρχει τινός, οὐκ ἔστιν ἄρα οὐσία ὁ φόνος. εἰ δὲ τὸν ἐνεργοῦντα οὐσίαν εἶναι θέλεις, σύμφημι κἀγώ. οἶον ἄνθρωπος ὁ φονεύς, καθ' ὃν μὲν λόγον ἄνθρωπός ἐστιν, ὑπάρχει οὐσία· ὁ δὲ φόνος ὃν ποιεῖ οὐκ ἔστιν οὐσία, ἀλλ' ἔργον τι τῆς οὐσίας.

  82. 8.11.1

    λέγομεν γε τὸν ἄνθρωπον ποτὲ μὲν κακὸν διὰ τὸ φονεύειν, ποτὲ δ’ αὖ πάλιν διὰ τὸ εὐεργετεῖν ἀγαθόν. καὶ πέπλεκται ταῦτα τὰ ὀνόματα τῇ οὐσίᾳ ἐκ τῶν συμβεβηκότων αὐτῇ, ἅτινα οὐκ ἔστιν αὐτή. οὔτε γὰρ ἐστὶν φόνος ἡ οὐσία οὔτ' αὖ πάλιν ἡ] μοιχεία οὔτε τι τῶν ὁμοίων κακῶν. ἀλλ’ ὥσπερ ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικὸς λέγεται καὶ ἀπὸ τῆς ῥητορικῆς ὁ ῥήτωρ καὶ ἀπὸ τῆς ἰατρικῆς ὁ ἰατρός, τῆς οὐσίας οὔτε ἰατρικῆς οὔσης οὔτε μὴν ῥητορικῆς οὔτε γραμματικῆς. ἀλλ’ ἀπὸ τῶν συμβεβηκότων αὐτῇ τὴν προσηγορίαν λαγβανούσης, ἀφ ὧν οὔτως, ὀνομάζεσθαι δοκεῖ, οὐδ' ὁπότερον αὐτῶν οὐσα, ὁμοίως φαίνεται καὶ ἀπὸ τῶν δοκούντων εἶναι κακῶν τὴν οὐσίαν ὄνομα προσλαμβάνειν, οὐδ’ ὁπότερον οὖσαν αὐτῶν.

  83. 8.12.1

    καί μοι ὁμοίως ἐπινόησον, εἴ τινα ἕτερον ἀναπλάττεις ἐν τῷ νῷ τῶν κακῶν τοῖς ἀν- θρώποις αἴτιον, ὡς κἀκεῖνος, καθὸ ἐν τούτοις ἐνεργεῖ καὶ ὑποβάλ- λει ποιεῖν τὰ κακά, ἔστι καὶ αὐτὸς κακὸς ἐξ ὡν ποιεῖ. διὰ τοῦτο γὰρ κἀκεῖνος κακὸς εἶναι λέγεται, ὄτι τῶν κακῶν ἐστι ποιητής. ἅ δέ τις ποιεῖ, οὐκ ἔστιν αὐτός, ἀλλ' ἐνέργειαι αὐτοῦ, ἀφ' ὦν τὴν προσηγορίαν τοῦ κακὸς λέγεσθαι λαμβάνεὶ.

  84. 8.13.1

    εἰ γὰρ αὐτὸν ὐπάρχειν εἴποιμεν ἂν ποιεῖ, ποιεῖ δὲ φόνους καὶ μοιχείας καὶ κλοπὰς κοὶ ὄσα τούτοις ὅμοια, αὑτὸς ἔσται ταῦτα. εἰ δὲ ταῦτ’ ἐστιν αὐτός, ταῦτα δ' ὅτε γίνεται τὴν σύστασιν ἔχει, οὐ γινόμενα δὲ καὶ τοῦ εἶναι παύεται, γίνεται δὲ ταῦτα πρὸς ἀνθρώπων, ἔσονται τούτων οἱ ἄνθρωποι ποιηταὶ καὶ τοῦ εἶναι καὶ τοῦ μηκέτι εἶναι αἴτιοι.

