Ancient Textssearch the texts themselves, not just their titles

← Library

De abstinentia

First Thousand Years of Greek · First Thousand Years of Greek · 175 sections

  1. 2.43.1

    διʼ ὃ συνετὸς ἀνὴρ καὶ σώφρων εὐλαβηθήσεται τοιαύταις χρῆσθαι θυ- σίαις, διʼ ὧν ἐπισπάσεται πρὸς ἑαυτὸν τοὺς τοιού- τους· σπουδάσει δὲ καθαίρειν τὴν ψυχὴν παντοίως καθαρᾷ γὰρ ψυχῇ οὐκ ἐπιτίθενται διὰ τὸ αὐτοῖς ἀνόμιοιον. εἰ δὲ ταῖς πόλεσιν ἀναγκαῖον καὶ τούτους ἀπομειλίττεσθαι, οὐδὲν πρὸς ἡμᾶς. ταύταις γὰρ καὶ πλοῦτος καὶ τὰ ἐκτὸς καὶ τὰ σωματικὰ ἀγαθὰ εἶναι νενόμισται καὶ τὰ ἐναντία κακά, ὀλιγοστὸν δʼ ἐν αὐταῖς τὸ τῆς ψυχῆς ἐπιμελούμενον. ἡμεῖς δὲ κατὰ δύναμιν οὐ δεησόμεθα ὧν οὗτοι παρέχουσιν, ἀλλʼ ἔκ τε ψυχῆς ἔκ τε τῶν ἐκτὸς πᾶσαν σπουδὴν ποιούμεθα, θεῷ μὲν καὶ τοῖς ἀμφʼ αὐτὸν ὁμοιοῦ- σθαι (ὃ γίνεται διʼ ἀπαθ είας καὶ τῆς περὶ τῶν ὄν- τως ὄντων διηρθρωμένης διαλήψεως καὶ τῆς πρὸς αὐτὰ ταῦτα ζωῆς), πονηροῖς δὲ ἀνθρώποις καὶ δαί- μοσιν καὶ ὅλως παντὶ τῷ χαίροντι τῷ θνητῷ τε καὶ ὑλικῷ ἀνομοιοῦσθαι ὥστε κατὰ τὰ εἰρημένα τῷ Θεοφράστῳ θύσομεν καὶ ἡμεῖς. οἷς καὶ οἱ θεολόγοι συνεφώνησαν, εἰδότες ὡς καθʼ ὅσον τῆς τῶν παθῶν ἐξαιρέσεως ἀμελοῦμεν τῆς ψυχῆς, κατὰ τοσοῦτον τῇ πονηρᾷ δυνάμει συναπτόμεθα, καὶ δεήσει καὶ ταύ- την ἀπομειλίττεσθαι. ὡς γὰρ φασὶν οἱ θεολόγοι, τοῖς δεδεμένοις ὑπὸ τῶν ἐκτὸς καὶ μηδέπω κρατοῦ- σιν τῶν παθῶν ἀναγκαῖον ἀποτρέπεσθαι καὶ ταύτην τὴν δύναμιν· εἰ δὲ μή γε, πόνων οὐ λήξουσι.

  2. 2.44.1

    μέ- χρι δὴ τούτων τὰ περὶ τῶν θυσιῶν δεδηλώσθω. πλὴν ὅπερ ἐξ ἀρχῆς ἐλέγομεν, μὴ εἶναι ἀναγκαῖον ὡς, εἰ θυτέον ζῷα, καὶ βρωτέον πάντως, νῦν ἐξ ἀνάγκης τὸ μὴ δεῖν ἐσθίειν, εἴπερ καὶ θύειν ἀνάγκη ποτέ, ἐπιδείκνυται. πάντες γὰρ ἐν τούτῳ ὡμολό- γησαν οἱ θεολόγοι ὡς οὔτε ἁπτέον ἐν ταῖς ἀποτρο- παίοις θυσίαις τῶν θυομένων, καθαρσίοις τε χρη- στέον. μὴ γὰρ ἴοι τις εἰς ἄστυ μηδʼ εἰς οἶκον ἴδιον, μὴ πρότερον ἐσθῆτα καὶ σῶμα ποταμοῖς ἢ πηγῇ ἀποκαθήρας, φασίν. ὥστε καὶ οἷς ἐπέτρεψαν θύειν, ἀπέχεσθαι τῶν θυομένων τούτοις παρήγγειλαν, προ- αγνεύειν τε ἀποσιτίαις καὶ μάλιστα ταῖς ἀποχαῖς τῶν ἐμψύχων. εἶναι γὰρ τὴν ἁγνείαν φυλακὴν πρὸς εὐλάβειαν, οἷον σύμβολον ἢ σφραγῖδα θείαν περὶ τοῦ μηδὲν παθεῖν ὑπʼ ἐκείνων, οἷς πρόσεισι καὶ ἀπομειλίττεται. ἐναντίως γὰρ διακείμενος οἷς δρᾷ καὶ θειοτέρως, ὅτι καὶ καθαρωτέρως, καὶ κατὰ σῶμα καὶ κατὰ τὰ πάθη τῆς ψυχῆς μένει ἀβλαβής, οἷον ἔρυμα περιβεβλημένος τὴν ἁγνείαν.

  3. 2.45.1

    διʼ ὅ καὶ ἄχρι τῶν γοήτων ἀναγκαία ἔδοξεν ἡ τοιαύτη προφυλακή, οὐ δύναται μέντοι διὰ παντός· ἀσελγείας γὰρ ἕνεκα ἐνοχλοῦσι δαίμονας πονηρούς· ὥστε οὐ γοήτων ἦν ἡ ἁγνεία, ἀλλὰ θείων καὶ θεοσόφων ἀνδρῶν, φυ- λακὴν δὲ φέρουσα πανταχοῦ τοῖς χρωμένοις τὴν πρὸς τὸ θεῖον οἰκείωσιν. ὡς εἴθε διὰ παντὸς αὐτῇ καὶ γόητες ἐχρῶντο, καὶ οὐκ ἄν γοητεύειν προυθυμή- θησαν, ἀποκεκλεισμένοι ὑπὸ ταύτης ἀπολαύειν ὧν ἕνεκα ἀσεβοῦσιν. ὅθεν παθῶν ὄντες πλήρεις καὶ πρὸς ὀλίγον ἀπεχόμενοι τῶν ἀκαθάρτων βρώσεων, μεστοὶ ὄντες ἀκαθαρσίας, δίκας τίνουσι τῆς εἰς τὰ ὅλα παρανομίας, τὰ μὲν ὑπʼ αὐτῶν ὧν ἐρεθίζουσι, τὰ δὲ καὶ ὑπὸ τῆς πάντʼ ἐφορώσης τὰ θνητὰ καὶ ἔργα καὶ διανοήματα δίκης. ἀνδρὸς ἄρα θείου ἡ ἔσω καὶ ἡ ἐκτὸς ἁγνεία, ἀποσίτου μὲν παθῶν ψυ- χῆς σπουδάζοντος εἶναι, ἀποσίτου δὲ καὶ βρώσεων αἳ τὰ πάθη κινοὑσιν, σιτουμένου δὲ θεοσοφίαν καὶ ὁμοιουμένου ταῖς περὶ τοῦ θείου ὀρθαῖς διανοίαις καὶ ἰερωμένου τῇ νοερᾷ θυσίᾳ καὶ μετὰ λευκῆς ἐσθῆ- τος καὶ καθαρᾶς τῷ ὄντι τῆς ψυχικῆς ἀπαθείας καὶ τῆς κουφότητος τοῦ σώματος προσιόντος τῷ θεῷ, οὐκ ἐξ ἀλλοτρίων καὶ ὀθνείων χυμῶν καὶ πα- θῶν ψυχικῶν βεβαρημένου.

  4. 2.46.1

    οὐ γὰρ δὴ ἐν μὲν ἱε- ροῖς ὑπʼ ἀνθρώπων θεοῖς ἀφωρισμένοις καὶ τὰ ἐν ποσὶ καθαρὰ δεῖ εἶναι καὶ ἀκηλίδωτα πέδιλα, ἐν δὲ τῷ ναῷ τοῦ πατρός, τῷ κόσμῳ τούτῳ, τὸν ἔσχατον καὶ ἐκτὸς ἡμῶν χιτῶνα τὸν δερμάτινον οὐχ ἁγνὸν προσήκει διατηρεῖν καὶ μεθʼ ἀγνοῦ διατρίβειν ἐν τῷ ναῷ τοῦ πατρός. εἰ μὲν γὰρ ἐν τῷ μεμολύνθαι αὐτὸν μόνον ὁ κίνδυνος ἔκειτο, ἐνῆν παριδεῖν ἴσως καὶ καταρρᾳθυμῆσαι. νῦν δὲ παντὸς τοῦ αἰσθη- τοῦ σώμιατος ἀπορροίας φέροντος δαιμονίων ὑλικῶν, ἅμα τῇ ἀκαθαρσίᾳ τῇ ἔκ σαρκῶν καὶ αἱμάτων πάρ- εστιν ἡ ταύτῃ φίλη καὶ προσήγορος δύναμις διʼ ὁμοιότητα καὶ οἰκειότητα.

  5. 2.47.1

    ὅθεν ὀρθῶς οἱ θεολόγοι τῆς ἀποχῆς ἐπεμέλοντο, καὶ ὁ Αἰγύπτιος ταῦθʼ ἡμῖν ἐμήνυσεν αἰτίαν ἀποδιδοὺς φυσικωτάτην, ἣν ἐκ τῆς πείρας ἐδοκίμασεν. ἐπεὶ γὰρ ψυχὴ φαύλη καὶ ἄλο- γος, ἣ τὸ σῶμα ἀπέλιπε βίᾳ συληθεῖσα, προσμένει τούτῳ, ὅπου γε καὶ τῶν ἀνθρώπων αἱ τῶν βίᾳ ἀποθανόντων κατέχονται πρὸς τῷ σώματι, ὃ καὶ τοῦ μὴ βίᾳ ἑαυτὸν ἐξάγειν ἦν κωλυτικόν, ἐπεὶ οὖν τῶν ζῴων αἱ βίαιοι σφαγαὶ ἐμφιληδεῖν τὰς ψυχὰς οἷς ἀπολείπουσιν ἀναγκάζουσιν, διείργεται δὲ οὐδα- μῶς ψυχὴ ἐκεῖ εἶναι, ὅποι τὸ συγγενὲς καθέλκει αὐτήν, ὅθεν καὶ ὀδυρόμεναι ὤφθησαν πολλαί, καὶ αἱ τῶν ἀτάφων παραμένουσι τοῖς σώμασιν, αἷς καὶ οἱ γόητες καταχρῶνται πρὸς αὑτῶν ὑπηρεσίαν, βια- ζόμενοι τῇ τοῦ σώματος ἢ μέρους τοῦ σώματος κατ- οχῇ· ἐπεὶ οὖν ταῦτα ἱστόρησαν καὶ φύσιν ψυχῆς φαύλης καὶ συγγένειαν καὶ ἡδονήν, ἣν ἔχει πρὸς τὰ σώματα ἐξ ὧν ἀπεσπάσθη, εἰκότως ἐφυλάξαντο τὴν τῶν σαρκῶν θοίνην, ἵνα ἀλλοτρίαις ψυχαῖς βι- αίοις καὶ ἀκαθάρτοις πρὸς τὸ συγγενὲς ἑλκομέναις μὴ ἐνοχλοῖντο μηδὲ ἐμποδίζοιντο προσέρχεσθαι μό- νοι τῷ θεῷ, δαιμόνων τῇ παρουσίᾳ ἐνοχλούντων.

  6. 2.48.1

    ὅτι γὰρ ὁλκὸν τῆς ψυχῆς ἡ τοῦ συγγενοῦς σώματος φύσις, ἡ πεῖρα τούτους ἐδίδαξεν διὰ πλειόνων. οἱ γοῦν ζῴων μαντικῶν ψυχὰς δέξασθαι βουλόμενοι εἰς ἑαυτούς, τὰ κυριώτατα μόρια καταπιόντες, οἷον. καρδίας κοράκων ἢ ἀσπαλάκων ἢ ἱεράκων, ἔχουσι παροῦσαν τὴν ψυχὴν καὶ χρηματίζουσαν ὡς θεὸν καὶ εἰσιοῦσαν εἰς αὐτοὺς ἅμα τῇ ἐνθέσει τῇ τοῦ σώματος.

  7. 2.49.1

    εἰκότως ἄρα ὁ φιλόσοφος καὶ θεοῦ τοῦ ἐπὶ πᾶσιν ίερεὺς πάσης ἀπέχεται ἐμψύχου βορᾶς, μόνος μόνῳ διʼ ἑαυτοῦ θεῷ προσιέναι σπουδάζων ἄνευ τῆς τῶν παρομαρτούντων ἐνοχλήσεως, καὶ ἔστιν εὐλαβὴς τὰς τῆς φύσεως ἀνάγκας ἐξιστορηκώς. ἵστωρ γὰρ πολλῶν ὁ ὄντως φιλόσοφος καὶ σημειωτικὸς καὶ καταληπτικὸς τῶν τῆς φύσεως πραγμάτων καὶ συνετὸς καὶ κόσμιος καὶ μέτριος, πανταχόθεν σώζων ἑαυτόν· καὶ ὥσπερ ὅ τινος τῶν κατὰ μέρος ἱερεὺς ἔμπειρος τῆς ἱδρύσεως τῶν ἀγαλμάτων αὐτοῦ τῶν τε ὀργιασμιῶν καὶ τελετῶν καθάρσεών τε καὶ τῶν ὁμοίων, οὕτως ὁ τοῦ ἐπὶ πᾶσιν θεοῦ ἱερεὺς ἔμπει- ρος τῆς αὐτοῦ ἀγαλματοποιίας καθάρσεών τε καὶ τῶν ἄλλων διʼ ὧν συνάπτεται τῷ θεῷ.

  8. 2.50.1

    εἰ δὲ οἱ τῶν τῇδε ἱερεῖς καὶ ἱεροσκόποι καὶ τάφων ἀπέχεσθαι κελεύουσιν ἑαυτοῖς τε καὶ τοῖς ἄλλοις, καὶ ἀνδρῶν, ἀνοσίων καὶ ἐμμήνων καὶ συνουσιῶν καὶ θέας ἤδη, αἰσχρᾶς καὶ πενθικῆς καὶ ἀκροάσεως πάθος ἐγει- ρούσης (ἐπεὶ πολλάκις φαίνεται διὰ τοὺς παρόντας ἀκαθάρτους ταράττει τὸν ἱεροσκόπον διʼ ὃ καὶ τὸ θύειν ἀκαίρως καὶ βλάβην μείζονα φέρειν ἢ κέρ- δος φασίν), ἦ που γε ὁ τοῦ πατρὸς ἱερεὺς αὐτὸς τάφος γίγνεσθαι νεκρῶν σωμάτων ὑπομενεῖ αὐτὸς μιασμάτων πλήρης, ὁμιλητὴς σπουδάζων γενέσθαι τῷ κρείττονι; ἀρκεῖ ὅτι τὰ τοῦ θανάτου μέρη ἐπὶ τῶν καρπῶν εἰς τὴν ἐνταῦθα ἡμῶν ζωὴν παραλαμ- βάνομεν. ἀλλὰ μήπω περὶ τούτων· ἔτι δὲ τὰ περ- τῶν θυσιῶν διακριτέον.

  9. 2.51.1

    φαίη γὰρ ἄν τις ὅτι πολύ μέρος ἀναιροῦμεν μαντείας τῆς διὰ σπλάγχνων ἀπε- χόμενοι τῆς τῶν ζῴων ἀναιρέσεως. οὐκοῦν ὁ τοι- οῦτος ἀναιρείτω καὶ τοὺς ἀνθρώπους· ἐπιφαίνεται γὰρ μᾶλλον, ὡς φασίν, τοῖς τούτων σπλάγχνοις τὰ μέλλοντα· καὶ πολλοί γε τῶν βαρβάρων διʼ ἀνθρώ- πων σπλαγχνεύονται. ἀλλʼ ὥσπερ ἀδικίας καὶ πλε- ονεξίας ἦν τὸ ἕνεκα μαντείας ἀναιρεῖν τὸν ὁμόφυλον, οὕτω καὶ τὸ ἄλογον ζῷον σφάττειν μαντείας ἕνεκα ἄδικον. πότερα δὲ τὰ σημεῖα οἱ θεοὶ ἐπιφαίνουσιν ἢ δαίμονες ἢ ἡ ψυχὴ ἀπαλλαττομένη τοῦ ζῴου πρὸς τὴν πεῦσιν ἀποκρίνεται διὰ τῶν ἐν τοῖς σπλάγχνοις σημείων, οὐκ ἔστιν τοῦ παρόντος λόγου ἐρευνῆσαι.

  10. 2.52.1

    οἷς μέντοι ὁ βίος ἔξω κυλίεται, τούτοις ἐπιτρέπομεν ἅπαξ ἀσεβήσασιν εἰς ἑαυτούς φέρεσθαι ᾗπερ καὶ φέρονται. ὃν δʼ ἡμεῖς ὑπογράφομεν φιλόσοφον ἀφι- στάμενον τῶν ἐκτός, εἰκότως φαμὲν μὴ ἐνοχλήσειν δαίμοσι, μηδὲ μάντεων δεήσεσθαι μηδὲ σπλάγχνων ζῴων. ὧν γὰρ ἕνεκα αἱ μαντεῖαι, τούτων οὗτος με- μελέτηκεν ἀφίστασθαι. οὐ γὰρ εἰς γάμον καθίησιν, ἵνα περὶ γάμου τὸν μάντιν ἐνοχλήσῃ, οὐκ εἰς ἐμ πορίαν, οὐ περὶ οἰκέτου, οὐ περὶ προκοπῆς καὶ τῆς ἄλλης παῤ ἀνθρώποις δοξοκοπίας. περὶ ὧν δὲ ζη- τεῖ, μάντις μὲν οὐδεὶς οὐδὲ σπλάγχνα ζῴων μηνύ- σει τὸ σαφές· αὐτὸς δὲ διʼ ἑαυτοῦ, ὡς λέγομεν, προσιών τῷ θεῷ, ὃς ἐν τοῖς ἀληθινοῖς αὐτοῦ σπλάγ- χνοις ἵδρυται, περὶ τοῦ αἰωνίου βίου λήψεται τὰς ὑποθήκας, ὅλος ἐκεῖ συρρεύσας, καὶ ἀντὶ μάντεως “Διὸς μεγάλου ὀαριστὴς” εὐχόμενος γενέσθαι.

  11. 2.53.1

    εἰ δʼ ἄρα καὶ ἐπείξειέ τι τῶν τῆς ἀνάγκης, εἰσίν οἱ τῷ οὕτω ζῶντι τῷ οἰκέτῃ τοῦ θεοῦ καὶ διʼ ὀνειράτων καὶ συμβόλων καὶ διʼ ὄττης ἀγαθοὶ δαίμονες προτρέ- ποντες καὶ μηνύοντες τὸ ἀποβησόμενον καὶ ὃ ἀναγ- καῖον φυλάξασθαι. μόνον γὰρ ἀποστῆναι δεῖ τοῦ κακοῦ καὶ ἐπιγνῶναι τὸ ἐν τοῖς ὅλοις τιμιώτατον καὶ πᾶν τὸ ἐν τῷ ὅλῳ ἀγαθὸν φίλον καὶ προσήγο- ρον. ἀλλὰ δεινή τις ἡ κακία καὶ τῶν θείων ἀμσ- θία καταφρονεῖν ὧν οὐκ οἶδεν καὶ ἐπισύρειν, ἐπειδὴ ταῦτα οὐ φωναῖς ἐξακούστοις ἡ φύσις βοᾷ, νοερὰ δὲ οὖσα διὰ νοῦ μυσταγωγεῖ τούς ταύτην σέβοντας. κἂν μέντοι τις θυτικὴν παραδέξηται προγνώσεως ἕνεκα τοῦ μέλλοντος, οὐχ ἕπεται ταύτῃ καὶ τὸ ἐσθί- ειν δεῖν ἐξ ἀνάγκης καὶ σάρκας παραδέχεσθαι, κα- θάπερ οὐδὲ τὸ θύειν ὁπωσοῦν ἢ θεοῖς ἢ δαίμοσιν εἰσηγεῖται τὴν βρῶσιν. ἡ γοῦν ἱστορία οὐ μόνον ὧν Θεόφραστος ἐμνήσθη, ἀλλὰ καὶ ἄλλων πλειόνων τὴν μενήμην παρέδωκεν ὡς καὶ ἀνθρώπους θυόντων τῶν πάλαι, καὶ οὐ δήπου διὰ τοῦτο καὶ βρωτέον ἀνθρώ- πους.

  12. 2.54.1

    καὶ ὅτι ταῦτα οὐχ ἀπλῶς, ἀλλὰ πλήρους οὔ- σης τῆς ἱστορίας λέγομεν, αὐτάρκη καὶ ταῦτα πα- ραστῆσαι. ἐθύετο γὰρ καὶ ἐν Ῥόδῳ μηνὶ Μεταγειτ- νιῶνι ἕκτῃ ἱσταμένου ἄνθρωπος τῷ Κρόνῳ. ὃ δὴ ἐπὶ πολὺ κρατῆσαν ἔθος μετεβλήθη· ἕνα γὰρ τῶν ἐπὶ θανάτῳ δημοσίᾳ κατακριθέντων μέχρι μὲν τῶν Κρονίων συνεῖχον, ἐνστάσης δὲ τῆς ἑορτῆς προαγα- γόντες τὸν ἄνθρωπον ἔξω πυλῶν ἄντικρυς τοῦ Ἀρι- στοβούλης ἕδους, οἴνου ποτίσαντες ἔσφαττον. ἐν δὲ τῇ νῦν Σαλαμῖνι, πρότερον δὲ Κορωνίδι ὀνο- μαζομένῃ, μηνὶ κατὰ Κυπρίους Ἀφροδισίῳ ἐθύετο ἄνθρωπος τῇ Ἀγραύλῳ τῇ Κέκροπος καὶ νύμφης Ἀγραυλίδος. καὶ διέμενε τὸ ἔθος ἄχρι τῶν Διομήδους χρόνων· εἶτα μετέβαλεν, ὥστε τῷ Διομήδει τὸν ἄνθρωπον θύεσθαι ὑφʼ ἕνα δὲ περίβολον ὅ τε τῆς Ἀθηνᾶς νεὼς καὶ ὁ τῆς Ἀγραύλου καὶ Διομήδους. ὁ δὲ σφαγιαζόμενος ὑπὸ τῶν ἐφήβων ἀγόμενος τρὶς περιέθει τὸν βωμόν· ἔπειτα ὁ ἱερεὺς αὐτὸν λόγχῃ ἔπαιεν κατὰ τοῦ στομιάχου, καὶ οὕτως αὐτὸν ἐπὶ τὴν νησθεῖσαν πυρὰν ὡλοκαύτιζεν.

  13. 2.55.1

    τοῦτον δὲ τὸν θεσμὸν Δίφιλος ὁ τῆς Κύπρου βασιλεὺς κατέλυσε, κατὰ τούς Σελεύκου χρόνους τοῦ θεολόγου γενό- μενος, τὸ ἔθος εἰς βουθυσίαν μεταστήσας. προσή- κατο δʼ ὁ δαίμων ἀντὶ ἀνθρώπου τὸν βοῦν οὕτως ἰσάξιόν ἐστιν τὸ δρώμενον. κατέλυσε δὲ καὶ ἐν Ἡλίου πόλει τῆς Αἰγύπτου τὸν τῆς ἀνθρωποκτονίας νόμον Ἄμωσις, ὡς μαρτυρεῖ Μανεθὼς ἐν τῷ περὶ ἀρχαϊσμοῦ καὶ εὐσεβείας. ἐθύοντο δὲ τῇ Ἥρᾳ καὶ ἐδοκιμάζοντο, καθάπερ οἱ ζητούμενοι καθαροὶ μό- σχοι καὶ συσφραγιζόμενοι. ἐθύοντο δὲ τῆς ἡμέρας τρεῖς, ἀνθʼ ὧν κηρίνους ἐκέλευσεν ὁ Ἄμωσις τούς ἴσους ἐπιτίθεσθαι. ἔθυον δὲ καὶ ἐν Χίῳ τῷ Ὠμα- δίῳ Διονύσῳ ἄνθρωπον διασπῶντες, καὶ ἐν Τενώ- δῳ, ὡς φησὶν Κὔελπις ὁ Καρύστιος· ἐπεὶ καὶ Λα- κεδαιμονίους φησὶν ὁ Ἀπολλόδωρος τῷ Ἄρει θύειν ἄνθρωπον.

  14. 2.56.1

    Φοίνικες δὲ ἐν ταῖς μεγάλαις συμφο- ραῖς πολέμων ἢ λοιμῶν ἢ αὐχμῶν ἔθυον τῶν φιλ- τάτων τινὰ ἐπιφημίζοντες Κρόνῳ, καὶ πλήρης γε ἡ Φοινικικὴ ἱστορία τῶν θυσάντων, ἣν Σαγχουνιά- θων μὲν τῇ Φοινίκων γλώττῃ συνέγραψεν, Φίλων δὲ ὁ Βύβλιος εἰς τὴν Ἐλλάδα γλῶσσαν διʼ ὀκτὼ βιβλίων ἡρμήνευσεν. Ἴστρος δὲ ἐν τῇ συναγωγῇ τῶν Κρητικῶν θυσιῶν φησὶν τούς Κουρῆτας τὸ πα- λαιὸν τῷ Κρόνῳ θύειν παῖδας. καταλυθῆναι δὲ τὰς ἀνθρωποθυσίας σχεδὸν τὰς παρὰ πᾶσιν φησὶ Πάλ- λας ὁ ἄριστα τὰ περὶ τῶν τοῦ Μίθρα συναγαγὼν μυστηρίων ἐπὶ Ἀδριανοῦ τοῦ αὐτοκράτορος. ἐθύετο γὰρ καὶ ἐν Λαοδικείᾳ τῇ κατὰ Συρίαν τῇ Ἀθηνᾷ κατʼ ἔτος παρθένος, νῦν δὲ ἔλαφος. καὶ μὴν καὶ οἱ ἐν Λιβύῃ Καρχηδόνιοι ἐποίουν τὴν θυσίαν, ἣν Ἰφικράτης ἔπαυσεν, καὶ Δουμαθηνοὶ δὲ τῆς Ἀραβίας κατʼ ἔτος ἕκαστον ἔθυον παῖδα, ὄν ὑπὸ βωμὸν ἔθα- πτον, ᾧ χρῶνται ὡς ξοάνῳ. Φύλαρχος δὲ κοινῶς πάντας τούς Ἕλληνας πρὶν ἐπὶ πολεμίους ἐξιέναι ἀνθρωποκτονεῖν ἱστορεῖ. καὶ παρίημι Θρᾷκας καὶ Σκύθας, καὶ ὡς Ἀθηναῖοι τὴν Ἐρεχθέως καὶ Πρα- ξιθέας θυγατέρα ἀνεῖλον. ἀλλʼ ἔτι γε νῦν τίς ἀγνο- εῖ κατὰ τὴν μεγάλην πόλιν τῇ τοῦ Αατιαρίου Διὸς ἑορτῇ σφαζόμενον ἄνθρωπον; καὶ οὐ δήπου τούτου ἕνεκα βρωτέον καὶ σάρκας ἀνθρώπων, ἐπείπερ διά τινα ἀνάγκην εἰς θυσίαν ἄνθρωπος παρελήφθη. καὶ γὰρ ἐν λιμοῖς πολιορκούμενοί τινες ἀλλήλων ἐγεύ- σαντο, καὶ ὅμως ἐναγεῖς οὗτοι ἐνομίσθησαν καὶ τὸ πρᾶγμα ἀσεβές.

  15. 2.57.1

    καὶ μετά γε τὸν πρῶτον πόλεμον τὸν γενόμενον Ῥωμαίοις περὶ Σικελίας πρὸς Καρ- χηδονίους ἀποστάντων τῶν Φοινίκων μισθοφόρων καὶ συναποστησάντων τοὺς Λίβυας, Ἀμίλκας ὁ Βάρκας ἐπικαλούμενος, ἐπιστρατεύσας αὐτοῖς εἰς λιμὸν οὕτως περιέστησεν, ὡς τὸ μὲν πρῶτον τούς πίπτοντας ἐν ταῖς μάχαις ἐσθίειν ἐπιλειπόντων πάν- των, δεύτερον τούς αἰχμαλώτους, τρίτον τούς οἰκέ- τας, ὕστερον δὲ καὶ ἐπʼ ἀλλήλους ὁρμῆσαι καὶ κλήρῳ τούς συστρατιώτας ἐσθίειν. ἀλλʼ ὅ γε Ἀμίλκας λα- βὼν ὑποχειρίους διὰ τῶν ἐλεφάντων συνεπάτησεν, ὡς οὐχ ὅσιον ἔτι τοῖς ἄλλοις ἀνθρώποις αὐτούς ἐπι- μίγνυσθαι, καὶ οὔτε αὐτὸς παρεδέξατο διὰ τὸ τολ- μῆσαί τινας τὴν ἀνθρωποφαγίαν οὔθ᾿ ὁ υἱὸς αὐτοῦ Ἀννίβας, ᾧ συνεβούλευέ τις εἰς τὴν ταλίαν στρα- τεύοντι ἐθίσαι ἀνθρωποφαγεῖν τὸν στρατόν, ὡς μὴ τροφῆς ἀποροῖεν. οὐ τοίνυν ἐπεὶ λιμοὶ καὶ πόλεμοι αἴτιοι τῆς τῶν ἄλλων ζῴων βρώσεως γεγόνασιν, ἐχρῆν ταύτην καὶ διʼ ἡδονὴν παραδέξασθαι, καθάπερ οὐδὲ τὴν ἀνθρωποφαγίαν προσηκάμεθα· οὐδὲ ἐπεὶ ἔθυσάν τισι δυνάμεσιν ζῷα, ἐχρῆν καὶ ἐσθίειν αὐτά. οὐδὲ γὰρ ἀνθρώπους θύσαντες ἐγεύσαντο τούτου γε ἕνεκα σαρκῶν ἀνθρωπίνων.

  16. 2.57.2

    ἀλλʼ ὅτι μὲν τῷ θύειν οὐχ ἕπεται τὸ καὶ ἐσθί- ειν πάντως τὰ ζῷα, διὰ τούτων ἀποδέδεικται.

  17. 2.58.1

    ὅτι δὲ οὐ θεοῖς, ἀλλὰ δαίμοσι τὰς θυσίας τὰς διὰ τῶν αἱμάτων προσῆγον οἱ τὰς ἐν τῷ παντὶ δυνάμεις κα- ταμαθόντες, καὶ τοῦτο πεπίστωται παρʼ αὐτῶν τῶν θεολόγων. καὶ μὴν ὅτι τούτων οἱ μὲν κακοποιοί, οἱ δὲ ἀγαθοί, οἵ οὐκ ἐνοχλήσουσιν ἡμῖν ἀπαρχο- μένοις ἐκ μόνων ὧν ἐσθίομεν καὶ τρέφομεν ἤ τὸ σῶμα ἤ τὴν ψυχήν, καὶ τούτου μέμνηνται. ὀλίγα δʼ ἔτι προσθέντες, ὡς καὶ αἱ ἀδιάστροφοι ἔννοιαι τῶν πολλῶν ἐπιβάλλουσι τῇ ὀρθῇ περὶ τῶν θεῶν ὑπολήψει, τὸ βιβλίον περιγράψομεν. λέγουσι γοῦν καὶ τῶν ποιητῶν οἱ ἐπʼ ὀλίγον σωφρονοῦντες· τίς ὧδε μῶρος καὶ λίαν ἀνειμένως εὔπιστος ἀνδρῶν, ὅστις ἐλπίζει θεοὺς ὀστῶν ἀσάρκων καὶ χολῆς πυρουμένης, ἃ καὶ κυσὶν πεινῶσιν οὐχὶ βρώσιμα, χαίρειν ἀπαρχαῖς καὶ γέρας λαχεῖν τόδε; ἄλλος δὲ φησίν ψαιστά, λιβανωτόν, πόπανα· ταῦτʼ ὠνήσομαι. οὐ τοῖς φίλοις θύω γάρ, ἀλλὰ τοῖς θεοῖς τὰ νῦν.

  18. 2.59.1

    ἐπεὶ καὶ Ἀπόλλων παραινῶν θύειν κατὰ τὰ πάτρια, τοῦτʼ ἔστιν κατὰ τὸ ἔθος τῶν πατέρων, ἐπανάγειν ἔοι- κεν εἰς τὸ παλαιὸν ἔθος. τὸ δὲ παλαιὸν διὰ ποπά- νων καὶ τῶν καρπῶν ἦν, ὡς ἀπεδείξαμεν. ὅθεν καὶ θυσίαι καὶ θυηλαὶ καὶ θυμέλαι ἐκαλοῦντο, καὶ αὐτὸ τὸ θύειν τοῦ θυμιᾶν εἴχετο καὶ τοῦ νῦν παρʼ ἡμῖν λεγομένου ἐπιθύειν. ὃ γὰρ ἡμεῖς νῦν θύειν λέγομεν ἕρδειν ἔλεγον. ἔρδον δʼ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας ταύρων ἡδ᾿ αἰγῶν.

  19. 2.60.1

    ἀγνοοῦσιν δὲ οἱ τὴν πολυτέλειαν εἰσαγαγόντες εἰς τὰς θυσίας, ὅπως ἄμα ταύτῃ ἑσμὸν κακῶν εἰσήγα- γον, δεισιδαιμονίαν, τρυφήν, ὑπόληψιν τοῦ δεκά- ζειν δύνασθαι τὸ θεῖον καὶ θυσίαις ἀκεῖσθαι τὴν ἀδικίαν. πόθεν οἱ μὲν τριττύας χρυσόκερως, οἱ δʼ ἑκατόμβας, Ὀλυμπιὰς δʼ ἡ Ἀλεξάνδρου μήτηρ πάντα χίλια ἔθυεν, ἅπαξ τῆς πολυτελείας ἐπὶ τὴν δεισι- δαιμονίαν προαγούσης; ὅταν δὲ νέος θεούς χαίρειν πολυτελείαις γνῷ καί, ὡς φασίν, ταῖς τῶν βοῶν καὶ τῶν ἄλλων ζῴων θοίναις, πότʼ ἂν ἑκὼν σωφρο- νήσειεν; πῶς δὲ κεχαρισμένα θύειν ἡγούμενος τοῖς θεοῖς ταῦτα, οὐκ ἐξεῖναι ἀδικεῖν οἰήσεται αὐτῷ μέλ- λοντι διὰ τῶν θυσιῶν ἐξωνεῖσθαι τὴν ἁμαρτίαν; πεισθεὶς δὲ ὅτι τούτων χρείαν οὐκ ἔχουσιν οἱ θεοί, εἰς δὲ τὸ ἦθος ἀποβλέπουσι τῶν προσιόντων, με- γίστην θυσίαν λαμβάνοντες τὴν ὀρθὴν περὶ αὐτῶν τε καὶ τῶν πραγμάτων διάληψιν, πῶς οὐ σώφρων καὶ ὅσιος καὶ δίκαιος ἔσται;

  20. 2.61.1

    θεοῖς δὲ ἀρίστη μὲν ἀπαρχὴ νοῦς καθαρὸς καὶ ψυχὴ ἀπαθής, οἰκεῖον δὲ καὶ τὸ μετρίων μὲν ἀπάρχεσθαι τῶν ἄλλων, μὴ παρ- έργως δέ, ἀλλὰ σύν πάσῃ προθυμίᾳ. ἐοικέναι γὰρ δεῖ τὰς τιμὰς ταῖς ἐπὶ τῶν ἀγαθῶν προεδρίαις, ὑπα- ναστάσεσίν τε καὶ κατακλίσεσιν, οὐ συντάξεων δό- σεσιν. οὐ γὰρ δὴ ἄνθρωπος μὲν ἐρεῖ· εἰ μνημονεύεις εὖ παθὼν φιλεῖς τέ με, ἀπέχω πάλαι, Φιλῖνε, παρὰ σοῦ τὴν χάριν· τούτου γὰρ αὐτὴν ἕνεκα πρὸς σὲ κατεθέμην· θεὸς δὲ οὐκ ἀρκεῖται τούτοις. διʼ ὅπερ ὁ Πλάτων, τῷ μὲν ἀγαθῷ θύειν, φησί, προσήκει καὶ προσο- μιλεῖν ἀεὶ τοῖς θεοῖς εὐχαῖς καὶ ἀναθήμασι καὶ θυ- σίαις καὶ τῇ πάσῃ θεραπείᾳ, τῷ δὲ κακῷ μάτην περὶ θεοὺς τὸν πολύν εἶναι πόνον. ὁ γὰρ ἀγαθὸς οἶδεν ἃ θυτέον καὶ ὧν ἀφεκτέον καὶ τίνα προσε- νεκτέον καὶ τίνων ἀπαρκτέον, ὁ δὲ φαῦλος ἐκ τῆς οἰκείας διαθέσεως καὶ ὧν αὐτὸς ἐσπούδακεν, προσά- γων τοῖς θεοῖς τὰς τιμὰς ἀσεβεῖ μᾶλλον ἢ εὐσε- βεῖ. διʼ ὅ οὐδʼ οἴται δεῖν τοῖς φαύλοις ὁ Πλάτων ἐθισμοῖς συμπεριφέρεσθαι τὸν φιλόσοφον· οὕτε γὰρ τοῖς θεοῖς εἶναι φίλον οὕτε τοῖς ἀνθρώποις συμ- φέρον, ἀλλὰ μεταβάλλειν μὲν πειρᾶσθαι εἰς τὸ ἄμει- νον, εἰ δὲ μή, αὐτὸν πρὸς αὐτὰ μὴ μεταβάλλεσθαι, μετιέναι δὲ τὴν ὀρθὴν ὀδὸν αὐτὸν πορευόμενον μήτε κινδύνους τούς ἀπὸ τῶν πολλῶν εὐλαβούμενον μήτε τὴν ἄλλην, εἴ τις γίγνοιτο βλασφημία. καὶ γὰρ δεινὸν ἂν εἴη, Σύρους μὲν τῶν ἰχθύων μὴ ἂν γεύσασθαι μηδὲ τούς Ἕβραίους συῶν, Φοινίκων τε τούς πολλούς καὶ Αἰγυπτίων βοῶν θηλειῶν, ἀλλὰ καὶ βασιλέων πολλῶν μεταβαλεῖν αὐτούς σπουδα- σάντων θάνατον ὑπομεῖναι μᾶλλον ἢ τὴν τοῦ νό- μου παράβασιν, ἡμᾶς δὲ τούς τῆς φύσεως νόμους καὶ τὰς θείας παραγγελίας φόβων ἕνεκα ἀνθρωπί- νων ἤ τινος βλασφημίας τῆς ἀπὸ τούτων αἱρεῖσθαι παραβαίνειν. ἡ μέγα ὁ θεῖος χορὸς σχετλιάσειεν ἂν θεῶν τε ὁμοῦ καὶ ἀνδρῶν θείων πρὸς ἀνθρώ- πων φαύλων δόξας ὁρῶν ἡμὰς κεχηνότας καὶ τὸν παρὰ τούτων φόβον ὑφορωμένους, οἵ καθʼ ἡμέραν μελέτην ἐν τῷ βίῳ τὸ ἀποθνήσκειν τοῖς ἄλλοις πε- ποιήμεθα.

  21. 3.1.1

    Ὡς μὲν οὔτε πρὸς σωφροσύνην καὶ λιτότητα οὕτε πρὸς εὐσέβειαν, αἳ μάλιστα πρὸς τὸν θεωρη- τικὸν συντελοῦσι βίον, ἡ τῶν ἐμψύχων βρῶσις συμ- βάλλεται, ἀλλὰ μᾶλλον ἐναντιοῦται, διὰ τῶν φθα- σάντων, ὦ Φίρμε Καστρίκιε, δυεῖν βιβλίων ἀπεδεί- ξαμεν. τῆς δὲ δικαιοσύνης τὸ κάλλιστον ἐν τῇ πρὸς τούς θεούς εὐσεβείᾳ κεκτημένης, ταύτης δὲ ὡς ἔνι μάλιστα διὰ τῆς ἀποχῆς συνισταμένης, οὐ δέος ἐστὶ περὶ τοῦ πρὸς ἀνθρώπους δικαίου, μή πῃ τοῦτο παραθραύσωμεν, τήν γε πρὸς τούς θεούς ὁσίαν δια- σώζοντες. Σωκράτης μὲν οὖν πρὸς τούς ἡδονὴν διαμ- φισβητοῦντας εἶναι τὸ τέλος, οὐδ᾿ ἂν πάντες, ἔφη, σύες καὶ τράγοι τούτῳ συναινῶσι, πεισθήσεσθαι ἐν τῷ ἥδεσθαι τὸ εὔδαιμον ἡμῶν κεῖσθαι, ἔστʼ ἂν νοῦς ἐν τοῖς πᾶσι κρατῇ· ἡμεῖς δέ, οὐδʼ ἂν πάντες λύκοι ἢ γῦπες τὴν κρεωφαγίαν δοκιμάζωσιν, οὐ συγχωρή- σομεν τούτοις δίκαια λέγειν, ἔστ᾿ ἂν ὁ ἄνθρωπος ἀβλαβὲς ᾖ φύσει καὶ ἀφεκτικὸν τοῦ διὰ τῆς ἄλλων βλάβης αὐτῷ τὰς ἡδονὰς πορίζεσθαι. ἐς οὖν τὸν περὶ τῆς δικαιοσύνης λόγον μεταβαίνοντες, ἐπείπερ ταύτην πρὸς τὰ ὅμοια δεῖν μόνα παρατείνειν εἰρή- κασιν οἱ ἀντιλέγοντες, καὶ διὰ τοῦτο τὰ ἄλογα δια- γράφουσι τῶν ζῴων, φέρε ἡμεῖς τὴν ἀληθῆ τε ὁμοῦ καὶ Πυθαγόρειον δόξαν παραστήσωμεν, πᾶσαν ψυχήν, ᾗ μέτεστιν αἰσθήσεως καὶ μνήμης, λογικὴν ἐπιδει- κνύντες· τούτου γὰρ ἀποδειχθέντος, εἰκότως καὶ κατὰ τούτους πρὸς πᾶν ζῷον τὸ δίκαιον παρατενοῦμεν. ἐροῦμεν δὲ τὰ παρὰ τοῖς παλαιοῖς συντόμως ἐπν- τέμνοντες.