  85. 8.14.1

    εἰ δὲ ταῦτα αὐτοῦ ἐνεργείας εἶναι φῄς, ἐξ ὡν ποιεῖ τὸ κακὸς εἶναι ἔχει, οὐκ ἐξ ὦν έστιν οὐσία. κακὸν δὲ εἴπομεν λέγεσθαι ἀπὸ τῶν συμβεβηκότων τῇ

  86. 8.15.1

    οὐσίᾳ, ἅτινα οὐκ ἔστιν ἡ οὐσία, ὡς ἀπὸ τῆς ἰατρικῆς ὁ ἰατρός. εἰ δὲ ἐξ ὡν ἐνεργεῖ κακὸς ὑπάρχει κακός, ἃ δὲ ἐνεργεῖ ἀρχὴν τοῦ εἶναι λαμβάνει, ἤρξατο κἀκεῖνος εἶναι κακός, ἤρξατο δὲ καὶ ταυτὶ τὰ κακά. εἱ δὲ οὕτως ἔχει, οὐκ ἔσται ἀνάρχως κακός, οὐδ’ ἀγένητα τὰ κακά, τῷ γενητὰ πρὸς αὐτοῦ εἶναι φάναι.

  87. 9.1.1

    Σ. Ἀλλὰ τὸ μὲν πρὸς τὸν ἑταῖρον, ὡ φίλε, λόγον ἱκανῶς μοι πεποιηκέναι δοκεῖς. ἐξ ὧν γὰρ προλαβὼν ἔδωκε τῷ λόγῳ, ἐκ τούτων συνάγειν ἔδοξας καλῶς. ὡς ἀληθῶς γάρ, εἰ ἄποιος ἐτύγ- χανεν ἡ ὕλη, τῶν δὲ ποιοτήτων δημιουργὸς ὑπάρχει ὁ θεός, ποιότητες τες δὲ τὰ κακά, τῶν κακῶν ἔσται ποιητὴς ὁ θεός. θεός.

  88. 9.2.1

    μὲν μὲν ὁ λόγος πρὸς ἐκεῖνον εἰρήσθω καλῶς, ἐμοὶ δὲ ψεῦδος δοκεῖ τὴν ὕλην ἄποιον εἶναι λέγειν. οὐδὲ γὰρ ἔνεστιν εἰπεῖν περὶ ἡστινοσοῦν οὐσίας ὡς ἔστιν ἄποιος. ἀλλὰ μὴν καὶ ἐν ᾠ ἄποιον εἶναι λέγει τὴν ποιότητα αὐτῆς μηνύει, ὁποία ἐστὶν ἡ ὕλη διαγραφόμενος, ὅπερ ἐστὶ ποιότητος τος εἶδος. ὅθεν, εἴ σοι φίλον ἐστίν, ἄνωθεν ἔχου πρὸς ἐμὲ τοῦ λόγου.

  89. 9.3.1

    ἐμοὶ γὰρ ἡ ὕλη ποιότητας ἀνάρχως ἔχειν δοκεῖ. οὕτως γὰρ καὶ τὰ κακὰ ἐκ τῆς ἀπορροίας αὐτῆς εἶναι λέγω, ἵνα τῶν κακῶν ὁ μὲν θεὸς ἀναίτιος ij, τούτων δὲ ἀπάντων ἡ ὕλη αἰτία.

  90. 9.4.1

    ΟΡΘΟΛ. Τὴν μὶν προθυμίαν τὴν σὴν ἀποδέχομαι, ὧ φίλε, καί σου τὴν ἐν τοῖς λόγοις σπουδὴν ἐπαινῶ. προσῆκε γὰρ ὡς ἀληθῶς ἔκαστον τῶν φιλομαθῶν μὴ ἀπλῶς καἳ ὡς ἔτυχε συγκατατίθεσθαι τοῖς λεγομένοις ἀλλ' άκριβῆ ποιεῖσθαι τὴν ἐξέτασιν τῶν λόγων. οὐδὲ γὰρ εἰ ὁ προσξητῶν παρὰ λόγον ὁρισάμενος ἀφορμὴν παρέσχε τῷ προσδιαλεγομένῳ συνάγειν ὡς θέλει, τοῦτο καὶ τὸν ἀκροατὴν πείσει τὸ λοιπόν, ἀλλ' εἰ ὅ τι δοκεῖ δυνατὸν εἶναι λέγεσθαι καλῶς, οὗτος λέξει παρών. παρών· γὰρ θάτερον ἔσται. ἢ γàρ καὶ πρὸς ὅ κινεῖσθαι δοκεῖ ἀκούσας τέλεον ὠφεληθήσεται, ἣ τὸν προσδιαλεγομενον ἐλέγξει οὐ τἀλθῆ λέγοντα.