  22. 3.2.1

    διττοῦ δὴ λόγου κατὰ τούς ἀπὸ τῆς στοᾶς ὄντος, τοῦ μὲν ἐνδιαθέτου, τοῦ δὲ προφο- ρικοῦ, καὶ πάλιν τοῦ μὲν κατωρθωμένου, τοῦ δὲ ἡμαρτημένου, ποτέρου ἀποστεροῦσι τὰ ζῷα διαρ- θρῶσαι προσῆκον. ἆρά γε τοῦ ὀρθοῦ μόνου, οὐχ ἀπλῶς δὲ τοῦ λόγου; ἢ παντελῶς παντὸς τοῦ τε ἔσω καὶ τοῦ ἔξω προϊόντος; ἐοίκασι δὴ τὴν παντελῆ στέρησιν αὐτῶν κατηγορεῖν, οὐ τὴν τοῦ κατωρθω- μένου μόνον. οὕτω γὰρ ἄν οὐκ ἄλογα, λογικὰ δὲ ἦν ἔτι τὰ ζῷα, καθάπερ σχεδὸν πάντες κατʼ αὐτούς οἱ ἄνθρωποι. σοφὸς μὲν γὰρ ἢ εἷς ἢ καὶ δύο κατʼ αὐτοὺς γεγόνασιν, ἐν οἷς μόνοις ὁ λόγος κατώρθω- ται, οἱ δὲ ἄλλοι φαῦλοι πάντες· κἂν οἱ μὲν ὦσι προκόπτοντες, οἱ δὲ χύσιν τῆς φαυλότητος ἔχοντες, εἰ καὶ πάντες ὁμοίως λογικοί· ὑπὸ δὲ τῆς φιλαυτίας προαγόμενοι ἄλογα φασὶν τὰ ζῷα ἐφεξῆς τὰ ἄλλα σύμπαντα, τὴν παντελῆ στέρησιν τοῦ λόγου διὰ τῆς ἀλογίας μηνύειν ἐθέλοντες· καίτοι εἰ χρὴ τἀλη- θὲς εἰπεῖν, οὐ μόνον ἀπλῶς ὁ λόγος ἐν πᾶσι τοῖς ζῴοις θεωρεῖται, ἐν πολλοῖς δὲ αὐτῶν καὶ ὑποβολὰς ἔχων πρὸς τὸ τέλειον.

  23. 3.3.1

    ἐπεὶ τοίνυν διττὸς ἦν, ὁ μὲν ἐν τῇ προφορᾷ, ὁ δὲ ἐν τῇ διαθέσει, ἀρξώμεθα πρότερον ἀπὸ τοῦ προφορικοῦ καὶ τοῦ κατὰ τὴν φωνὴν τεταγμένου. εἰ δὴ προφορικός ἐστι λόγος φωνὴ διὰ γλώττης σημαντικὴ τῶν ἔνδον καὶ κατὰ ψυχὴν παθῶν κοινοτάτη γὰρ ἡ ἀπόδοσις αὕτη καὶ αἱρέσεως οὐδέπω ἐχομένη, ἀλλὰ μόνον τῆς τοῦ λόγου ἐννοίας· τί τούτου ἄπεστι τῶν ζῴων ὅσα φθέγγεται; τί δὲ οὐχὶ καὶ ἃ πάσχει τι, πρότερον καὶ πρὶν εἰπεῖν ὅ μέλει, διενοήθη; λέγω δὲ διάνοιαν τὸ ἐν τῇ ψυχῇ κατὰ σιγὴν φωνούμενον. τοῦ τοίνυν ὑπὸ τῆς γλώττης φωνηθέντος, ὅπως ἂν καὶ φωνηθῇ, εἴτε βαρβάρως εἴτε Ἑλληνικῶς εἴτε κυνικῶς ἢ βοϊκῶς, λόγου γε ὄντος μέτοχα τὰ ζῷα τὰ φωνητικά, τῶν μὲν ἀνθρώπων κατὰ νόμους τούς ἀνθρωπείους φθεγγομένων, τῶν δὲ ζῴων κατὰ νόμους οὓς παρὰ τῶν θεῶν καὶ τῆς φύσεως εἴληχεν ἕκαστὸν. εἰ δὲ μὴ ἡμεῖς ξυνίεμεν, τί τοῦτο; οὐδὲ γὰρ τῆς Ἰνδῶν οἱ Ἕλληνες, οὐδὲ τῆς Σκυθῶν ἢ Θρᾳκῶν ἢ Σύρων οἱ ἐν τῇ Ἀττικῇ τραφέντες· ἀλλʼ ἴσα κλαγγῇ γερά- νων ὁ τῶν ἑτέρων τοῖς ἑτέροις ἦχος προσπίπτει. καίτοι ἐγγράμματος τοῖς ἑτέροις ἡ αὐτῶν καὶ ἔναρ- θρος, ὡς καὶ ἡμῖν ἡ ἡμετέρα· ἄναρθρος δὲ καὶ ἀγράμματος ἡ τῶν Σύρων φέρε εἰπεῖν ἢ τῶν Περ- σῶν; ὡς καὶ πᾶσιν ἡ τῶν ζῴων. καθάπερ γὰρ ἡμεῖς ψόφου μόνου ἀντιλαμβανόμεθα καὶ ἢχου, ἀξύνετοι ὄντες τῆς φέρε Σκυθῶν ὁμιλίας, καὶ κλαγ- γάζειν δοκοῦσι καὶ μηδὲν διαρθροῦν, ἀλλ᾿ ἐνὶ ψόφῳ χρῆσθαι μακροτέρῳ ἢ βραχυτέρῳ, τὸ παρηλλαγμέ- νον δὲ αὐτοῦ εἰς σημασίαν οὐδαμῶς προσπίπτει, ἐκείνοις δὲ εὐσύνετος ἡ φθέγξις καὶ πολύ τὸ διά- φορον ἔχουσα, καθάπερ ἡμῖν ἡ συνήθης· οὕτως καὶ ἐπὶ τῶν ζῴων ἡ ξύνεσις μὲν ἐκείνοις κατὰ γένος ἰδίως προσπίπτει, ἡμῖν δὲ ὁ ψόφος μόνος ἐξάκου- στος, τῆς σημασίας ἐκλειπούσης, διὰ τὸ μηδένα δι- δαχθέντα τὴν ἡμετέραν διδάξαι ἡμᾶς διὰ τῆς ἡμε- τέρας τὴν ἑρμηνείαν τῶν λεγομένων παρὰ τοῖς ζῴοις. καίτοι εἰ δεῖ πιστεύειν τοῖς παλαιοῖς καὶ τοῖς ἐφʼ ἡμῶν καὶ τῶν πατέρων γεγονόσιν, εἰσὶν οἳ λέγον- ται ἐπακοῦσαι καὶ σύνεσιν ἔχειν τῆς τῶν ζῴων φθέγξεως· ὡς ἐπὶ μὲν τῶν παλαιῶν ὁ Μελάμπους καὶ ὁ Τειρεσίας καὶ οἱ τοιοῦτοι, οὐ πρὸ πολλοῦ δὲ Ἀπολλώνιος ὁ Τυανεύς, ἐφʼ οὐ καὶ λέγεται, ὅτι τοῖς ἑταίροις συνόντος, χελιδόνος ἐπιπτάσης καὶ φθεγγομένης, εἶπεν ὅτι μηνύει ἡ χελιδών ταῖς ἄλ- λαις ὄνον πρὸ τοῦ ἄστεως πεπτωκέναι σίτου βαστά- ζοντα φορτίον, ὅ δὴ κεχύσθαι εἰς τὴν γῆν τοῦ ἀχθοφοροῦντος πεπτωκότος. ἑταῖρος δὲ ἡμῶν ἐξη- γεῖτό τις, οἰκέτου εὐτυχῆσαι παιδός, ὃς πάντα ξυνίει τὰ φθέγματα τῶν ὀρνίθων, καὶ ἦν πάντα μαντικὰ καὶ τοῦ μετʼ ὀλίγον μέλλοντος ἀγγελτικά· ἀφαιρεθῆναι δὲ τὴν σύνεσιν, τῆς μητρὸς εὐλαβη- θείσης μὴ δῶρον αὐτὸν βασιλεῖ πέμψειεν, καὶ καθεύ- δοντος εἰς τὰ ὦτα ἐνουρησάσης.

  24. 3.4.1

    ἀλλʼ ἳνα ταῦτα παρῶμεν διὰ τὸ ξύμφυτον ἡμῖν πάθος τῆς ἀπιστίας, ἀλλὰ τῶν γε ἐθνῶν τινὰ εἰς ἔτι καὶ νῦν ὅπως ξυγ- γένειαν ἔχει πρός τινων ζῴων σύνεσιν τῆς φθέγ- ξεως, οὐδεὶς οἶμαι ἠγνόηκεν. Ἄραβες μὲν κοράκων ἀκούουσιν, Τυρρηνοὶ δʼ ἀετῶν τάχα δʼ ἂν καὶ ἡμεῖς καὶ πάντες ἄνθρωποι συνετοὶ ἦμεν πάντων τῶν ζῴων, εἰ καὶ ἡμῶν τὰ ὦτα δράκων ἔνιψε. δη- λοῖ γε μὴν καὶ τὸ ποικίλον καὶ. διάφορον τῆς φθέγ- ξεως αὐτῶν τὸ σημαντικόν. ἄλλως γοῦν ἀκούεται ὅταν φοβῆται φθεγγόμενα, ἄλλως ὅταν καλῇ, ἄλ- λως ὅταν εἰς τροφὴν παρακαλῇ, ἄλλως ὅταν φιλο- φρονῆται, ἄλλως ὅταν προκαλῆται εἰς μάχην· καὶ τοσοῦτόν ἐστι τὸ διάφορον, ὡς καὶ σφόδρα δυσπα- ρατήρητον τὴν παραλλαγὴν εἶναι διὰ τὸ πλῆθος καὶ τοῖς τὸν βίον εἰς τούτων τήρησιν καταθεμένοις. κορώνης γοῦν καὶ κόρακος οἰωνισταὶ ἄχρι τινὸς πλήθους τὸ διάφορον σημειωσάμενοι, τὸ λοιπὸν εἴασαν, ὡς οὐκ ὄν ἀνθρώπῳ εὐπερίληπτον. ὅταν. δὲ πρὸς ἄλληλα φθέγγηται φανερά τε καὶ εὔσημα, εἰ καὶ μὴ πᾶσιν ἡμῖν γνώριμα, φαίνηται δὲ καὶ ἡμὰς μιμούμενα καὶ τὴν Ἐλλάδα γλῶτταν ἐκμαν- θάνοντα καὶ συνιέντα τῶν ἐφεστώτων, τίς οὕτως ἀναιδὴς ὡς μὴ συγχωρεῖν εἶναι λογικά, διότι αὐτὸς οὐ συνίησιν ὧν λέγουσιν; κόρακες γοῦν καὶ κίτται ἐριθακοί τε καὶ ψιττακοὶ ἀνθρώπους μιμοῦνται καὶ μέμνηνται ὧν ἂν ἀκούσωσιν καὶ διδασκόμενοι ὑπα- κούουσι τῷ διδάσκοντι, καὶ πολλοί γε ἐμήνυσαν διʼ ὧν ἐδιδάχθησαν καὶ τοὺς ἁμαρτάνοντας κατὰ τὸν οἶκον. ἡ δʼ Ἰνδικὴ ὕαινα, ἣν κοροκότταν οἱ ἐπιχώριοι καλοῦσι, καὶ ἄνευ διδασκάλου οὕτω φθέγ- γεται ἀνθρωπικῶς, ὡς καὶ ἐπιφοιτᾶν ταῖς οἰκίαις καὶ καλεῖν ὅν ἂν ἴδῃ εὐχείρωτον αὐτῇ, καὶ μιμεῖ- ταί γε τοῦ φιλτάτου καὶ ᾧ ἄν πάντως ὑπακούσειεν ὁ κληθεὶς τὸ φθέγμα· ὡς καίπερ εἰδότας τοὺς Ἰν- δούς διὰ τῆς ὁμοιότητος ἐξαπατᾶσθαι καὶ ἀναλί- σκεσθαι ἐξιόντας τε καὶ πρὸς τὸ φθέγμα ὑπακούον- τας. εἰ δὲ μὴ πάντα μιμεῖται, μηδὲ πάντα εὐμαθῆ τῆς ἡμετέρας, τί τοῦτο; οὐδὲ γὰρ ἄνθρωπος πᾶς εὐμαθὴς ἢ μιμητικὸς οὐχ ὅτι τῆς τῶν ζῴων, ἀλλʼ οὐδὲ πέντε που διαλέκτων τῶν παρʼ ἀνθρώποις. τινὰ δὲ καὶ τῷ μὴ διδάσκεσθαι ἴσως οὐ φθέγγεται ἢ καὶ τῷ ὑπὸ τῶν ὀργάνων τῶν τῆς φωνῆς ἐμπο- δίζεσθαι. ἡμεῖς γοῦν, κατὰ Καρχηδόνα πέρδικος ἐπιπτάντος ἡμέρου, τρέφοντες τοῦτον, τοῦ χρόνου προϊόντος καὶ τῆς συνηθείας εἰς πολλὴν ἡμερότητα αὐτὸν μεταβαλούσης, οὐ μόνον σαίνοντος καὶ θερα- πεύοντος ᾐσθόμεθα καὶ προσπαίζοντος, ἀλλʼ ἤδη καὶ ἀντιφθεγγομένου πρὸς τὸ ἡμέτερον φθέγμα καὶ καθʼ ὅσον ἦν δυνατὸν ἀποκρινομένου, ἀλλοίως ἢ καλεῖν ἀλλήλους εἰώθασιν οἱ πέρδικες. οὔκουν σιω- πῶντος, φθεγξαμένου δʼ ἀντεφθέγξατο μόνον.

  25. 3.5.1

    ἱστο- ρεῖται δὲ καὶ τῶν ἀφθόγγων τινὰ οὕτως ἑτοίμως ὑπακούειν τοῖς δεσπόταις, ὡς οὐκ ἂν ἄνθρωπος τῶν συνήθων. ἡ γοῦν Κράσσου τοῦ Ῥωμαῖκοῦ μύραινα ὀνομαστὶ καλουμένη προσῄει τῷ Κράσσῳ, ὅν καὶ οὕτως διέθηκεν, ὡς πενθῆσαι ἀποθανοῦσαν, τριῶν τέκνων ἀποβολὴν πρότερον μετρίως ἐνεγκόντα. καὶ ἐγχέλεις δὲ πολλοὶ ἱστόρησαν τὰς ἐν Ἀρεθούσῃ καὶ σαπέρδας τούς περὶ Μαίανδρον ὑπακούοντας τοῖς καλοῦσιν. οὐκοῦν φαντασία ἡ αὐτὴ τῇ τοῦ λέγον- τος, ἐάν τε ἐπὶ γλῶτταν ἐξικνῆται, ἐάν τε μή. πῶς οὖν οὐκ ἄγνωμον μόνην λόγον τὴν ἀνθρώπου φω- νὴν λέγειν, ὅτι ἡμῖν ξυνετή, τὴν δὲ τῶν ἄλλων ζῴων παραιτεῖσθαι; ὅμοιον γὰρ ὡς εἰ κόρακες τὴν σφῶν μόνην ἠξίουν εἶναι φωνήν, ἡμᾶς δʼ εἶναι ἀλόγους, διότι οὐκ αὐτοῖς εὔσημα φθεγγόμεθα ἢ οἱ Ἀττικοὶ εἰ μόνην τὴν Ἀτθίδα ἔλεγον φωνήν, τούς δὲ ἄλλους ἀλόγους ἡγοῦντο τούς λέξεως Ἀττικῆς ἀμοιροῦντας. καίτοι θᾶττον ἂν κόρακος ξύνεσιν λάβοι ὁ Ἀττικὸς ἢ Σύρου ἢ Πέρσου συρί- ζοντος καὶ περσίζοντος. ἀλλὰ μήποτε ἄτοπον ἐκ τῆς εὐσυνέτου φθέγξεως ἢ μὴ ἢ τῆς σιγῆς καὶ φω- νῆς τὸ λογικὸν κρίνειν καὶ τὸ ἄλογον. οὕτως γὰρ καὶ τὸν ἐπὶ πᾶσι θεὸν καὶ τούς ἄλλους τῷ μὴ φθέγ- γεσθαι φαίη ἄν τις μὴ εἶναι λογικούς. ἀλλʼ οἵ γε θεοὶ σιγῶντες μηνύουσι, καὶ συνιᾶσιναὐ τῶν ὄρνιθες θᾶττον ἢ ἄνθρωποι καὶ συνέντες ἀπαγγέλλουσιν ὡς δύνανται καὶ τοῖς ἀνθρώποις εἰσὶ κήρυκες ἄλλοι ἄλλων θεῶν· Διὸς μὲν ἀετός, Ἀπόλλωνος δὲ ἱέραξ καὶ κόραξ, Ἥρας δὲ πελαργός, Ἀθηνᾶς δὲ οὖ κρέξ τε καὶ γλαῦξ, ὡς Δήμητρος γέρανος καὶ ἄλλων ἄλλοι. καὶ μὴν καὶ ἡμῶν οἱ παρατηροῦντες καὶ οἱ σύντροφοι γιγνώσκουσιν αὐτῶν τὰ φθέγματα. ὁ γοῦν κυνηγέτης ἀπὸ τῆς ὑποκρίσεως ᾔσθετο τοῦ κυνὸς ὑλακτοῦντος νῦν μὲν ὅτι ζητεῖ τὸν λαγών, νῦν δὲ ὅτι εὗρεν, νῦν δὲ ὅτι διώκει, νῦν δὲ ὅτι ἔλαβεν, καὶ πλανωμένου ὅτι πλανᾶται. καὶ ὁ βου- κόλος οἶδεν ὅτι ἡ βοῦς πεινῇ ἢ διψῇ ἢ κέκμηκεν ὀργὰ ἢ τὸν μόσχον ζητεῖ· καὶ λέων βρυχώμενος δηλοῖ ὅτι ἀπειλεῖ, καὶ λύκος ὠρυόμενος ὅτι κακῶς πράσσει, καὶ οἶς βληχώμεναι οὐκ ἔλαθον τὸν ποι- μένα ὅτου δέονται.

  26. 3.6.1

    οὐ τοίνυν οὐδὲ ἐκεῖνα ἔλαθεν ἡ τῶν ἀνθρώπων φωνή, οὐκ ὀργιζομένων, οὐ φιλο- φρονουμένων, οὐ καλούντων, οὐχ ἡ διώκουσα, οὐχ ἡ αἰτοῦσα, οὐχ ἡ διδοῦσα, οὐδὲ μία ἀπλῶς, ἀλλὰ πάσαις οἰκείως ὑπήκουσαν. ὅπερ ἀδύνατον ποιεῖν μὴ τοῦ ὁμοίου τῇ συνέσει τῷ ὁμοίῳ ἐνεργοῦντος. σωφρονίζονται δὲ καὶ μέλεσιν καὶ ἥμεροι ἐξ ἀγρίων γίγνονται ἔλαφοι καὶ ταῦροι καὶ ἕτερα ζῷα. δια- λεκτικῆς μὲν γὰρ αὐτοὶ φασὶν οἱ τὸ ἄλογον αὐτῶν καταψηφιζόμενοι ἐπαΐειν τούς κύνας, κεχρῆσθαί τε τῷ θεὰ πλειόνων διεζευγμένῳ ἰχνεύοντας, ὅταν εἰς τριόδους ἀφίκωνται. ἤτοι γὰρ ταύτην ἢ ἐκείνην ἢ τὴν ἑτέραν ἀπεληλυθέναι τὸ θηρίον οὔτε δὲ ταύτην, οὔτε ταύτην· ταύτην ἄρα, καθʼ ὓν λοιπὸν καὶ διώκειν. ἀλλʼ ἕτοιμον λέγειν φύσει ταῦτα ποιεῖν ὅ τι μηδεὶς αὐτὰ ἐξεδίδαξεν, ὡς δὴ καὶ ἡμῶν τὸν λόγον οὐ φύσει κεκληρωμένων, εἰ καί τινα τίθεμεν τῶν ὀνομάτων αὐτοὶ διὰ τὸ καὶ πρὸς τοῦτο ἐπιτηδείως ἔχειν κατὰ φύσιν. εἰ μέντοι πιστεύειν δεῖ Ἀριστοτέλει, καὶ διδάσκοντα ὤφθη οὐ μόνον τῶν ἄλλων τι ποιεῖν τὰ τέκνα τὰ ζῷα, ἀλλὰ καὶ φθέγγεσθαι, ὡς ἀηδὼν τὸν νεοττὸν ᾄδειν. καὶ ὡς αὐτός γε φησίν, πολλὰ μὲν παρʼ ἀλλήλων μανθάνει ζῷα, πολλὰ δὲ καὶ παρʼ ἀνθρώπων, καὶ πᾶς αὐτῷ ἀληθεύοντι μαρτυρεῖ, πᾶς μὲν πωλοδάμνης, πᾶς δὲ ἱπποκόμος τε καὶ ἱππεὺς καὶ ἡνίοχος, πᾶς δὲ κυνηγέτης τε καὶ ἐλε- φαντιστὴς καὶ βουκόλος καὶ οἱ τῶν θηρίων διδά- σκαλοι οἵ τε τῶν ὀρνίθων πάντες. ἀλλʼ ὁ μὲν εὐγνώμων καὶ ἐκ τούτων μεταδίδωσι συνέσεως τοῖς ζῴοις, ὁ δὲ ἀγνώμων καὶ ἀνιστόρητος αὐτῶν φέρε- ται συνεργῶν αὐτοῦ τῇ εἰς αὐτὰ πλεονεξίᾳ. καὶ πῶς γὰρ οὐκ ἔμελλεν κακολογήσειν καὶ διαβαλεῖν ἃ κατακόπτειν ὡς λίθον προῄρηται; ἀλλʼ Ἀριστο- τέλης γε καὶ Πλάτων Ἐμπεδοκλῆς τε καὶ Πυθαγό- ρας Δημόκριτός τε καὶ ὅσοι ἐφρόντισαν τὴν ἀλή- θειαν περὶ αὐτῶν ἑλεῖν, ἔγνωσαν τὸ μετέχον τοῦ λόγου.

  27. 3.7.1

    δεικτέον δὲ καὶ τὸν ἐντὸς αὐτῶν καὶ ἐν- διάθετον. φαίνεται δὲ ἡ παραλλαγή, ὡς φησί που καὶ Ἀριστοτέλης, οὐκ οὐσίᾳ διαλλάττουσα, ἀλλʼ ἐν τῷ μᾶλλον καὶ ἧττον θεωρουμένη· καθάπερ πολλοὶ οἴονται καὶ τὴν θεῶν πρὸς ἡμὰς ἐξηλλάχθαι, οὐ κατʼ οὐσίαν οὔσης τῆς διαφορὰς ταύτης, ἀλλὰ κατὰ τὸ ἀκριβὲς ἢ μὴ τοῦ λόγου. καὶ ὅτι μὲν ἄχρι γε αἰ- σθήσεως τῆς τε ἄλλης ὀργανώσεως τῆς τε κατὰ τὰ αἰ- σθητήρια καὶ τῆς κατὰ σάρκα ὁμοίως ἡμῖν διάκειται, πᾶς σχεδὸν συγκεχώρηκεν. καὶ γὰρ οὐ μόνον τῶν κατὰ φύσιν παθῶν τε καὶ κινημάτων τῶν διὰ τού- των ὁμοίως ἡμῖν κεκοινώνηκεν, ἀλλʼ ἤδη καὶ τῶν παρὰ φύσιν καὶ νοσωδῶν ἐν αὐτοῖς θεωρουμένων. οὐκ ἂν δέ τις εὖ φρονῶν διὰ τὸ ἐξηλλαγμένον τῆς ἕξεως τοῦ σώματος ἄδεκτα λογικῆς εἴποι διαθέσεως, ὁρῶν καὶ ἐπʼ ἀνθρώπων πολλὴν τὴν παραλλαγὴν τῆς ἕξεως κατά τε γένη καὶ ἔθνη, καὶ ὅμως λογι- κούς συγχωρῶν πάντας. ὄνος μέν γε κατάρρῳ ἁλίσκεται, κἂν εἰς πνεύμονα αὐτῷ ῥυῇ τὸ νόσημα, ἀποθνήσκει ὥσπερ ἄνθρωπος· ἵππος δὲ καὶ ἔμπυος γίνεται καὶ φθίνει, ὥσπερ ἄνθρωπος, καὶ τέτανος λαμβάνει ἵππον καὶ ποδάγρα καὶ πυρετὸς καὶ λύσσα, ὁπότε καὶ κατωπιᾶν λέγεται. καὶ ἡ κύουσα ἵππος, ἐπειδὰν ὀσφρήσηται λύχνου ἀπεσβεσμένου, ἀμβλί- σκει ὡς ἄνθρωπος. πυρέττει δὲ καὶ βοῦς καὶ μαίνεται, καθάπερ καὶ ὁ κάμηλος. κορώνη δὲ ψωριᾷ καὶ λεπριᾷ, ὡς καὶ κύων οὗτος μέν γε καὶ ποδαγριᾷ καὶ λυσσᾷ. ὗς δὲ βραγχᾷ, καὶ ἔτι μᾶλ- λον κύων, καὶ τὸ πάθος ἐν ἀνθρώπῳ ἀπὸ τοῦ κυνὸς κυνάγχη κέκληται. καὶ ταῦτα μὲν γνώριμεα, ἐπεὶ σύννομα ταῦτα ἡμῖν τὰ ζῷα, τῶν δὲ ἄλλων ἐσμὲν ἄπειροι διὰ τὸ ἀσύνηθες. καὶ εὐνουχιζόμενα δὲ μαλακίζεται· οἱ μέν γε ἀλεκτρυόνες οὐδὲ ᾄδου- σιν ἔτι, ἀλλὰ τὴν φωνὴν ἐπὶ τὸ θῆλυ μεταβάλ- λουσιν ὥσπερ ἄνθρωποι, βοός τε κέρατα καὶ φω- νὴν οὐκ ἔστι διαγνῶναι τομίου καὶ θήλεος· οἱ δὲ ἔλαφοι οὐκ ἔτι ἀποβάλλουσι τὰ κέρατα, ἀλλὰ συνέ- χουσιν, ὡς εὐνοῦχοι τὰς τρίχας, μὴ ἔχοντες δὲ οὐ φύουσιν, ὥσπερ οἱ πρὶν πώγωνα φῦσαι ἐκτμηθέν- τες. οὕτως σχεδὸν ἀπάντων τὰ σώματα ὁμοίως τοῖς ἡμετέροις κατὰ τὰ πάθη.

  28. 3.8.1

    τά γε μὴν τῆς ψυ- χῆς πάθη ὅρα εἰ μὴ πάντα ὅμοια· καὶ πρῶτά γε τὴν αἴσθησιν. οὐ γὰρ δὴ ἀνθρώπου μὲν ἡ γεῦσις χυ- μῶν, ἡ δὲ ὄψψις χροιῶν, ἢ ὀσμῶν ἡ ὄσφρησις ἀντι- λαμβάνεται, ἢ ψόφων ἡ ἀκοή, ἢ θερμῶν ἢ ψυχρῶν ἡ ἀρὴ ἢ τῶν ἄλλων ἁπτῶν, οὐχὶ δὲ καὶ τῶν ζῴων ἀπάντων ὁμοίως. οὐδὲ ταύτης μὲν ἀφῄρηται τὰ ζῷα διὰ τὸ μὴ εἶναι ἄνθρωποι, λογικῆς δὲ ἀμοι- ροῦσι διὰ τοῦτο· ἐπεὶ οὕτω γε καὶ οἱ θεοὶ διὰ τὸ μὴ εἶναι ἄνθρωποι λογικῆς στερήσονται, ἢ ἡμεῖς, εἴπερ οἱ θεοὶ λογικοί αἰσθήσεως μέν γε καὶ πλεο- νεκτεῖν ἔοικεν μᾶλλον τὰ ζῷα. τίς μὲν γὰρ ἀνθρώ- πων τοσοῦτον βλέπει (οὐδὲ γὰρ ὁ μυθευόμενος Λυγκεὺς) ὅσον ὁ δράκων; ὅθεν καὶ τὸ βλέπειν δρακεῖν λέγουσιν οὁ ποιηταί. τὸν δὲ ἀετὸν “καὶ ὑψόθ᾿ ἐόντα οὐκ ἔλαθε πτώξ.” τίς δὲ ὀξυηκοώτε- ρος γεράνων, αἳ ἀπὸ τοσούτων ἀκούουσιν ὅπως οὐδὲ ἀνθρώπων τις ὁρᾷ. τῇ μὲν γὰρ ὀσφρήσει τοσούτῳ πλεονεκτεῖ σχεδὸν πάντα τὰ ζῴα, ὡς ἐκεί- νοις προσπίπτειν τὰ ἡμὰς λανθάνοντα, καὶ κατὰ γένος ἐπιγινώσκειν ἕκαστον ἤδη καὶ ἐξ ἴχνους ὀσφραινόμενα. οἱ δὲ ἄνθρωποι ἡγεμόσι κυσὶ χρῶν- ται, οἷ δεῖ ἐλθεῖν ἐπὶ σύν ἢ ἔλαφον· καὶ ἡμῶν μὲν ὀψὲ ἡ τοῦ ἀέρος κατάστασις ἅπτεται, τῶν δὲ ἄλλων ζῴων εὐθύς, ὡς τούτοις τεκμηρίοις χρῆσθαι τοῦ μέλλοντος. τὴν δὲ τῶν χυμῶν διάκρισιν οὕτως οἶδεν, ὡς ἐξακριβοῦν καὶ τὰ νοσερὰ καὶ τὰ ὑγιεινὰ καὶ τὰ δηλητήρια, ὡς οὐδὲ ἀνθρώπων οἱ ἰατροί. φρονιμώτερα δὲ φησὶν ὁ Ἀριστοτέλης εἶναι τὰ εὐαισθητότερα. σωμάτων δὲ πρααλλαγαὶ εὐπαθῆ μὲν ἤ δυσπαθῆ ποιῆσαι δύνανται, καὶ μᾶλλον καὶ ἧττον πρόχειρον ἔχειν τὸν λόγον, κατʼ οὐσίαν δὲ τὴν ψυχὴν ἐξαλλάττειν οὐ δύνανται, ὅπου γε οὐδὲ τὰς αἰσθήσεις οὐδὲ τὰ πάθη ἔτρεψαν, οὐδὲ τέλεον ἐκβεβηκυίας ἐποίησαν. ἐν οὖν τῷ μᾶλλον καὶ ἧτ- τον ἡ διαφορὰ συγχωρείσθω, οὐκ ἐν τῇ τελείᾳ στερήσει· οὐδʼ ἐν τῷ καθάπαξ τὸ μὲν ἔχειν, τὸ δὲ μή· ἀλλʼ ὡς ἐν ἑνὶ γένει τὸ μὲν ὑγιεινότερον σῶμά ἐστιν, τὸ δὲ ἧττον, καὶ ἐπὶ νόσου ὁμοίως πολύ τὸ διάφορον, ἔν τε εὐφυΐαις καὶ ἀφυίαις, οὕτω καὶ ἐν ψυχαῖς ἡ μὲν ἀγαθή, ἡ δὲ φαύλη καὶ τῆς φαύλης ἡ μὲν μᾶλλον, ἡ δὲ ἧττον· καὶ τῶν ἀγαθῶν οὐχ ἡ αὐτὴ ἰσότης, οὐδὲ ὁμοίως Σωκράτης ἀγαθὸς καὶ Ἀριστοτέ- λης καὶ Πλάτων, οὐδʼ ἐν ὁμοδόξοις ἡ ταὐτότης. οὐ τοίνυν οὐδʼ εἰ μᾶλλον ἡμεῖς νοοῦμεν ἢ τὰ ζῷα, διὰ τοῦτο ἀφαιρετέον τῶν ζῴων τὸ νοεῖν, ὥσπερ οὐδὲ τὸ πέτεσθαιτούς πέρδικας, ὅτι μᾶλλον αὐτῶν οἱ ἱέρακες πέτονται οὐδὲ τούς ἄλλους ἱέρακας, ὅτι καὶ τούτων καὶ τῶν ἄλλων ἀπάντων ὁ φασσοφόνος. συμπάσχειν μὲν οὖν δοίη ἄν τις ψυχὴν σώματι καὶ πάσχειν τι πρὸς αὐτοῦ εὖ ἢ κακῶς διακειμένου, μεταβάλλειν δὲ τὴν αὐτῆς φύσιν οὐδαμῶς. εἰ δὲ συμπάσχει μόνον καὶ χρῆται αὐτῷ ὡς ὀργάνῳ, δράσειε μὲν ἂν διʼ αὐτοῦ πολλά, ἀλλοίως ὠργανωμένου ἢ ὡς ἡμῖν, ὧν ἡμεῖς δρᾶν ἀδύνατοι, καὶ συμπάθοι ἄν πως διακειμένου, οὐ μέντοι τὴν αὐτῆς ἐξαλλάξειε φύσιν.

  29. 3.9.1

    ὅτι τοίνυν καὶ λογικὴ ἐν αὐτοῖς ἔστιν καὶ οὐκ ἀφῄρηται φρο- νήσεως ἐπιδεικτέον. πρῶτον μὲν ἕκαστον οἶδεν, εἴτε ἀσθενές ἐστιν εἴτε ἰσχυρόν, καὶ τὰ μὲν φυλάτ- τεται, τοῖς δὲ χρῆται, ὡς πάρδαλις μὲν ὀδοῦσιν, ὄνυξι δὲ λέων καὶ ὀδοῦσιν, ἵππος δὲ ὁπλῇ καὶ βοῦς κέρασιν, καὶ ἀλεκτρυών μὲν πλήκτρῳ, σκορπίος δὲ κέντρῳ· οἱ δʼ ἐν Αἰγύπτῳ ὄφεις πτύσματι (ὅθεν καὶ πτυάδες καλοῦνται) ἐκτυφλοῦσι τὰς ὄψεις τῶν ἐπιόν- των, ἄλλο δὲ ἄλλῳ χρῆται, σῶζον ἑαυτὸ ἕκαστον. πάλιν τὰ μὲν ἐκποδὼν νέμεται τῶν ἀνθρώπων, ὅσα ἰσχυρά· τὰ δὲ ἀγεννῆ ἐκποδών μὲν τῶν ἐσχυροτέ- ρων θηρίων, τοὔμπαλιν δὲ μετὰ τῶν ἀνθρώπων· καὶ ἢ πορρωτέρω μέν, ὡς στρουθοὶ ἐν ὀροφαῖς καὶ χελιδόνες, ἢ καὶ συνανθρωποῦντα, ὡς οἱ κύνες. ἀμείβει δὲ καὶ τόπους κατὰ τὰς ὥρας, καὶ πᾶν ὅσον τὸ πρὸς τὸ συμφέρον οἶδεν. ὁμοίως δʼ ἄν τις καὶ ἐπὶ ἰχθύων ἴδοι τὸν τοιοῦτον λογισμὸν καὶ ἐπʼ ὀρ- νίθων. ἃ δὴ ἐπὶ πλέον συνῆκται τοῖς παλαιοῖς ἐν τοῖς περὶ ζῴων φρονήσεως, τοῦ ταῦτα πολυπραγ- μονήσαντος ἐπὶ πλέον Ἀριστοτέλους λέγοντος πᾶσι τοῖς ζῴοις μεμηχανῆσθαι πρὸς τὸν βίον καὶ σωτη- ρίαν αὐτῶν τὴν οἴκησιν.

  30. 3.10.1

    ὁ δὲ φύσει λέγων αὐτοῖς προσεῖναι ταῦτα ἀγνοεῖ λέγων ὅτι φύσει ἐστὶ λογικά, ἦ ὡς τοῦ λόγου μὴ φύσει ἐν ἡμῖν συνισταμένου, καὶ τῆς τελειώσεως μὴ καθὸ πεφύκαμεν τὴν αὔξη- σιν λαμβανούσης. τὸ μέν γε θεῖον οὐδὲ διὰ μαθήσεως λογικὸν γέγονεν· οὐ γὰρ ἦν ὅτε ἦν ἄλογον, ἀλλʼ ἅμα τε ἦν καὶ λογικὸν ἦν, καὶ οὐ κεκώλυται εἶναι λογικόν, ὅτι οὐ διὰ διδασκαλίας ἀνέλαβε τὸν λό- γον. καίτοι ἐπὶ τῶν ἄλλων ζῴων, καθάπερ ἐπὶ τῶν ἀνθρώπων, τὰ μὲν ἐν αὐτοῖς ἡ φύσις ἐδίδαξεν, τὰ δὲ ἤδη παρέσχε καὶ ἡ μάθησις διδάσκονται δὲ τὰ μὲν ὑπʼ ἀλλήλων, τὰ δέ, ὡς ἔφαμεν, ὑπὸ ἀν- θρώπων. καὶ ἔχει γε μνήμην, ἥπερ εἰς ἀνάληψιν λογισμοῦ καὶ φρονήσεως ἐτύγχανεν οὖσα κυριω- τάτη. εἰσὶ δὲ καὶ κακίαι ἄφθονοι ἐν αὐτοῖς, εἰ καὶ μὴ οὕτω κέχυνται ὥσπερ ἐν ἀνθρώποις· ἔστιν γὰρ αὐτῶν ἡ κακία κουφοτέρα τῆς ἀνθρώπων. αὐτίκα ἀνὴρ μὲν οἰκοδόμος οἰκίας θεμέλια οὐκ ἂν καταβάλοιτο μὴ νήφων, οὐδὲ ναυπηγὸς νεὼς τρό- πιν μὴ ὑγιαίνων, οὐδὲ γεωργὸς ἄμπελον φυτεύσαι μὴ πρὸς τοῦτο τὸν νοῦν ἔχων· παιδοποιοῦνται δὲ σχεδὸν πάντες μεθύοντες. ἀλλʼ οὐ τά γε ζῷα· ζωογονεῖ δὲ τέκνων ἕνεκα, καὶ τὰ πλεῖστα, ὅταν ἐγκύμονα ποιήσῃ τὴν θήλειαν, οὔτε αὐτὰ ἐπιβαίνειν ἐπιχειρεῖ, οὔτε τὸ θῆλυ ἀνέχεται. ἡ δὲ ὕβρις ὅση ἐν τούτοις ἡ ἀνθρώπειος καὶ ἀκολασία δήλη. οἶδεν δὲ ἐπὶ τῶν ζῴων τὰς ὠδῖνας ὁ σύνοικος, καὶ συνω- δίνει γε τὰ πολλά, ὥσπερ καὶ ἀλεκτρυόνες· τὰ δὲ καὶ συνεκλέπει, ὡς ταῖς περιστεραῖς οἱ ἄρρενες· καὶ τόπου προνοεῖ, οὗ μέλλουσι τίκτειν. καὶ γεν- νῆσαν ἕκαστον ἐκκαθαίρει τὸ γεννώμενον καὶ ἑαυτό. παρατηρήσας δʼ ἄν τις κατίδοι καὶ σύν τάξει ἰόντα πάντα καὶ διαπαντῶντα μετὰ τού σαίνειν τῷ τρέ- φοντι καὶ ἐπιγιγνώσκειν τὸν δεσπότην καὶ μηνύειν τὸν ἐπίβουλον.

  31. 3.11.1

    τὰ δὲ συναγελαστικὰ ὅπως τηρεῖ τὸ δίκαιον τὸ πρὸς ἄλληλα, τίς ἀγνοεῖ; τοῦτο μὲν μυρμήκων ἕκαστον, τοῦτο δὲ καὶ μελιττῶν καὶ τῶν ὁμοίων. τίς δὲ σωφροσύνης φαττῶν πρὸς τούς συνοίκους, αἳ καὶ μοιχευθεῖσαι ἀναιροῦσιν εἰ λάβοιεν τὸν μοιχεύσαντα, ἢ τῆς τῶν πελαρ- γῶν δικαιοσύνης πρὸς τοὺς τεκόντας ἀνήκοος; ἐξέχει γὰρ ἐν ἑκάστῳ ἰδία τις ἀρετὴ πρὸς ἣν πε- φυσίωται, οὔτε τῆς φύσεως οὔτε τοῦ βεβαίου διὰ τοῦτο ἀφαιρουμένου αὐτῶν τὸ λογικόν· ἐκεῖνο γὰρ ἐλέγχειν δεῖ, εἰ μὴ τὰ ἔργα ἀρετῶν καὶ λογικῆς ἐντρεχείας οἰκεῖα. εἰ δὲ μὴ συνίεμεν πῶς πράττε- ται διὰ τὸ μὴ εἰσδύνειν αὐτῶν εἰς τὸν λογισμὸν δύνασθαι, οὐ μέντοι διὰ τοῦτο ἀλογίαν αὐτῶν κατη- γορήσομεν. οὐδὲ γὰρ θεοῦ τις εἰς τὸν νοῦν δια- δύναι δύναται· ἐκ δὲ τῶν ἔργων τοῦ θεοῦ συνῃνέ- σαμεν τοῖς νοερὸν καὶ λογικὸν αὐτὸν ἀποφηναμέ- νοις.

  32. 3.12.1

    θαυμάσειε δʼ ἄν τις τούς τὴν δικαιοσύνην ἐκ τοῦ λογικοῦ συνιστάντας καὶ τὰ μὴ κοινωνοῦντα τῶν ζῴων ἄγρια καὶ ἄδικα λέγοντας, μηκέτι δὲ ἄχρι τῶν κοινωνούντων τὴν δικαιοσύνην ἐκτείνον- τας. καθάπερ γὰρ ἐπὶ τῶν ἀνθρώπων οἴχεται τὸ ζῆν ἀρθείσης τῆς κοινωνίας, οὕτω κἀκείνοις. ὄρ- νιθες γοῦν καὶ κύνες καὶ πολλὰ τῶν τετραπόδων, οἷον αἶγες, ἵπποι, πρόβατα, ὄνοι, ἡμίονοι, τῆς μετὰ ἀνθρώπων κοινωνίας ἀφαιρεθέντα ἔρρει. καὶ ἡ δημιουργήσασα αὐτὰ φύσις ἐν χρείᾳ τῶν ἀνθρώ- πων κατέστησεν τούς τε ἀνθρώπους εἰς τὸ χρῄζειν αὐτῶν, τὸ δίκαιον ἔμφυτον αὐτοῖς τε πρὸς ἡμᾶς καὶ ἡμῖν πρὸς αὐτὰ κατασκευάσασα. εἰ δέ τινα πρὸς ἀνθρώπους ἀγριαίνει, θαυμαστὸν οὐδέν ἀλη- θὲς γὰρ ἦν τὸ τοῦ Ἀριστοτέλους, ὡς ἀφθονίαν εἰ τῆς τροφῆς πάντα ἐκέκτητο, οὔτʼ ἂν πρὸς ἄλληλα οὔτε πρὸς ἀνθρώπους ἔσχεν ἂν ἀγρίως· ταύτης γὰρ χάριν, καίτοι ἀναγκαίας καὶ εὐτελοῦς οὔσης, αἵ τε ἔχθραι καὶ αἰ φιλίαι αὐτοῖς, καὶ τοῦ τόπου ἕνεκα. ἄνθρωποι δὲ εἰ οὕτως εἰς στενὸν κομιδῇ κατεκέ- κλειντο ὡς τὰ ζῷα, πόσῳ ἂν 'ἀγριώτεροι καὶ τῶν δοκούντων ἀγρίων ἐγένοντο; διέδειξεν δὲ καὶ ὁ πόλεμος καὶ λιμός, ὅπου οὐδὲ γεύσασθαι φείδονται ἀλλήλων· καὶ ἄνευ γε πολέμου καὶ λιμοῦ τὰ σύν- τροφα καὶ ἥμερα τῶν ζῴων κατεσθίουσιν.