  91. 10.1.1

    Οὐ δοκεῖς δέ μοι δεόντως εἰρηκέναι τὴν ὕλην ἄνωθεν ποιότητας ἔχειν. εἰ γὰρ τοῦθ' οὕτως ἔχει, τίνος ἔσται ποιητὴς ὁ θεός; εἴτε γὰρ οὐσίας ἐροῦμεν, προεῖναι ταύτας φαμ.έν· εἴτ' αὖ πάλιν ποιότητας, καὶ ταύτας ὑπάρχειν λέγομεν. οὐκοῦν οὐσίας τε οὔσης καὶ ποι- οτήτων περιττὸν εἶναί μοι δοκεῖ δημιουργὸν λέγειν τὸν θεόν.

  92. 10.2.1

    ἵνα δὲ μὴ ἐμαυτῷ κατασκευάξειν τινὰ δόξω λόγον, ἀπόκριναί μοι νῦν ἐρωτώμενος· τίνι τρόπῳ δημιουργὸν εἶναι φῂς τὸν θεόν; πότε- ρον ὅτι τὰς οὐσίας ἔστεψεν εἰς τὸ μηκέτι ὑπάρχειν ἐκείνας, ὅπερ ἡσάν ποτε, ἀλλ’ ἑτέρας παρ’ αὐτὰς γενέσθαι, ἢ ὅτι τὰς μὲν οὐσίας ἐφύλα- ξεν ἐκείνας, αἴπερ ἦσαν πρὸ τούτου, τὰς δὲ ποιότητας ἔτρεψεν αὐτῶν;

  93. 10.3.1

    ΕΤΑΙΡ. Οὔ τι μοι δοκεῖ ἀλλαγήν τινα οὐσιῶν γεγονέναι· καὶ γὰρ ἄτοπον τοῦτο λέγειν μοι φαίνεται· τροπὴν δέ τινα τῶν ποιοτή- των γεγονέναι φημί, καθ' ἃς δημιουργὸν εἶναι λέγω τὸν θεόν. καὶ ὥσπερ εἰ τύχοι λέγειν ἐκ λέθων οἰκίαν γεγονέναι, ἐφ’ ὧν οὐκ ἔστιν εἰπεῖν ὡς οὐκέτι Μοι μένουσι τῇ οὐσίᾳ οἰκία γενόμενοι οἱ λίθοι — τῇ

  94. 10.4.1

    γὰρ ποιότητι τῆς συνθέσεως τὴν οἰκίαν γεγονέναι φημί, τραπείσης δηλονότι τῆς προτέρας τῶν λίθων ποιότητος — οὕτω μοι δοκεῖ καὶ τὸν θεόν, ὑπομενούσης τῆς οὐσίας, τροπήν τινα τῶν ποιοτήτων αὐτῆς πεποιηκέναι, καθ’ ἥν τὴν τοῦδε τοῦ κόσμου γένεσιν πρὸς τοῦ θεοῦ γεγονέναι λέγω.

  95. 10.5.1

    ΟΡΘΟΔ. Ἐπεὶ τοίνυν τροπήν τινα τῶν ποιοτήτων πρὸς τοῦ θεοῦ γεγονέναι φᾐς, ἀπόκριναί μοι βραχέα πυθέσθαι προαιρουμενῳ. λέγε δή. εἰ ὁμοίως καὶ σοὶ δοκεῖ τὰ κακὰ ποιότητας εἶναι τῶν οὐσιῶν; ΕΤΑΙΡ. Δοκεῖ.

  96. 10.6.1

    ΟΡΘΟΔ. Ἄνωθεν δὲ ἦσαν αἱ ποιότητες αὖται ἐν τῇ ὕλῃ, ἢ ἀρχὴν ἴσχον τοῦ εἶναι;

  97. 10.6.2

    ΕΤΔΙΡ. Συνεῖναί φημι ἀγενήτως τῇ ὕλῃ ταυτασὶ τὰς ποιότητας.

  98. 10.7.1

    ΟΡΘΟΔ. Οὑχὶ δὲ τὸν θεὸν φῂς τροπήν τινα τῶν ποιοτήτων πεποιηκεναι;

  99. 10.7.2

    ΕΤΑΙΡ̣ Τοῦτό φημι.

  100. 10.8.1

    ΟΡΘΟΔ. Πότερον οὑν εἰς τὸ κρεῖττον ἢ εἰς τὸ χεῖρον;

Next → — showing 1100 of 210

First Thousand Years of Greek. CTS URN tlg2959.tlg002.opp-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.