  33. 3.13.1

    ἀλλὰ φαίη τις ἄν ὅτι ἐστὶ μὲν λογικά, οὐκ ἔχει δὲ πρὸς ἡμὰς τινὰ σχέσιν. καὶ μὴν διὰ τὸ ἄλογα εἶναι ἀφῄ- ρουν τὴν πρὸς αὐτὰ σχέσιν, ἐποίουν ἄλογα, ἔπειτα ἐκ τῆς χρείας ἦν ἀναπτόντων τὴν πρὸς αὐτὰ κοι- νωνίαν, οὐκ ἐκ τοῦ λόγου· ἡμῖν δὲ εἰ λογικὰ προύκειτο δεῖξαι, οὐκ εἰ συνθήκας πρὸς ἡμιᾶς πε- ποίηται· ἐπεὶ καὶ τῶν ἀνθρώπων οὐ πᾶς ἡμῖν συν- τίθεται, καὶ οὐδεὶς τὸν μὴ συνθέμενον εἴποι ἂν ἄλογον. καίτοι τὰ πολλὰ καὶ ἐδούλευσεν ἀνθρώ- ποις, καί, ὡς ἔφη τις λέγων ὀρθῶς, δουλεύοντα ὑπʼ ἀγνωμοσύνης ἀνθρώπων ὅμως ὑπὸ σοφίας καὶ δικαιοσύνης τούς δεσπότας ὑπηρέτας καὶ ἐπιμεληχ- τὰς αὐτῶν πεποίηται. αἵ γε μὴν κακίαι αὐτῶν πρόδηλοι, ἐξ ὧν μάλιστα τὸ λογικὸν διαφαίνεται· καὶ γὰρ φθονοῦσιν καὶ ζηλοτυποῦσιν ὑπὲρ τῶν θη- λειῶν, αἵ τε θήλειαι ὑπὲρ τῶν ἀρρένων. μία δὲ αὐτοῖς κακία οὐχ ὑπάρχει, ἐπιβουλὴ τῷ εὐνοοῦντι, ἀλλὰ πᾶσα εὔνοια παντὶ οὖσο τυγχάνει· καὶ το- σοῦτον τῷ εὐνοοῦντι θαρρεῖ, ὡς ἕπεσθαι ἂν ἄγῃ τις, κἂν ἐπὶ σφαγὴν καὶ προῦπτον κίνδυνον· κἂν γὰρ μὴ διʼ αὐτά, διʼ ἑαυτὸν δέ τις αὐτὰ τρέφῃ, εὐνοεῖ τῷ κεκτημένῳ. ἄνθρωποι δὲ ἐπʼ οὐδένα οὕτως συνίστανται ὡς ἐπὶ τὸν τρέφοντα, καὶ οὐ- δένα οὕτως ἀποθνήσκειν εὔχονται ὡς τοῦτον.

  34. 3.14.1

    οὕτω δʼ ἐστὶ λογιστικὰ ὦν δρᾷ, ὥστε πολλάκις ἐπιστά- μενα τὰ δελέατα ὅτι ἐπίβουλά ἐστι, διʼ ἀκρασίαν πρόσεισιν ἢ διὰ λιμόν. καὶ τὰ μὲν οὐκ εὐθέως προσῆλθεν, τὰ δὲ μέλλει καὶ πειρᾶται, εἰ δύναται ἀφελεῖν τὴν τροφὴν ἄνευ τοῦ περιπεσεῖν, καὶ πολ- λάκις κρατήσαντος τοῦ λογισμοῦ τὸ πάθος ἀπέστη· ἔνια δὲ καὶ ἐνυβρίσαντα καὶ προσουρήσαντα τῷ σοφίσματι τῶν ἀνθρώπων· τὰ δὲ ὑπὸ λιχνείας εἰ- δότα ὅτι ἀλώσεται, οὐ χεῖρον ἢ οἱ Ὀδυσσέως ἑταῖ- ροι περιεῖδε φαγόντα ἀποθανεῖν. οὐ κακῶς δέ τινες κάκ τῶν τόπων πεπείρανται πολλὰ δεικνύναι μᾶλλον ἡμῶν ἐμφρονέστερα, ὧν εἴληχεν. ὡς γὰρ τὰ κατὰ τὸν αἰθέρα οἰκοῦντά ἐστι λογικά, οὕτω φασὶ τὰ τὸ μετʼ ἐκεῖνον εὐθέως πλησιάζον οἰκοῦντα, ὁποῖα τὰ ἐν ἀέρι, εἶτα τὰ ἔνυδρα διαφέρειν, εἶθʼ οὕτως τὰ ἐπίγεια· ὧν ἡμεῖς τὴν ὑποστάθμην οἰκοῦ- μεν· οὐ γὰρ δὴ ἐπὶ μὲν τῶν θεῶν κἀκ τοῦ τόπου τὸ κρεῖττον συλλογιζόμεθα, οὐχὶ δὲ καὶ ἐπὶ τῶν θνητῶν τὸ ὅμοιον θήσομεν.

  35. 3.15.1

    ὅταν δὲ καὶ τέχνας ἀναλαμβάνῃ καὶ ταύτας ἀνθρωπίνας, ὀρχεῖσθαι μαν- θάνοντα καὶ ἡνιοχεῖν μονομαχεῖν τε καὶ καλοβατεῖν, ἤδη δὲ καὶ γράφειν καὶ ἀναγινώσκειν αὐλεῖν τε καὶ κιθαρίζειν καὶ τοξεύειν καὶ ἱππεύειν, ἔτι ἀμφισβη- τήσεις εἰ τὸ δεχόμενον ἔχει, τοῦ παραδεχθέντος ἐν αὐτοῖς θεωρουμένου; ποῦ γὰρ δέχεται, εἰ μὴ ὁ λόγος ὑπῆν ἐν ᾧ συνίστανται αἱ τέχναι; οὐδὲ γὰρ ὡς ψόφου τῆς φωνῆς ἡμῶν ἀκούει, ἀλλὰ καὶ τῶν· σημείων τῆς διαφορᾶς ἔστιν αὐτοῖς ἐπαίσθησις, ἥτις δὴ ἐκ συνέσεως λογικῆς παραγίνεται. ἀλλὰ κακῶς, φασί, ποιεῖ τὰ ἀνθρωπικά. οὐδὲ γὰρ ἄνθρωποι πάντες καλῶς· ἢ μάτην ἄν ἀγῶνα καὶ νικῶντες ἦσαν καὶ ἡττώμενοι. ἀλλʼ οὐ βουλεύονται, φασίν, οὐδʼ ἐκκλησιάζουσιν οὐδὲ δικάζουσιν. ἡ γὰρ ἄν- θρωποι, εἰπέ μοι, πάντες; οὐχὶ δὲ πολλοῖς, πρὶν βουλεύσονται, αἰ πράξεις; πόθεν δὲ καὶ ἐπιδείξειεν ἄν τις ὅτι οὐ βουλεύονται; τούτου μὲν γὰρ τεκμή- ριον οὐδεὶς εἰπεῖν ἔχει· τοῦ δʼ ἐναντίου οἱ κατὰ μέρος περὶ τῶν ζῴων συγγράφαντες ἔδειξαν. λοι- πὸν δὲ τὰ ἄλλα ἕωλα, ὅσα κατʼ αὐτῶν ῥητορεύεται· οἷον ὅτι πόλεις αὐτοῖς οὐκ εἰσίν οὐδὲ γὰρ τοῖς ἁμαξοβίοις Σκύθαις φήσω οὐδὲ τοῖς θεοῖς. οὐδὲ νόμοι γραπτοί, φασίν, παρὰ τοῖς ζῴοις· οὐδὲ γὰρ παρὰ ἀνθρώποις, ἄχρις εὐδαιμόνουν. Ἆπις δὲ λέ- γεται. πρῶτος νομοθετῆσαι παρʼ Ἕλλησιν, ὅτε ἐδεή- θησαν.

  36. 3.16.1

    ἀνθρώύποις μὲν οὖν διὰ τὴν λαιμαργίαν οὐ δοκεῖ λόγον ἔχειν τὰ ζῷα· θεοῖς δὲ καὶ θείοις ἀν- δράσιν ἐξ ἴσου τοῖς ἱκέταις τετίμηται. καὶ χρῶν γε ὁ θεὸς Ἀριστοδίκῳ τῷ Κυμαίῳ ἱκέτας τοὺς στρου- θούς αὐτοῦ ἔφη εἶναι. Σωκράτης δὲ καὶ ὤμνυεν κατʼ αὐτῶν, καὶ ἔτι πρὸ αὐτοῦ Ῥαδάμανθυς. Αἰ- γύπτιοι δὲ καὶ θεούς ἐνόμισαν, εἴτε ὄντως θεούς ἡγούμενοι, εἴτε ἐξεπίτηδες τὰ τῶν θεῶν εἴδη βου- πρόσωπα καὶ ὀρνιθοπρόσωπα καὶ τῶν ἄλλων ποι- οὐντες, ὅπως αὐτῶν ἐξ ἴσου καὶ τῶν ἀνθρώπων ἀπέχοιντο, εἴτε καὶ διʼ ἄλλας αἰτίας μυστικωτέρας. οὕτω δὴ καὶ οἱ Ἕλληνες τῷ μὲν τοῦ Διὸς ἀγάλ- ματι κριοῦ προσῆψαν κέρατα, ταύρου δὲ τῷ Διο- νύσου τὸν δὲ Πᾶνα ἐξ ἀνθρώπου καὶ αἰγὸς συνέ- θηκαν, τὰς δὲ Μούσας ἐπτέρωσαν καὶ τὰς Σειρῆ- νας, κατὰ τὰ αὐτὰ δὲ τήν τε Νίκην καὶ τὴν Ἶριν καὶ τὸν Ἔρωτα καὶ τὸν Ἑρμῆν. Πίνδαρος δὲ ἐν προσοδίοις πάντας τούς θεούς ἐποίησεν, ὁπότε ὑπὸ Τυφῶνος ἐδιώκοντο, οὐκ ἀνθρώποις ὁμοιω- θέντας, ἀλλὰ τοῖς ἀλόγοις ζῴοις· ἐρασθέντα δὲ Πασιφάης Δία γενέσθαι μὲν ταῦρον, νῦν δὲ ἀετὸν καὶ κύκνον. διʼ ὧν τὴν πρὸς τὰ ζῷα τιμὴν οἱ παλαιοὶ ἐνεδείκνυντο· καὶ ἔτι μᾶλλον, ὅταν τὸν Δία θρέψαι λέγωσιν αἶγα. Κρησὶ δὲ νόμος ἦν Ῥα- δαμάνθυος, ὅρκον ἐπάγεσθαι πάντα τὰ ζῷα. οὐδὲ Σωκράτης τὸν κύνα καὶ τὸν χῆνα ὀμνύς ἔπαιζεν, ἀλλὰ κατὰ τὸν τοῦ Διὸς καὶ Δίκης παῖδα ἐποιεῖτο τὸν ὅρκον, οὐδὲ παίζων ὁμοδούλους αὐτοῦ ἔλεγεν τοὺς κύκνους. αἰνίσσεται δὲ καὶ ὁ μῦθος ὡς ὁμό- ψυχά ἐστιν ἡμῖν, καὶ χόλῳ μὲν θεῶν μεταβαλεῖν ἐξ ἀνθρώπων εἰς ζῴα, μεταβαλόντας δὲ λοιπὸν ἐλεεῖσθαι καὶ φιλεῖσθαι. τοιαῦτα γὰρ τὰ περὶ δελ- φίνων λεγόμενα καὶ τὰ περὶ ἀλκυόνων ἀηδόνων τε καὶ χελιδόνων.

  37. 3.17.1

    αὐχεῖ δὲ καὶ τῶν παλαιῶν ἕκαστος, ὅστις εὐτύχησεν τῆς ἐκ ζῴων ἀνατροφῆς, οὐχ οὕ- τως τούς πατέρας ὡς τούς 'ανθρεψαμ;ενους, ὁ μὲν λύκαιναν, ὁ δὲ ἔλαφον, ἄλλος αἶγα, ἄλλος μέλιτ- ταν, Σεμίραμις δὲ τὰς περιστεράς, Κῦρος δὲ κύνα, κύκνον δὲ Θρᾷξ, καὶ τοὔνομα τοῦ θρέψαντος ἔφε- ρεν. ὅθεν καὶ θεοῖς ἐπωνυμίαι, Διονύσῳ μὲν Εἰρα- φιώτης, Ἀπόλλωνι δὲ Λύκειος καὶ Δελφίνιος, Ποσει- δῶνι δὲ Ἵππιος, καὶ Ἀθηνᾷ Ἵππία. ἡ δʼ Ἑκάτη ταῦρος, κύων, λέαινα ἀκούουσα μᾶλλον ὑπακούει. εἱ δʼ ὅτι θύοντες αὐτὰ κατεσθίουσι, διὰ τοῦτο ὥσπερ αὐτοὺς παραμυθούμενοι ἄλογα λέγουσιν, εἴποιεν ἂν καὶ οἱ τοὺς πατέρας ἑστιώμενοι Σκύθαι ἀλόγους εἶναι τοὺς πατέρας.

  38. 3.18.1

    διὰ μὲν τούτων καὶ ἄλλων, ὧν ἐξῆς μνησθησόμεθα τὰ τῶν παλαιῶν ἐπιτρέχοντες, δείκνυται λογικὰ ὄντα τὰ ζῷα, τοῦ λόγου ἐν τοῖς πλείστοις ἀτελοῦς μὲν ὄντος, οὐ μὴν παντελῶς ἐστερημένου. τῆς δὲ δικαιοσύνης πρὸς τὰ λογικὰ οὕσης, καθάπερ φασὶν οἱ ἀντιλέγοντες, πῶς οὐχὶ καὶ πρὸς ταῦτα εἴη ἂν ἡμῖν τὸ δέκαιον; οὐ γὰρ καὶ πρὸς τὰ φυτὰ παρατενοῦμεν τὸ τῆς δικαιο- σύνης, διὰ. τὸ φαίνεσθαι πολὺ τὸ πρὸς τὸν λόγον ἀσύγκλωστον. καίτοι κἀνταῦθα τοῖς καρποῖς χρῆ- σθαι εἰώθαμεν, οὐ μὴν σὺν τοῖς καρποῖς κατακό- πτειν καὶ τὰ πρέμνα· τὸν δὲ σιτικὸν καρπὸν καὶ τὸν τῶν χεδρόπων αὐανθέντα καὶ εἰς γῆν πίπτοντα καὶ τεθνηκότα συλλέγομεν. ζῴων δὲ τὰ θνησείδια οὐκ ἄν τις προσενέγκαιτο· ὥστε πολύ τὸ ἄδικον ἐν τούτοις. ἀρχὴν δέ, ὡς καὶ Πλούταρχός φησιν, οὐκ ἐπεὶ δεῖταί τινων ἡμῶν ἡ φύσις καὶ χρώμεθα τού- τοις, ἤδη ἐπὶ πᾶν προακτέον καὶ πρὸς πάντα τὴν ἀδικίαν. δίδωσι μὲν γὰρ καὶ παρέχει τοῖς ἀναγκαίοις τὴν ἄχρι τινὸς βλάβην, εἴ γε βλάβη τὸ λαμβάνειν τι παρὰ τῶν φυτῶν, καίτοι ζώντων μενόντων· τὸ δʼ ἐκ περιουσίας καὶ πρὸς ἡδονὴν ἀπολλύειν ἕτερα καὶ φθείρειν τῆς παντελοῦς ἦν ἀγριότητος καὶ ἀδικίας· καὶ ἡ τούτων ἀποχὴ οὔτε πρὸς τὸ ζῆν οὔτε πρὸς τὸ εὖ ζῆν ἡμᾶς ἠλάττου. εἰ μὲν γὰρ ὡς ἀέρος καὶ ὕδατος φυτῶν τε καὶ καρπῶν, ὧν ἄνευ ζῆν ἀδύνατόν ἐστιν, οὕτω φόνου ζῴων καὶ βρώσεως σαρκῶν ἐτυγχάνομεν δεόμενοι πρὸς τὸν βίον, ἀναγκαίαν ἡ φύσις συμπλοκὴν εἶχεν ἂν πρὸς ταύτην τὴν ἀδικίαν· εἰ δὲ πολλοὶ μὲν ἱε- ρεῖς θεῶν, πολλοὶ δὲ βασιλεῖς βαρβάρων ἁγνεύον- τες, ἄπειρα δὲ γένη ζῴων τὸ παράπαν οὐ θιγγά- νοντα τῆς τοιαύτης τροφῆς ζῶσιν καὶ τυγχάνουσι τοῦ κατὰ φύσιν τέλους, πῶς οὐκ ἔστιν ἄτοπος ὁ κελεύων, εἴ τισιν ἀναγκαζοίμεθα πολεμεῖν, μηδὲ οἷς ἔξεστιν εἰρηνικῶς ὁμιλεῖν, ἀλλὰ ἢ πρὸς μηθὲν τῇ δικαιοσύνῃ χρωμένους ζῆν, ἢ πρὸς πάντα χρω- μένους μὴ ζῆν; ὥσπερ οὖν ἐπʼ ἀνθρώπων ὁ μὲν αὐτοῦ σωεηρίας ἕνεκα καὶ παίδων καὶ πατρίδος ἢ χρήματά τινων παραιρούμενος ἢ χώραν ἐπιτρίβων καὶ πόλιν ἔχει πρόσχημα τῆς ἀδικίας τὴν ἀνάγκην, ὅστις δὲ ταῦτα δρᾷ διὰ πλοῦτον ἢ κόρον ἢ ἡδονὰς τρυφώσας καὶ ἀποπληρώσεις οὐκ ἀναγκαίων πορι- ζόμενος ἐπιθυμιῶν, ἄμικτος εἶναι δοκεῖ καὶ ἀκρα- τὴς καὶ πονηρός, οὕτως τὰς μὲν εἰς φυτὰ βλάβας καὶ πυρὸς καὶ ναμάτων ἀναλώσεις κουράς τε προ- βάτων καὶ γάλα βοῶν τε ἐξημέρωσιν καὶ κατάζευξιν ἐπὶ σωτηρίᾳ καὶ διαμονῇ τοῖς χρωμένοις ὁ θεὸς δίδωσι συγγνώμην. ζῷα δὲ ὑπάγειν σφαγαῖς καὶ μαγειρεύειν ἀναπιμπλαμένους φόνου, μὴ τροφῆς ἢ πληρώσεως χάριν, ἀλλʼ ἡδονῆς καὶ λαιμαργίας ποι- ουμένους τέλος, ὑπερφυὲς ὡς ἄνομον καὶ δεινόν. ἀρκεῖ γάρ, ὅτι μηδὲν πονεῖν δεομένοις χρώμεθα προκάμνουσι καὶ μοχθοῦσιν, ἵππων ὄνων τʼ ὀχεῖα καὶ ταύρων γονάς, ὡς Αἰσχύλος φησίν, ἀντίδουλα καὶ πόνων ἐκδέκτορα χειρωσάμενοι καὶ καταζεύξαντες.

  39. 3.19.1

    ὁ δὲ ἀξιῶν ἡμᾶς ὄψῳ μὴ χρῆσθαι βοΐ, μηδὲ πνεῦμα καὶ ζωὴν διολ- λύντας καὶ διαφθείροντας ἡδύσματα πλησμονῆς καὶ καλλωπίσματα προστίθεσθαι τραπέζης, τίνος ἀναγ- καίου πρὸς σωτηρίαν ἢ καλοῦ πρὸς ἀρετὴν ἀφαι- ρεῖται τὸν βίον; οὐ μὴν ἀλλὰ καὶ τοῖς ζῴοις τὰ φυτὰ παραβάλλειν κομιδῇ βίαιον. τὰ μὲν γὰρ αἰσθάνε- σθαι πέφυκε καὶ ἀλγεῖν καὶ φοβεῖσθαι καὶ βλάπτε- σθαι, διʼ ὃ καὶ ἀδικεῖσθαι· τοῖς δὲ οὐθέν ἐστιν αἰσθητόν, οὕτως δὲ οὐδὲ ἀλλότριον οὐδὲ κακὸν οὐδὲ βλάβη τις οὐδὲ ἀδικία. καὶ γὰρ οἰκειώσεως πάσης καὶ ἀλλοτριώσεως ἀρχὴ τὸ αἰσθάνεσθαι. τὴν δὲ οἰ- κείωσιν ἀρχὴν τίθενται δικαιοσύνης οἱ ἀπὸ Ζήνω- νος. πῶς δὲ οὐκ ἄλογον, πολλούς τῶν ἀνθρώπων ἐπʼ αἰσθήσει μόνον ζῶντας ὁρῶντας, νοῦν δὲ καὶ λόγον οὐκ ἔχοντας, πολλούς δὲ πάλιν ὠμότητι καὶ θυμῷ καὶ πλεονεξίᾳ τὰ φοβερώτατα τῶν θηρίων ὑπερβεβληκότας, παιδοφόνους καὶ πατροκτόνους, τυράννους καὶ βασιλέων ὑπουργούς, πρὸς μὲν τού- τους οἴεσθαι δίκαιόν τι εἶναι ἡμῖν, πρὸς δὲ τὸν ἀρο- τῆρα βοῦν καὶ τὸν σύντροφον κύνα καὶ τὰ γάλακτι μὲν τρέφοντα, κουρᾷ δὲ κοσμοῦντα θρέμματα μη- δὲν εἶναι, πῶς οὐ παραλογώτατόν ἐστιν;

  40. 3.20.1

    ἀλλʼ ἐκεῖνο νὴ Δία τοῦ Χρυσίππου πιθανὸν ἦν, ὡς ἡμὰς αὐτῶν καὶ ἀλλήλων οἱ θεοὶ χάριν ἐποιήσαντο, ἡμῶν δὲ τὰ ζῷα, συμπολεμεῖν μὲν ἵππους καὶ συνθηρεύειν κύ- νας, ἀνδρείας δὲ γυμνάσια παρδάλεις καὶ ἄρκτους καὶ λέοντας. ἡ δὲ ὗς, ἐνταῦθα γάρ ἐστιν τῶν χα- ρίτων τὸ ἥδιστον, οὐ διʼ ἄλλο τι πλὴν θύεσθαι ἐγε- γόνει, καὶ τῇ σαρκὶ τὴν ψυχὴν ὁ θεὸς οἷον ἄλας ἐνέμιξεν, εὐοψίαν ἡμῖν μηχανώμενος. ὅπως δὲ ζω- μοῦ καὶ παραδειπνίων ἀφθονίαν ἔχωμεν, ὄστρεα τε παντοδαπὰ καὶ πορφύρας καὶ ἀκαλήφας καὶ γένη πτηνῶν ποικίλα παρεσκεύασεν, οὐκ ἀλλαχόθεν, ἀλλʼ ὡς αὐτοῦ μέγα μέρος ἐνταῦθα τρέψας εἰς γλυκυθυ- μίας, τὰς τιτθὰς ὑπερβαλόμενος καὶ καταπυκνώσας ταῖς ἡδοναῖς καὶ ἀπολαύσεσιν τὸν περίγειον τόπον. ὅτῳ δὴ ταῦτα δοκεῖ τι τοῦ πιθανοῦ καὶ θεῷ πρέπον- τος μετέχειν, σκοπείτω, τί πρὸς ἐκεῖνον ἐρεῖ τὸν λόγον, ὅν Καρνεάδης ἔλεγεν· ἕκαστον τῶν φύσει γεγονότων ὅταν τοῦ πρὸς ὃ πέφυκε καὶ γέγονε τυγ- χάνῃ τέλους, ὡφελεῖται. κοινότερον δὲ τὸ τῆς ὠφε- λείας, ἣν εὐχρηστίαν οὗτοι λέγουσιν, 'ἀκουστέον. ἡ δὲ ὗς φύσει γέγονε πρὸς τὸ σφαγῆναι καὶ κατα- βρωθῆναι· καὶ τοῦτο πάσχουσα τυγχάνει τοῦ πρὸς ὃ πέφυκε, καὶ ὠφελεῖται. καὶ μὴν εἰ πρὸς ἀνθρώ- πων χρῆσιν ὁ θεὸς μεμηχάνηται τὰ ζῷα, τί χρησό- μεθα μυίαις, ἐμπίσι, νυκτερίσιν, κανθάροις, σκορ- πίοις, ἐχίδναις; ὧν τὰ μὲν ὁρᾶν εἰδεχθῆ καὶ θιγ- γάνειν μιαρὰ καὶ κατʼ ὀδμὰς δυσανάσχετα καὶ φθέγ- γεται δεινὸν καὶ ἀτερπές, τὰ δʼ ἄντικρυς ὀλέθρια τοῖς ἐντυγχάνουσι· φαλαίνας τε καὶ πρίστεις καὶ τὰ ἄλλα κήτη, ἃ μυρία βόσκειν Ὅμηρός φησιν ἀγάστον- νον Ἀμφιτρίτην, τί οὐκ ἐδίδαξεν ἡμᾶς ὁ δημιουρ- γός, ὅπῃ χρήσιμα τῇ φύσει γέγονεν; εἰ δὲ οὐ πάντα φασὶν ἡμῖν καὶ διʼ ἡμᾶς γεγονέναι, πρὸς τῷ σύγ- χυσιν ἔχειν πολλὴν καὶ ἀσάφειαν τὸν διορισμὸν οὐδὲ ἐκφεύγομεν τὸ ἀδικεῖν, ἐπιτιθέμενοι καὶ χρώ- μενοι βλαβερῶς τοῖς οὐ διʼ ἡμᾶς, ἀλλʼ ὥσπερ ἡμεῖς κατὰ φύσιν γεγενημένοις. ἐῶ λέγειν ὅτι τῇ χρείᾳ τὸ πρὸς ἡμὰς ὁρίζοντες οὐκ ἄν φθάνοιμεν ἑαυτούς ἕνεκα τῶν ὀλεθριωτάτων ζῴων, οἷα κροκόδειλοι καὶ φάλαιναι καὶ δράκοντες, γεγονέναι συγχωροῦντες. ἡμῖν μὲν γὰρ οὐθὲν ἀπʼ ἐκείνων ὑπάρχει τὸ παρά- παν ὠφελεῖσθαι τὰ δὲ ἁρπάζοντα καὶ διαφθείροντα τούς παραπίπτοντας ἀνθρώπους, βορᾷ χρῆται, μη- δὲν ἡμῶν κατὰ τοῦτο δρῶντα χαλεπώτερον, πλὴν ὅτι τὰ μὲν ἔνδεια καὶ λιμὸς ἐπὶ ταύτην ἄγει τὴν ἀδι- κίαν, ἡμεῖς δὲ ὕβρει καὶ τρυφῆς ἕνεκα παίζοντες πολλάκις ἐν θεάτροις καὶ κυνηγεσίοις τὰ πλεῖστα τῶν ζῴων φονεύομεν. ἐξ ὧν δὴ καὶ τὸ μὲν φονι- κὸν καὶ θηριῶδες ἡμῶν ἐπερρώσθη καὶ τὸ πρὸς οἶκτον ἀπαθές, τοῦ δʼ ἡμέρου τὸ πλεῖστον ἀπήμ- βλυναν οἱ πρῶτοι τοῦτο τολμήσαντες. οἱ δὲ Πυ- θαγόρειοι τὴν πρὸς τὰ θηρία πραότητα μελέτην ἐποιήσαντο τοῦ φιλανθρώπου καὶ φιλοικτίρμονος. ὥστε πῶς οὐχ οὗτοι πρὸς δικαιοσύνην μᾶλλον ἤγει- ραν ἢ οἱ φθείρεσθαι λέγοντες ἐκ τούτων τὴν συν- ήθη δικαιοσύνην; ἡ γὰρ συνήθεια δεινὴ τοῖς κατὰ μικρὸν ἐνοικειουμιένοις πάθεσι πόρρω προαγαγεῖν τὸν ἄνθρωπον.

  41. 3.21.1

    ναί, φασίν, ἀλλʼ ὡς τῷ θνητῷ τὸ ἀθάνατον ἀντίκειται καὶ τῷ φθαρτῷ τὸ ἄφθαρτον καὶ σώματί γε τὸ ἀσώματον, οὕτως ὑπάρχοντί γε τῷ λογικῷ χρῆναι τὸ ἄλογον ἀντικεῖσθαι καὶ ἀνθυπάρ- χειν, καὶ μὴ μόνην ἐν τοσοῖσδε συζυγίαις ἀτελῆ τήνδε λείπεσθαι καὶ πεπηρωμένην, ὥσπερ ἡμῶν μὴ τοῦτο συγχωρούντων ἢ πολύ τὸ ἄλογον ἐπιδεικνύν- των ἐν τοῖς οὖσιν. πολύ γὰρ δήπου καὶ ἄφθονον ἐν πᾶσι τοῖς ψυχῆς ἀμοιροῦσι, καὶ οὐδὲν ἑτέρας δεόμεθα πρὸς τὸ λογικὸν ἀντιθέσεως· ἀλλὰ πᾶν εὐ- θὺς τὸ ἄψυχον, ἄλογον ὂν καὶ ἀνόητον, ἀντίκειται τῷ μετὰ ψυχῆς λόγον ἔχοντι καὶ διάνοιαν. εἰ δέ τις ἀξιοῖ μὴ κολοβὸν εἶναι τὴν φύσιν, ἀλλὰ τὴν ἔμ- ψυχον φύσιν ἔχειν τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον, ἕτερος ἀξιώσει τὴν ἔμψυχον φύσιν ἔχειν τὸ μὲν φαν- ταστικόν, τὸ δὲ ἀφαντασίωτον, καὶ τὸ μὲν αἰσθη- τικόν, τὸ δὲ ἀναίσθητον, ἵνα δὴ τὰς ἀντιζύγους ταύτας καὶ ἀντιθέτους ἕξεις καὶ στερήσεις περὶ ταὐ- τὸν ἡ φύσις ἔχῃ γένος, οἷον ἰσορρόπους. ἀλλʼ ἄτοπον τοῦτό γε. εἰ δὲ ἄτοπος ὁ ζητῶν τοῦ ἐμψύ- χου τὸ μὲν αἰσθανόμενον, τὸ δὲ ἀναίσθητον εἶναι, καὶ τὸ μὲν φαντασιούμενον, τὸ δὲ ἀφαντασίωτον, ὅτι πᾶν ἔμψυχον αἰσθητικὸν εὐθὺς εἶναι καὶ φαν- ταστικὸν πέφυκεν, οὐδʼ οὕτως ἐπιεικῶς ἀπαιτήσει τὸ μὲν λογικὸν εἶναι τοῦ ἐμψύχου, τὸ δὲ ἄλογον, πρὸς ἀνθρώπους διαλεγόμενος μηθὲν οἰομένους αἰ- σθήσεως μετέχειν ὃ μὴ καὶ συνέσεως, μηδʼ εἶναι ζῷον ᾧ μὴ δόξα τις καὶ λογισμὸς ὥσπερ αἴσθησις καὶ ὁρμὴ κατὰ φύσιν πάρεστιν. ἡ γὰρ φύσις, ἣν ἕνεκά του καὶ πρός τι πάντα ποιεῖν ὀρθῶς λέγου- σιν, οὐκ ἐπὶ ψιλῷ τῷ πάσχειν καὶ αἰσθάνεσθαι τὸ ζῷον αἰσθητικὸν ἐποίησεν, ἀλλὰ ὄντων μὲν οἰκείων πρὸς αὐτὸ πολλῶν, ὄντων δὲ ἀλλοτρίων, οὐδὲ ἀκα- ρὲς ἦν περιεῖναι μὴ μαθόντι τὰ μὲν φυλάττεσθαι, τοῖς δὲ συμφέρεσθαι. τὴν μὲν οἦν γνῶσιν ἀμφοῖν ὁμοίως ἡ αἴσθησις ἑκάστῳ παρέχει, τὰς δὲ ἑπομένας τῇ αἰσθήσει τῶν μὲν ὠφελίμων λήψεις καὶ διώξεις, διακρούσεις δὲ καὶ φυγὰς τῶν ὀλεθρίων καὶ λυπη- ρῶν, οὐδεμία μηχανὴ παρεῖναι τοῖς μὴ λογίζεσθαί τι καὶ κρίνειν καὶ μνημονεύειν καὶ προσέχειν πε- φυκόσιν. ὧν γὰρ ἂν ἀφέλῃς παντάπασι προσδοκίαν, μνήμη, πρόθεσιν, παρασκευήν, τὸ ἐλπίζειν, τὸ δεδοικέναι, τὸ ἐπιθυμεῖν, τὸ ἀσχάλλειν, οὔτε ὀμ- μάτων ὄφελος παρόντων οὔτε ὤτων, αἰσθήσεως τε πάσης καὶ φαντασίας τὸ χρώμενον οὐκ ἐχούσης ἀπηλλάχθαι βέλτιον ἢ πονεῖν καὶ λυπεῖσθαι καὶ ἀλ- γεῖν, ᾧ διακρούσεται ταῦτα μὴ παρόντος. καίτοι Στράτωνός γε τοῦ φυσικοῦ λόγος ἐστὶν ἀποδεικνύων, ὡς οὐδὲ αἰσθάνεσθαι τὸ παράπαν ἄνευ τοῦ νοεῖν ὑπάρχει. καὶ γὰρ γράμματα πολλάκις ἐπιπορευο- μένους τῇ ὄψει καὶ λόγοι προσπίπτοντες τῇ ἀκοῇ διαλανθάνουσιν ἡμᾶς καὶ διαφεύγουσι πρὸς ἑτέροις τὸν νοῦν ἔχοντας· εἶτʼ αὖθις ἐπανῆλθεν καὶ μετα- θεῖ καὶ διώκει τῶν προειρημένων ἕκαστον ἀναλε- γόμενος· ᾗ καὶ λέλεκται,

  42. 3.21.2

    νοῦς ὁρᾷ, νοῦς ἀκούει, τὰ δʼ ἄλλα κωφὰ καὶ τυφλά ὡς τοῦ περὶ τὰ ὄμματα καὶ τὰ ὦτα πάθους, ἂν μὴ παρῇ τὸ φρονοῦν, αἴσθησιν οὐ ποιοῦντος. διʼ ὃ καὶ Κλεομένης ὁ βασιλεὺς παρὰ πότον εὐδοκιμοῦν- τος ἀκροάματος, ἐρωτηθεὶς εἴ οἱ φαίνεται σπουδαῖον, ἐκέλευεν ἐκείνους σκοπεῖν, αὐτὸς γὰρ ἐν Πελοπον- νήσῳ τὸν νοῦν ἔχειν. ὅθεν ἀνάγκη πᾶσιν οἷς τὸ αἰσθάνεσθαι, καὶ τὸ νοεῖν ὑπάρχειν.

  43. 3.22.1

    ἀλλʼ ἔστω μὴ δεῖσθαι τοῦ νοῦ τὴν αἴσθησιν πρὸς τὸ αὐτῆς ἔργον· ἀλλʼ ὅταν γε τῷ ζῴῳ πρὸς τὸ οἰκεῖον καὶ τὸ ἀλλότριον ἡ αἴσθησις ἐνεργασαμένη διαφορὰν ἀπέλθῃ, τί τὸ μνημονεῦόν ἐστιν ἤδη καὶ δεδιὸς τὰ λυποῦντα καὶ ποθοῦν τὰ ὠφέλιμα καὶ μὴ παρόντων ὅπως παρέσται μηχανώμενον ἐν αὐτοῖς, καὶ παρα- σκευαζόμενον ὁρμητήρια καὶ καταφυγὰς καὶ θήρα- τρα καὶ πάλιν οὖ τοῖς ἀλοῦσιν ἀποδράσεις τῶν ἐπι- τιθεμένων; καίτοιγε κἀκεῖνοι λέγοντες ἀποκναίουσιν ἐν ταῖς εἰσαγωγαῖς ἑκάστοτε τὴν πρόθεσιν ὁριζό- μενοι σημείωσιν ἐπιτελειώσεως, τὴν δʼ ἐπιβολὴν ὁρμὴν πρὸ ὁρμῆς, παρασκευὴν δὲ πρᾶξιν πρὸ πρά- ξεως, μνήμην δὲ κατάληψιν ἀξιώματος παρεληλυ- θότος, οὐ τὸ παρὸν ἐξ αἰσθήσεως κατελήφθη. τού- των γὰρ οὐδὲν ὅ τι μὴ λογικόν ἐστι, καὶ πάντα τοῖς ζῴοις ὑπάρχει πᾶσιν· ὥσπερ ἀμέλει καὶ τὰ περὶ τὰς νοήσεις, ἃς ἐναποκειμένας μὲν ἐννοίας καλοῦσιν, κινουμένας δὲ διανοήσεις. τὰ δὲ πάθη σύμπαντα κοινῶς κρίσεις φαύλας καὶ δόξας ὁμολογοῦντες εἶναι, θαυμαστὸν ὅτι δὴ παρορῶσιν ἐν τοῖς θηρίοις ἔργα καὶ κινήματα, πολλὰ μὲν θυμῶν, πολλὰ δὲ φόβων καὶ νὴ Δία φθόνων καὶ ζηλοτυπιῶν. αὐτοὶ δὲ κύ- νας ἁμαρτόντας καὶ ἵππους κολάζουσιν, οὐ διὰ κε- νῆς, ἀλλʼ ἐπὶ σωφρονισμῷ, λύπην διʼ ἀλγηδόνος ἐμποιοῦντες αὐτοῖς, ἣν μετάνοιαν ὀνομάζομεν. ἡδο νῆς δὲ τῆς μὲν διʼ ὤτων ὄνομα κήλησίς ἐστιν, τῆς δὲ διʼ ὀμμάτων γοητεία. χρῶνται δὲ ἑκατέραις ἐπὶ τὰ θηρία· κηλοῦνται μὲν ἔλαφοι καὶ ἵπποι σύριγξι καὶ αὐλοῖς, καὶ τούς παγούρους ἐκ τῶν χηραμῶν ἀνακαλοῦνται μελιζόμενοι ταῖς σύριγξι, καὶ τὴν θρίσ- σαν ᾀδόντων ἀναδύεσθαι καὶ προιέναι λέγουσιν. οἱ δὲ περὶ τούτων ἀβελτέρως λέγοντες μήτε ἥδεσθαι μήτε θυμοῦσθαι μήτε φοβεῖσθαι μήτε παρασκευά- ζεσθαι μήτε μνημονεύειν, ἀλλʼ ὡσανεὶ μνημονεύειν τὴν μέλιτταν καὶ ὡσανεὶ παρασκευάζεσθαι τὴν ἀη- δόνα καὶ ὡσανεὶ θυμοῦσθαι τὸν λέοντα καὶ ὡσαν- εὶ φοβεῖσθαι τὸν ἔλαφον, οὐκ οἶδα τί χρήσονται. τοῖς λέγουσι μηδὲ βλέπειν μηδὲ ἀκούειν, ἀλλʼ ὡσαν- εὶ βλέπειν αὐτὰ καὶ ὡσανεὶ ἀκούειν, μηδὲ φω- νεῖν ἀλλʼ ὡσανεὶ φωνεῖν, μηδὲ ὅλως ζῆν ἀλλʼ ὡσαν- εὶ ζῆν. ταῦτα γὰρ ἐκείνων οὐ μᾶλλόν ἐστι λεγό- μένα παρὰ τὴν ἐνάργειαν ὁμοίως, ὡς ὁ εὐγνώμων ἂν πεισθείη. ὅταν δὲ τοῖς ἀνθρωπίνοις ἤθεσιν καὶ βίοις καὶ πράξεσιν καὶ διαίταις τὰ τῶν ζῴων παρα- τιθεὶς πολλὴν ἐνορῶ φαυλότητα, καὶ τῆς ἀρετῆς, πρὸς ἣν ὁ λόγος γέγονεν, μηδένα τῶν ζῴων ἔμφανῆ στοχασμὸν μηδὲ προκοπὴν μηδὲ ὄρεξιν, ἀποροίην ἂν πῶς ἡ φύσις δέδωκε τὴν ἀρχὴν τοῖς ἐπὶ τὸ τέ- λος ἐξικέσθαι μὴ δυναμένοις· ἡ τοῦτο μὲν οὐδʼ ἐκείνοις ἄτοπον εἶναι δοκεῖ. τὴν γοῦν πρὸς τὰ ἔκ- γονα φιλοστοργίαν, ἀρχὴν μὲν ἡμῖν κοινωνίας καὶ δικαιοσύνης τιθέμενοι, πολλὴν δὲ τοῖς ζῴοις καὶ ἰσχυρὰν ὁρῶντες παροῦσαν, οὐ φασὶν αὐτοῖς οὐδʼ ἀξιοῦσι μετεῖναι δικαιοσύνης· ἡμιόνοις δὲ τῶν γεν- νητικῶν μορίων οὐδὲν ἐνδεῖ καὶ γὰρ αἰδοῖα καὶ μήτρας καὶ τὸ χρῆσθαι μεθʼ ἡδονῆς τούτοις ἔχουσαι, πρὸς τὸ τέλος οὐκ ἐξικνοῦνται τῆς γενέσεως. σκόπει δὲ ἄλλως μὴ καταγέλαστόν ἐστι τοὺς Σωκράτεις καὶ τούς Πλάτωνας καὶ τούς Ζήνωνας οὐδὲν ἐλαφρο- τέρᾳ κακίᾳ τοῦ τυχόντος ἀνδραπόδου συνεῖναι φά- σκειν, ἀλλʼ ὁμοίως ἄφρονας εἶναι καὶ ἀκολάστους καὶ ἀδίκους, εἶτα τῶν θηρίων αἰτιᾶσθαι τὸ μὴ κα- θαρὸν μηδʼ ἀπηκριβωμένον πρὸς ἀρετήν, ὡς στέρη- σιν οὐχὶ φαυλότητα λόγου καὶ ἀσθένειαν προσεῖναι, καὶ ταῦτα τὴν κακίαν ὁμολογοῦντας εἶναι λογικήν, ἧς πᾶν θηρίον ἀναπέπλησται. καὶ γὰρ δειλίαν πολ- λοῖς καὶ ἀκολασίαν ἀδικίαν τε καὶ κακόνοιαν ὁρῶμεν ὑπάρχουσαν.

  44. 3.23.1

    ὁ δὲ ἀξιῶν τὸ μὴ πεφυκὸς ὀρθότητα λόγου δέχεσθαι μηδὲ λόγον δέχεσθαι φύσει, πρῶτον μὲν οὐδὲν διαφέρει τοῦ μήτε πίθηκον αἴσχους φύ- σει μετέχειν μήτε χελώνην βραδυτῆτος ἀξιοῦντος, ὅτι μηδὲ κάλλους ἐπιδεκτικὰ μηδὲ τάχους ἐστίν. ἔπειτα τὴν διαφορὰν ἐμποδών οὖσαν οὐ συνορᾷ. λόγος μὲν γὰρ ἐγγίνεται φύσει, σπουδαῖος δὲ ὁ λόγος καὶ τέλειος ἐξ ἐπιμελείας καὶ διδασκαλίας. διʼ τοῦ λογικοῦ πᾶσι τοῖς ἐμψύχοις μέτεστι, τὴν δὲ ὀρ- θότητα καὶ σοφίαν οὐδὲ ἄνθρωπον εἰπεῖν κεκτημέ- νον ἔχουσι, κἂν μυρίοι δὲ ὦσιν. ὥσπερ ὄψεώς ἐστιν πρὸς ὄψιν διαφορὰ καὶ πτήσεως πρὸς πτῆσιν· οὐ γὰρ ὁμοίως ἑέρακες βλέπουσι καὶ τέττιγες, οὐδὲ ἀετοὶ πέτονται καὶ πέρδικες· οὕτως οὐδὲ παντὶ λο- γικῷ μέτεστιν ὡσαύτως τῆς δεχομένης τὸ ἄκρον εὐστροφίας καὶ ὀξύτητος. ἐπιδείγματά γε πολλὰ κοι- νωνίας καὶ ἀνδρείας καὶ τοῦ πανούργου περὶ τούς πορισμούς καὶ τὰς οἰκονομίας, ὥσπερ᾿ αὖ καὶ τῶν ἐναντίων, ἀδικίας, δειλίας, ἀβελτερίας, ἔνεστιν αὐ- τοῖς. ὅθεν καὶ ζητήσεις τινὲς συνίστανεαι, τῶν μὲν τὰ χερσαῖα προῆχθαι λεγόντων, τῶν δὲ τὰ θαλάττια. καὶ δῆλόν ἐστι παραβαλλομένων ἵππων χερσαίων τοῖς ποταμίοις· οἱ μὲν γὰρ τρέφουσι τούς πατέρας, οἱ δὲ κτείνουσιν, ἵνα τὰς μητέρας ὀχεύωσι· καὶ πε- ριστεραῖς πάλιν περδίκων· οἱ μὲν γὰρ ἀφανίζουσι τὰ ᾠὰ καὶ διαφθείρουσι, τῆς θηλείας, ὅταν ἐπῳάζῃ, μὴ προσδεχομένης τὴν ὀχείαν οἱ δὲ καὶ διαδέχονται τὴν ἐπιμέλειαν ἐν μέρει θάλποντες, καὶ ψωμίζουσι πρότεροι τὰ νεόττια, καὶ τὴν θήλειαν, ἂν πλείονα χρόνον ἀποπλανηθῇ, κόπτων ὁ ἄρρην εἰσελαύνει πρὸς τὰ ᾠὰ καὶ τούς νεοττούς. ὄνοις δὲ καὶ προ- βάτοις Ἀντίπατρος ἐγκαλῶν ὀλιγωρίαν καθαριότη- τος, οὐλ οἶδ᾿ ὅπως παρεῖδε τὰς λύγκας καὶ τὰς χε- λιδόνας· ὧν αἱ μὲν ἐκτοπίζουσι παντάπασι κρύπτου- σαι καὶ ἀφανίζουσαι τὸ λυγκούριον, αἱ δὲ χελι- δόνες ἔξω στρεφομένους διδάσκουσαι τούς νεοττούς ἀφιέναι τὸ περίττωμα. καὶ μὴν δένδρον δένδρου οὐ λέγομεν ἀμαθέστερον, ὡς κυνὸς πρόβατον, οὐδὲ λαχάνου λάχανον ἀνανδρότερον, ὡς ἔλαφον λέον- τος· ἢ καθάπερ ἐν τοῖς ἀκινήτοις ἕτερον ἑτέρου βρα- δύτερον οὐκ ἔστιν, οὐδὲ μικροφωνότερον ἐν τοῖς ἀναύδοις, οὕτως οὐδὲ δειλότερον οὐδὲ νωθρότερον οὐδὲ ἀκρατέστερον, ὅπου μὴ φύσει πᾶσιν ἡ τοῦ φρονεῖν δύναμις, ἄλλοις δὲ ἄλλως κατὰ τὸ μᾶλλον καὶ ἧττον παροῦσα τὰς ὁρωμένας διαφορὰς πεποί- ηκεν. ἀλλʼ οὐ θαυμαστὸν ὅσον ἄνθρωπος εὐμα- θείᾳ καὶ ἀγχινοίᾳ καὶ τοῖς περὶ δικαιοσύνην καὶ κοινωνίαν διαφέρει τῶν ζῴων. καὶ γὰρ ἐκείνων πολλὰ τοῦτο μὲν μεγέθει καὶ ποδωκείᾳ, τοῦτο δὲ ὄψεως ῥώμῃ καὶ ἀκοῆς ἀκριβείᾳ πάντας ἀνθρώπους ἀπολέλοιπεν ἀλλʼ οὐ διὰ τοῦτο κωφὸς οὐδὲ τυφλὸς οὐδὲ ἀδύνατος ὁ ἄνθρωπός ἐστιν ἀλλὰ καὶ θέομεν, εἰ καὶ βραδύτερον ἐλάφων, καὶ βλέπομεν, εἰ καὶ χεῖρον ἱεράκων· ἰσχύος τε καὶ μεγέθους ἡ φύσις ἡμᾶς οὐκ ἀπεστέρησεν, καίτοι τὸ μηδὲν ἐν τούτοις πρὸς ἐλέφαντα καὶ κάμηλον ὄντας. οὐκοῦν ὁμοίως μηδὲ τὰ θηρία λέγωμεν, εἰ νωθρότερον φρονεῖ καὶ κάκιον διανοεῖται, μὴ διανοεῖσθαι μηδὲ φρονεῖν ὅλως μηδὲ κεκτῆσθαι λόγον, ἀσθενῆ δὲ κεκτῆσθαι καὶ θολερόν, ὥσπερ ὀφθαλμὸν ἀμβλυώττοντα καὶ τεταραγμένον.

  45. 3.24.1

    εἰ δὲ μὴ πολλὰ ἦν πολλοῖς συνηγ- μένα καὶ εἰρημένα, μυρία ἂν παρηγάγομεν εἰς ἐπί- δειξιν τῆς τῶν ζῴων εὐφυΐας. ἐκεῖνο δʼ ἔτι σκε- πτέον. ἔοικεν γὰρ τοῦ πεφυκότος ἢ μέρους ἢ δυνά- μεως κατὰ φύσιν τι δέχεσθαι, τοῦ αὐτοῦ εἶναι καὶ εἰς τὸ παρὰ φύσιν ἐμπίπτειν πηρωθὲν ἢ νοσῆσαν, ὥσπερ ὀφθαλμοῦ μὲν εἰς τυφλότητα ἐμπίπτειν, σκέ- λους δὲ εἰς χωλότητα, καὶ γλώττης εἰς ψελλότητα, ἄλλου δὲ μηδενός. οὐ γὰρ ἔστι τυφλότης μὴ πεφυ- κότος ὁρᾶν, οὐδὲ χωλότης μὴ πεφυκότος βαδίζειν, ψελλόν τε καὶ ἄναυδον καὶ τραυλὸν μὴ γλῶσσαν ἐχόντων οὐδʼ ἂν παραπαίοντα ἢ παράφρονα εἴποις οὐδὲ μαινόμενον, ᾧ μὴ τὸ φρονεῖν καὶ διανοεῖσθαι καὶ λογίζεσθαι κατὰ φύσιν ὑπῆρχεν. οὐ γὰρ ἔστιν ἐν πάθει γενέσθαι μὴ κεκτημένον δύναμιν, ἧς τὸ πά- θος ἢ στέρησις ἢ πήρωσις ἤ τις ἄλλη κάκωσίς ἔστιν. ἀλλὰ μὴν ἐντετύχηκάς γε λυττώσαις κυσίν, ἔτι δὲ καὶ ἵπποις· ἔνιοι δὲ καὶ βοῦς φασὶ μαίνεσθαι καὶ ἀλώπεκας. ἀρκεῖ δὲ τὸ τῶν κυνῶν ἀναμφισβή- τητον γάρ ἐστι, καὶ μαρτυρεῖ λόγον καὶ διάνοιαν ἔχειν οὐ φαύλην τὸ ζῷον, ἧς ταραττομένης καὶ συγ- χεομένης ἡ λεγομένη λύσσα καὶ μανία πάθος ἐστίν. οὕτε γὰρ ὄψιν ἀλλοιουμένην αὐτοῖς οὔτε ἀκοὴν ὁρῶ- μεν, ἀλλʼ ὥσπερ ἀνθρώπου μελαγχολῶντος ἢ πα- ρακόπτοντος ὁ μὴ λέγων ἐξεστάναι καὶ διεφθορέναι τὸ φρονοῦν καὶ λογιζόμενον καὶ μνημονεῦον ἄτοπός ἐστιν· καὶ γὰρ ἡ συνήθεια ταῦτά τε κατηγορεῖ τῶν παραφρονούντων, μὴ εἶναι παρʼ αὐτοῖς ἀλλὰ ἐκ- πεπτωκέναι τῶν λογισμῶν· οὕτως ὁ τούς λυττῶντας κύνας ἄλλο τι πεπονθέναι νομίζων, ἀλλʼ οὐχὶ τοῦ φρονεῖν πεφυκότος καὶ λογίζεσθαι καὶ μνημονεύειν ἀναπεπλησμένου ταραχῆς καὶ παραπεπτωκότος, ἀγνο- εἰν τὰ φίλτατα πρόσωπα καὶ φεύγειν τὰς συν- τρόφους διαίτας, ἢ παρορᾶν τὸ φαινόμενον ἔοικεν ἢ συνορῶν τὸ γιγνόμενον ἔξ αὐτοῦ φιλονεικεῖν πρὸς τὴν ἀλήθειαν.

  46. 3.24.2

    τὰ μὲν δὴ τοῦ Πλουτάρχου ἐν πολλοῖς βιβλίοις πρὸς τούς ἀπὸ τῆς στοὰς καὶ τοῦ περιπάτου εἰς ἀπάντησιν εἰρημένα ἐστὶν τοιαῦτα. Θεόφραστος δὲ καὶ τοιούτῳ κέχρηται λόγῳ.

  47. 3.25.1

    τοὺς ἐκ τῶν αὐ- τῶν γεννηθέντας, λέγω δὲ πατρὸς καὶ μητρός, οἰκείους εἶναι φύσει φαμὲν ἀλλήλων καὶ τοίνυν καὶ τούς ἀπὸ τῶν αὐτῶν προπατόρων σπαρέντας οἰκείους ἀλλήλων εἶναι νομίζομεν, καὶ μέντοι καὶ τοὺς ἑαυτῶν πολίτας τῷ τῆς τε γῆς καὶ τῆς πρὸς ἀλλήλους ὁμιλίας κοινωνεῖν. οὐ γὰρ ἐκ τῶν αὐ- τῶν ἔτι τούς τοιούτους ἀλλήλοις φύντας οἰκείους αὐτοῖς εἶναι κρίνομεν, εἰ μὴ ἄρα τινὲς τῶν πρώτων αὐτοῖς προγόνων οἱ αὐτοὶ τοῦ γένους ἀρχηγοὶ πε- φύκασιν ἢ ἀπὸ τῶν αὐτῶν. οὕτω δέ, οἶμαι, καὶ τὸν Ἐλληνα μὲν τῷ Ἕλληνι, τὸν δὲ βάρβαρον τῷ βαρβάρῳ, πάντας δὲ τούς ἀνθρώπους ἀλλήλοις φα- μεὲν οἰκείους τε καὶ συγγενεῖς εἶναι δυοῖν θάτερον, ἢ τῷ προγόνων εἶναι τῶν αὐτῶν, ἢ τῷ τροφῆς καὶ ἠθῶν καὶ ταὐτοῦ γένους κοινωνεῖν. οὕτως δὲ καὶ τούς πάντας ἀνθρώπους ἀλλήλοις τίθεμεν καὶ συγ- γενεῖς. καὶ μὴν πᾶσι τοῖς ζῴοις αἵ γε τῶν σωμά- των ἀρχαὶ πεφύκασιν αἱ αὐταί. λέγω δὲ οὐκ ἐπὶ τὰ στοιχεῖα ἀναφέρων τὰ πρῶτα· ἐκ τούτων μὲν γὰρ καὶ τὰ φυτά ἀλλʼ οἷον σπέρμα, σάρκας καὶ τὸ τῶν ὑγρῶν τοῖς ζῴοις σύμφυτον γένος. πολύ δὲ μᾶλλον τῷ τὰς ἐν αὐτοῖς ψυχὰς ἀδιαφόρους πεφυκέναι, λέγω δὴ ταῖς ἐπιθυμίαις καὶ ταῖς ὀργαῖς, ἔτι δὲ τοῖς λο- γισμοῖς, καὶ μάλιστα πάντων ταῖς αἰσθήσεσιν. ἀλλʼ ὥσπερ τὰ σώματα, οὕτω καὶ τὰς ψυχὰς τὰ μὲν ἀπη- κριβωμένας ἔχει τῶν ζῴων, τὰ δὲ ἧττον τοιαύτας, πᾶσί γε μὴν αὐτοῖς αἱ αὐταὶ πεφύκασιν ἀρχαί. δη- λοῖ δὲ ἡ τῶν παθῶν οἰκειότης· εἰ δὲ ἀληθές ἐστι τὸ λεγόμενον, ὡς ἡ τῶν ἠθὼν γένεσίς ἐστι τοιαύτη, φρονοῦσι μὲν ἅπαντα φῦλα, διαφέρουσι δὲ ταῖς ἀγωγαῖς τε καὶ ταῖς τῶν πρώτων κράσεσι, παντά- πασιν ἂν οἰκεῖον εἴη καὶ συγγενὲς ἡμῖν τὸ τῶν λοι- πῶν ζῴων γένος. καὶ γὰρ τροφαὶ αἱ αὐταὶ πᾶσιν αὐτοῖς καὶ πνεύμιατα, ὡς Κὐριπίδης, καὶ φοινίους ἔχει ῥοὰς τὰ ζῷα πάντα καὶ κοινοὺς ἀπάντων δεί- κνυσι γονεῖς οῦρανὸν καὶ γῆν.

  48. 3.26.1

    ὥστε συγγενῶν ὄν- των, εἰ φαίνοιτο κατὰ Πυθαγόραν καὶ ψυχὴν τὴν αὐτὴν εἰληχότα, δικαίως ἄν τις ἀσεβὴς κρίνοιτο τῶν οἰκείων τῆς ἀδικίας μὴ ἀπεχόμενος. οὐ μὴν ὅτι τινὰ ἄγρια αὐτῶν, διὰ τοῦτο τὸ οἰκεῖον ἀποκέ- κοπται. οὐθὲν γὰρ ἧττον, ἀλλὰ καὶ μᾶλλον τῶν ἀνθρώπων ἔνιοι κακοποιοί τε τῶν πλησίον εἰσὶ καὶ φέρονται πρὸς τὸ βλάπτειν τὸν ἐντυχόντα καθάπερ ὑπό τινος πνοῆς τῆς ἰδίας φύσεως καὶ μοχθηρίας· διʼ ὃ καὶ ἀναιροῦμεν τούτους, οὐ μέντοι ἀποκόπτο- μεν τὴν πρὸς τὸ ἥμερον σχέσιν. οὕτως οὖν, εἰ κα τῶν ζῴων τινὰ ἄγρια, ἐκεῖνα μὲν ὡς τοιαῦτα ἀναν- ρετέον καθάπερ καὶ τούς τοιούτους ἀνθρώπους, τῆς δὲ πρὸς τὰ λοιπὰ καὶ ἡμερώτερα σχέσεως οὐκ ἀπο- στατέον· ἑκατέρως δὲ οὐδέτερα βρωτέον, ὡς οὐδὲ τοὺς ἀδίκους τῶν ἀνθρώπων. νῦν δὲ πολύ τὸ ἄδι- κον ποιοῦμεν ἀναιροῦντες μὲν καὶ τὰ ἥμερα, ὅτι καὶ τὰ ἄγρια καὶ τὰ ἄδικα, ἐσθίοντες δὲ τὰ ἥμερα· κατʼ ἄμφω γὰρ ἄδικοι, ὅτι ἥμερα ὄντα ἀναιροῦμεν καὶ ὅτι ταῦτα θοινώμεθα, καὶ ψιλῶς ὁ τούτων θά- νατος εἰς τὴν βορὰν ἔχει τὴν ἀναφοράν. προσθείη δʼ ἄν τις τούτοις καὶ τὰ τοιαῦτα. ὁ γὰρ λέγων ὅτι. ὁ παρεκτείνων τὸ δίκαιον ἄχρι τῶν ζῴων φθείρει τὸ δίκαιον, ἀγνοεῖ ὡς αὐτὸς οὐ τὴν δικαιοσύνην διασώζει, ἀλλʼ ἡδονὴν ἐπαύξει, ἥ ἐστι δικαιοσύνῃ πολέμιον. ἡδονῆς γοῦν οὔσης τέλους, δείκνυται δικαιοσύνη ἀναιρουμένη. ἐπεὶ ὅτι τὸ δίκαιον συναύ- ξεται διὰ τῆς ἀποχῆς τίνι οὐ δῆλον; ὁ γὰρ ἀπεχό- μενος παντὸς ἐμψύχου, κὰν μὴ τῶν συμβαλλόντων αὐτῷ εἰς κοινωνίαν, πολλῷ μᾶλλον πρὸς τὸ ὁμο- γενὲς τῆς βλάβης ἀφέξεται. οὐ γὰρ ὁ τὸ γένος φι- λῶν τὸ εἶδος μισήσει, ἀλλὰ μᾶλλον ὅσῳ μεῖζον τὸ γένος τὸ τῶν ζῴων, τοσούτῳ καὶ πρὸς τὸ μέρος καὶ τὸ οἰκεῖον ταύτην διασώσει. ὁ τοίνυν τὴν οἰκείω- σιν πεποιημένος πρὸς τὸ ζῷον, οὗτος καὶ τό τι ζῷον οὐκ ἀδικήσει· ὁ δὲ μόνον περιγράψας ἐν ἀνθρώπῳ τὸ δίκαιον ἕτοιμός ἐστιν ὡς ἐν στενῷ ἀπορρῖψαι τὴν ἔφεξιν τῆς ἀδικίας. ὥστε καὶ τοῦ Σωκρατικοῦ ὄψου ἥδιον τὸ Πυθαγόρειον. ὁ μὲν γὰρ ὄψον τροφῆς τὸ πεινῆν ἔλεγε, Πυθαγόρας δὲ τὸ μηθένα ἀδικεῖν καὶ ἐφηδύνειν δικαιοσύνῃ τὸ ὄψον. ἡ γὰρ φυγὴ τῆς ἐμψύχου τροφῆς φυγὴ ἦν τῶν περὶ τὴν τροφὴν ἀδικημάτων. οὐ γὰρ δὴ μὴ μετὰ κακώσεως ἑτέρου τὴν ἑαυτῶν σωτηρίαν ἀμήχανον ἡμῖν ὁ θεὸς ἐποίη- σεν· ἐπεὶ οὕτω γε τὴν φύσιν ἡμῖν ἀρχὴν ἀδικίας προσετίθει· μήποτε δὲ καὶ ἀγνοεῖν οὗτοι ἐοίκασι τὸ ἰδίωμα τῆς δικαιοσύνης, ὅσοι ἐκ τῆς πρὸς ἀνθρώ- πους οἰκειώσεως εἰσάγειν ταύτην ᾠήθησαν· αὕτη μὲν γὰρ φιλανθρωπία τις ἂν εἴη. ἡ δὲ δικαιοσύνη ἐν τῷ ἀφεκτικῷ καὶ ἀβλαβεῖ κεῖται παντὸς ὅτου οὖν τοῦ μὴ βλάπτοντος. καὶ οὕτως γε νοεῖται ὁ δίκαιος, οὐκ ἐκείνως· ὡς διατείνειν τὴν δικαιοσύνην καὶ ἄχρι τῶν ἐμψύχων κειμένην ἐν τῷ ἀβλαβεῖ. διʼ ὃ καὶ ἡ οὐσία αὐτῆς ἐν τῷ τὸ λογιστικὸν ἄρχειν τοῦ ἀλόγου, ἕπεσθαι δὲ τὸ ἄλογον. ἄρχοντος γὰρ τού- του, τοῦ δʼ ἑπομένου, πᾶσα ἀνάγκη ἀβλαβῆ εἶναι πρὸς πᾶν ὅτι οὖν ἄνθρωπον. συνεσταλμένων γὰρ τῶν παθῶν καὶ τῶν ἐπιθυμιῶν καὶ ὀργῶν μεμα- ρασμένων, τοῦ δὲ λογισμοῦ τὴν οἰκείαν ἔχοντος ἀρχήν, εὐθύς ἡ ὁμοίωσις ἕπεται ἡ πρὸς τὸ κρεῖτ- τον. τὸ δὲ ἐν τῷ παντὶ κρεῖττον πάντως ἦν ἀβλα- βές, καὶ αὐτὸ μὲν διὰ δύναμιν καὶ σωστικὸν πάν- των καὶ εὐποιητικὸν πάντων καὶ ἀπροσδεὲς πάν- των· ἡμεῖς δὲ διὰ μὲν δικαιοσύνην ἀβλαβεῖς πάν- των, διὰ δὲ τὸ θνητὸν ἐνδεεῖς τῶν ἀναγκαίων. ἡ δὲ τῶν ἀναγκαίων λῆψις οὐ βλάπτει οὔτε φυτά, ὅταν ἃ ἀποβάλλουσι λἅβωμεν, οὔτε καρπούς, ὅταν τεθνηκότων χρησώμεθα τοῖς καρποῖς, οὔτε πρόβατα, ὅταν διὰ τῆς κουρᾶς αὐτὰ μᾶλλον ὀνήσωμεν καὶ τοῦ γάλακτος κοινωνήσωμεν παρέχοντες αὐτοῖς τὴν ἐξ ἡμῶν ἐπιμέλειαν. διʼ ὃ προσπίπτει ὁ δίκαιος οἷον ἐλαττωτικὸς ἑαυτοῦ τῶν κατὰ σῶμα, οὐκ ἀδικεῖ δὲ ἑαυτόν· αὔξεται γὰρ τῇ τούτου παιδαγωγίᾳ καὶ ἐγκρα- τείᾳ τὸ ἐντὸς ἀγαθόν, τοῦτʼ ἔστιν ἡ πρὸς θεὸν ὁμοίωσις.

  49. 3.27.1

    οὔτε τοίνυν ἡδονῆς οὔσης τέλους ἡ ὄν- τως σώζεται δικαιοσύνη, οὔτε τῶν ἃ κατὰ φύσιν συμπληρούντων τὴν εὐδαιμονίαν, ἢ ἐκκειμένων γε πάντων. ἐν πολλοῖς γὰρ τὰ τῆς ἀλόγου κινήματα φύσεως καὶ αἰ χρεῖαἱ ἀδικίας κατάρχει. αὐτίκα τῆς ζῳοφαγίας ἐδεήθησαν, ἵνα τὴν φύσιν, ὡς φασίν, διαφυλάξωσιν ἀλύπητον καὶ ἀνενδεᾶ ὧν ὀρέγεται. τοῦ δʼ ὁμοιοῦσθαι θεῷ ὄντος τέλους ὡς ἔνι μάλιστα, σώζεταιτὸ ἀβλαβὲς ἐν ἅποσιν. ὅνπερ τοίνυν τρόπον ὁ πάθεσιν ἀγόμενος πρὸς μόνα τέκνα καὶ γυναῖκα ἀβλα- βής, τῶν δὲ ἄλλων καταφρονητικὸς καὶ πλεονέκτης, ὡς ἂν τοῦ ἀλόγου κρατοῦντος ἐν αὐτῷ, πρὸς τὰ θνητὰ ἐγείρεται καὶ ταῦτα ἐκπλήττεται ὁ δὲ λόγῳ ἀγόμενος καὶ πρὸς πολίτην τηρεῖ τὸ ἀβλαβὲς καὶ ἔτι μᾶλλον πρὸς ξένους καὶ πρὸς πάντας ἀνθρώπους, ὁ τὴν ἀλογίαν ἔχων ὑπήκοον, καὶ αὐτὸς παρʼ ἐκεί- νους λογικώτερος, διὰ ταῦτα δὲ καὶ θειότερος· οὕ- τως ὁ μὴ μόνον στήσας τὸ ἀβλαβὲς ἐν ἀνθρώποις, παρατείνας δὲ καὶ εἰς τὰ ἄλλα ζῷα μᾶλλον ὅμοιος θεῷ, καὶ εἰ ἄχρι φυτῶν δυνατόν, ἔτι μᾶλλον σώζει τὴν εἰκόνα. εἰ δὲ μή, ἀλλʼ ἐντεῦθέν γε τὸ τῆς φύ- σεως ἡμῶν ἐλάττωμα, ἐντεῦθεν τὸ θρηνούμενον πρὸς τῶν παλαιῶν, ὡς

  50. 3.27.2

    τοίων ἔκ τʼ ἐρίδων ἔκ τε νεικέων γενόμεσθα, ὅτι τὸ θεῖον ἀκήρατον καὶ ἐν πᾶσιν ἀβλαβὲς σώζειν οὐ δυνάμεθα· οὐ γὰρ ἐν πᾶσιν ἦμεν ἀπροσδεεῖς· αἰτία δὲ ἡ γένεσις καὶ τὸ ἐν τῇ πενίᾳ ἡμὰς γενέσθαι, τοῦ πόρου ἀπορρυέντος. ἡ δὲ πενία ἐξ ἀλλοτρίων τὴν σωτηρίαν καὶ τὸν κόσμον, διʼ οὗ τὸ εἶναι ἐλάμβανεν, ἐκτᾶτο. ὅστις οὖν πλειόνων δεῖται τῶν ἔξωθεν, ἐπὶ πλέον τῇ πενίᾳ προσήλωται· καὶ ὅσῳ πλεόνων ἐνδεής, τοσούτῳ θεοῦ μὲν ἄμοιρος, πενίᾳ δὲ σύνοικος. τὸ γὰρ θεῷ ὅμοιον τῇ ὁμοιώσει εὐθύς πλοῦτον ἔχει τὸν ἀληθινόν. πλουτῶν δὲ οὐδεὶς καὶ χρῄζων μηδενὸς ἀδικεῖ ἕως γὰρ ἀδικεῖ, κἂν πάντα ἔχῃ χρήματα κἂν πάντα τῆς γῆς πλέθρα, πένης ἐστὶν πενίᾳὑπάρχων σύνοικος. διὰ ταῦτα δὴ καὶ ἄδικος καὶ ἄθεος καὶ ἀσεβὴς καὶ πάσῃ κακίᾳ ἔνοχος, ἧς τὴν ὑπά- στασινἡ πρὸς τήν ὕλην τῆς ψυχῆς πτῶσις κατὰ στέρη- σιν τοῦ ἀγαθοῦ παρήγαγεν. λῆρος οὖν πάντα, ἕως τις τῆς ἀρχῆς ἀπέσφαλται, καὶ ἐνδεὴς πάντων, ἕως οὐ πρὸς τὸν πόρον οὐ βλέπει, εἴκει τε τῷ θνητῷ τῆς φύσεως αὐτοῦ, ἕως τὸν ὄντως ἑαυτὸν οὐκ ἐγνώρισεν. δεινὴ δὲ ἡ ἀδικία πείθειν ἑαυτὴν καὶ δεκάζειν τοὺς ὑπʼ αὐτῆς συνεχομένους, διότι σύν ἡδονῇ προσομιλεῖ τοῖς τροφίμοις. ὥσπερ δὲ ἐν βίων αἱρέσεσιν ἀκρι- βέστερος κριτὴς ὁ πεῖραν ἀμφοῖν εἰληφὼς τοῦ θατέ- ρου πειραθέντος μόνου, οὅτως ἐν αἱρέσεσι καὶ φυ- γαῖς καθηκόντων ἀσφαλέστερος κριτὴς ὁ ἐκ τοῦ ἐπαναβεβηκότος κρίνων καὶ τὸ ἧττον τοῦ κάτωθεν κρίνοντος τὰ προκείμενα. ὥστε ὁ κατὰ νοῦν ζῶν τοῦ κατὰ τὴν ἀλογίαν ἀκριβέστερος ὁριστὴς ὧν τε αἱρετέον καὶ ὧν μή· διῆλθεν γὰρ καὶ διʼ ἀλογίας, ἅτε ἐξ ἀρχῆς ταύτῃ προσομιλήσας ὁ δὲ ἄπειρος ὢν τῶν κατὰ νοῦν πείθει τούς ὁμοίους, παῖς ἐν παισὶ φλυαρῶν. ἀλλʼ εἰ πάντες, φασί, τούτοις πεισθεῖεν τοῖς λόγοις, τί ἡμῖν ἔσται; ἠ δῆλον ὡς εὐδαιμονή- σομεν, ἀδικίας μὲν ἐξορισθείσης ἀπʼ ἀνθρώπων, δικαιοσύνης δὲ πολιτευομένης καὶ παρʼ ἡμῖν, καθά- περ καὶ ἐν οὐρανῷ. νῦν δʼ ὅμοιον, ὡς εἰ αἱ Δαναΐδες ἠπόρουν τίνα βίον βιώσονται ἀπαλλαγεῖ- σσαι τῆς περὶ τὸν τετρημένον πίθον διὰ τοῦ κοσκί- νου λατρείας. τί γὰρ ἔσται ἀποροῦσιν, εἰ παυσαί- μεθα ἐπιφοροῦντες εἰς τὰ πάθη ἡμῶν καὶ τὰς ἐπι- θυμίας, ὧν τὸ πᾶν διαρρεῖ ἀπειρίᾳ τῶν καλῶν τὸν ἐπὶ τοῖς ἀναγκαίοις καὶ ὑπὲρ τῶν ἀναγκαίων στερ- γόντων ἡμῶν βίον. τί τοίνυν πράξομεν, ἐρωτᾷς, ὦ ἄνθρωπε; μιμησώμεθα τὸ χρυσοῦν γένος, μιμησώ- μεθα τοὺς ἐλευθερωθέντας. μεθʼ ὧν μὲν γὰρ Αἰδὼς καὶ Νέμεσις ἥ τε Δίκη ὁμιλεῖ, ὅτι ἠρκοῦντο τῷ ἐκ γῆς καρπῷ· καρπὸν γάρ σφισιν ἔφερεν ζείδωρος ἄρουρα αὐτομάτη πολλόν τε καὶ ἄφθονον. οἱ δέ γε ἐλευθερωθέντες ἃ πάλαι τοῖς δεσπόταις ὑπηρετοῦντες ἐπόριζον, ταῦτα ἑαυτοῖς πορίζουσιν. οὐκ ἄλλως καὶ σύ τοίνυν ἀπαλλαγεὶς τῆς τοῦ σώ- ματος δουλείας καὶ τῆς τοῖς πάθεσι τοῖς διὰ τὸ σῶμα λατρείας, ὡς ἐκεῖνα ἔτρεφες παντοίως τοῖς ἔξωθεν, οὕτως αὐτὸν θρέψεις παντοίως τοῖς ἔνδο- θεν, δικαίως ἀπολαμβάνων τὰ ἴδια καὶ οὐκ ἔτι τὰ ἀλλότρια βίᾳ ἀφαιρούμενος.

  51. 4.1.1

    Πρὸς μὲν ἁπάσας σχεδὸν τὰς σκήψεις τῶν τῇ μὲν ἀληθείᾳ ἀκρασίας ἕνεκα καὶ ἀκολασίας τὴν σαρκοφαγίαν προσεμένων, ἀπολογίας δὲ αὐτοῖς ἀναι- σχύντους πεπορικότων τὰς ἐκ τῆς ἐνδείας, ἣν πλέον ἢ χρῆν τῇ φύσει προσάπτουσι, διὰ τῶν εἰρημένων, ὦ Καστρίκιε, ἀπηντήσαμεν. λειπομένων δʼ ἔτι μερι- κῶν ζητήσεων, ὧν μάλιστα ἡ τοῦ συμφέροντος ἐπαγ- γελία ἐξαπατᾶ τούς ὑπὸ τῶν ἡδονῶν δεδεκασμένους, καὶ μὴν καὶ τῆς μαρτυρίας τοῦ μηδὲν μήτε τῶν σο- φῶν μήτε τι ἔθνος παραιτήσασθαι τὴν βρῶσιν ἱκα- νῶς εἰς μέγεθος τῆς ἀδικίας τούς ἀκούοντας προα- γούσης ὑπʼ ἀπειρίας τῆς ἀληθινῆς ἱστορίας, τὸν ἔλεγχον τούτων ποιεῖσθαι μέλλοντες, τὰς περὶ τοῦ συμφέροντος καὶ τῶν ἄλλων ζητημάτων λύσεις ἐκ- βαλεῖν πειρασόμεθα.

  52. 4.2.1

    ἀρξώμεθα δʼ ἀπὸ τῆς κατὰ ἔθνη τινῶν ἀποχῆς, ὧν ἡγήσονται τοῦ λόγου οἱ Ἕλληνες, ὡς ἂν τῶν μαρτυρούντων ὄντες οἰκειό- τατοι. τῶν τοίνυν συντόμως τε ὁμοῦ καὶ ἀκριβῶς τὰ Ἑλληνικὰ συναγαγόντων ἐστὶν καὶ ὁ περιπατη- τικὸς Δικαίαρχος, ὃς τὸν ἀρχαῖον βίον τῆς Ἑλλά- δος ἀφηγούμενος, τούς παλαιοὺς καὶ ἐγγύς θεῶν φησὶ γεγονότας, βελτίστους τε ὄντας φύσει καὶ τὸν ἄριστον ἐζηκότας βίον, ὡς χρυσοῦν γένος νομίζε- σθαι παραβαλλομένους πρὸς τοὺς νῦν, κιβδήλους καὶ φαυλοτάτης ὑπάρχοντας ὕλης, μηδὲν φονεύειν ἔμι- ψυχον. ὃ δὴ καὶ τοὺς ποιητὰς παριστάντας χρυ- σοῦν μὲν ἐπονομάζειν γένος, ἐσθλὰ δὲ πάντα, λέγειν, τοῖσιν ἔην· καρπὸν δʼ ἔφερε ζείδωρος ἄρουρα αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἱ δʼ ἐθε- λημοὶ ἥσυχοι ἔργʼ ἐνέμοντο σύν ἐσθλοῖσιν πολέεσσιν. ἃ δὴ καὶ ἐξηγούμενος ὁ Δικαίαρχος τὸν ἐπὶ Κρόνου βίον τοιοῦτον εἶναι φησίν· εἰ δεῖ λαμβάνειν μὲν αὐτὸν ὡς γεγονότα καὶ μὴ μάτην ἐπιπεφημισμένον, τὸ δὲ λίαν μυθικὸν ἀφέντας, εἰς τὸ διὰ τοῦ λόγου φυσικὸν ἀνάγειν. αὐτόματα μὲν γὰρ πάντα ἐφύετο· εἰκότως. οὐ γὰρ αὐτοί γε κατεσκεύαζον οὐθὲν διὰ τὸ μήτε τὴν γεωργικὴν ἔχειν πω τέχνην μήθʼ ἑτέραν μηδεμίαν ἀπλῶς. τὸ δʼ αὐτὸ καὶ τοῦ σχολὴν ἄγειν αἴτιον ἐγίγνετο αὐτοῖς καὶ τοῦ διάγειν ἄνευ πόνων καὶ μερίμνης, εἰ δὲ τῇ τῶν γλαφυρωτάτων ἰατρῶν ἐπακολουθῆσαι δεῖ διανοίᾳ, καὶ τοῦ μὴ νοσεῖν. οὐθὲν γὰρ εἰς ὑγίειαν αὐτῶν μεῖζον παράγγελμα εὕροι τις ἂν ἢ τὸ μὴ ποιεῖν περιττώματα, ὧν διὰ παυτὸς ἐκεῖνοι καθαρὰ τὰ σώματα ἐφύλαττον. οὔτε γὰρ τῆς φύσεως ἰσχυροτέραν τροφήν, ἀλλ᾿ ἧς ἡ φύσις ἰσχυροτέρα, προσεφέροντο, οὔτε τὴν πλείω τῆς μετρίας διὰ τὴν ἑτοιμότητα, ἀλλʼ ὡς τὰ πολλὰ τὴν ἐλάττω τῇς ἱκανῆς διὰ τὴν σπάνιν. ἀλλὰ μην οὐδὲ πόλεμοι αὐτοῖς ἦσαν οὐδὲ στάσεις πρὸς ἀλλήλους. ἆθλον γὰρ οὐθὲν ἀξιόλογον ἐν τῷ μέσῳ προκείμενον ὑπῆρ- χεν, ὑπὲρ ὅτου τις ἂν διαφορὰν τοσαύτην ἐνεστή- σατο. ὥστε τὸ κεφάλαιον εἶναι τοῦ βίου συνέβαινεν σχολήν, ῥᾳθυμίαν ἀπὸ τῶν ἀναγκαίων, ὑγίειαν, εἰρήνην, φιλίαν. τοῖς δὲ ὑστέροις ἐφιεμένοις μεγά- λων καὶ πολλοῖς περιπίπτουσι κακοῖς ποθεινὸς εἰκό- τως ἐκεῖνος ὁ βίος ἐγίγνετο. δηλοῖ δὲ τὸ λιτὸν τῶν πρώτων καὶ αὐτοσχέδιον τῆς τροφῆς τὸ μεθύστερον ῥηθὲν ἅλις δρυός, τοῦ μεταβάλλοντος πρώτου, οἷα εἰκός, τοῦτο φθεγξαμένου. ὕστερον ὁ νομαδικὸς εἰσῆλθεν βίος, καθʼ ὅν περιττοτέραν ἤδη κτῆσιν προσπεριεβάλοντο καὶ ζῴων ἥψαντο, κατανοήσαν- τες ὅτι τὰ μὲν ἀσινῆ ἐτύγχανεν ὄντα, τὰ δὲ κα- κοῦργα καὶ χαλεπά· καὶ οὕτω δὴ τὰ μὲν ἐτιθάσευ- σαν, τοῖς δὲ ἐπέθεντο, καὶ ἅμα ἐν τῷ αὐτῷ βίῳ συνεισῆλθε πόλεμος. καὶ ταῦτα, φησίν, οὐχ ἡμεῖς, ἀλλʼ οἱ τὰ παλαιὰ ἱστορίᾳ διεξελθόντες εἰρήκασιν. ἤδη γὰρ ἀξιόλογα κτήματα ἦν ὑπάρχοντα, οἱ μὲν ἐπὶ τὸ παρελέσθαι φιλοτιμίαν ἐποιοῦντο, ἀθροιζό- μενοί τε καὶ παρακαλοῦντες ἀλλήλους, οἱ δʼ ἐπὶ τὸ διαφυλάξαι. προϊόντος δὲ κατὰ μικρὸν οὕτω τοῦ χρόνου, κατανοοῦντες ἀεὶ τῶν χρησίμων εἶναι δο- κούντων, εἰς τὸ τρίτον τε καὶ γεωργικὸν ἐνέπεσον εἶ- δος. ταυτὶ μὲν Δικαιάρχου τὰ παλαιὰ τῶν Ἑλλη- νικῶν διεξιόντος μακάριόν τε τὸν βίον ἀφηγουμέ- νου τῶν παλαιοτάτων, ὄν οὐχ ἧττον τῶν ἄλλων καὶ ἡ ἀποχὴ τῶν ἐμψύχων συνεπλήρου. διʼ ὃ πό- λεμος οὐκ ἦν, ὡς ἂν ἀδικίας ἐξεληλαμένης· συνεισ- ῆλθεν δὲ ὕστερον καὶ πόλεμος καὶ εἰς ἀλλήλους πλεονεξία ἅμα τῇ τῶν ζῴων ἀδικίᾳ. ὃ καὶ θαυμα- στὸν τῶν τολμησάντων τὴν ἀποχὴν τῶν ζῴων ἀδι- κίας μητέρα εἰπεῖν, τῆς ἱστορίας καὶ τῆς πείρας ἅμα τῷ φόνῳ αὐτῶν τρυφήν τε καὶ πόλεμον καὶ ἀδικίαν συνεισελθεῖν μηνυούσης.

  53. 4.3.1

    ὃ δὴ καὶ ὕστερον Λυ- κοῦργον τὸν Λακεδαιμόνιον συνιδόντα, καίπερ κε- κρατηκότος τοῦ γεύεσθαι ἐμψύχων, οὕτως τὴν πο- λιτείαν συντάξαι, ὡς ἥκιστα τῆς ἐκ τούτων τροφῆς δεῖσθαι. τὸν γὰρ κλῆρον ἑκάστων οὐκ ἐν ἀγέλαις βοῶν καὶ προβάτων αἰγῶν τε καὶ ἵππων ἡ χρημά- των περιουσίᾳ ἀφορίσαι, ἀλλʼ ἐν γῆς κτήσει φερού- σης ἀποφορὰν ἀνδρὶ ἑβδομήκοντα κριθῶν μεδίμνους, γυναικὶ δὲ δώδεκα, καὶ τῶν ὑγρῶν καρπῶν ἀναλό- γως τὸ πλῆθος. ἀρκέσειν γὰρ ᾤετο τοσοῦτον τρο- φῆς πρὸς εὐεξίαν καὶ ὑγείαν ἱκανήν, ἄλλου μηδε- νὸς δεησομένοις. ὅθεν καὶ φασὶν ὡς ὕστερόν ποτε χρόνῳ τὴν χώραν διερχόμενος ἐξ ἀποδημίας ἄρτι τεθερισμένην ὁρῶν τὴν γῆν καὶ τὰς ἅλωνας παραλ- λήλους καὶ ὁμιαλεῖς, ἐμειδίασέν τε καὶ εἶπε πρὸς τούς παρόντας, ὡς ἡ Λακωνικὴ φαίνεται πᾶσα πολλῶν ἀδελφῶν εἶναι νεωστὶ νενεμημένων. τοιγὰρ οὖν ἐξῆν αὐτῷ τρυφὴν ἐξελάσαντι τῆς Σπόρτης ἀκυρῶσαι πᾶν νόμισμα χρυσοῦν καὶ ἀργυροῦν, μόνῳ δὲ χρῆσθαι τῷ σιδηρῷ, καὶ τούτῳ ἀπὸ πολλοῦ σταθ- μοῦ καὶ ὄγκου δύναμιν ὀλίγην ἔχοντι· ὥστε δέκα μνῶν ἀμοιβὴν ἀποθήκης μεγάλης ἐν οἰκίᾳ δεῖσθαι καὶ ζεύγους ἄγοντος. οὐ κυρωθέντος ἐξέπεσεν ἀδικημάτων γένη πολλὰ τῆς Λακεδαίμονος. τίς γὰρ ἢ κλέπτειν ἔμελλεν ἢ δωροδοκεῖν ἢ ἀποστερεῖν ἢ ἁρπάζειν ὃ μήτε κατακρύψαι δυνατὸν ἦν μήτε κεκτῆσθαι ζἢλωτόν, ἀλλὰ μηδὲ κατακόψαι λυσιτελές; ἔμελλον δὲ καὶ τέχναι ἄχρηστοι ἐξελαθήσεσθαι σύν τούτοις, διάθεσιν τῶν ἔργων οὐκ ἐχόντων. τὸ γὰρ σιδηροῦν ἀγώγιμον οὐκ ἦν πρὸς τούς ἄλλους Ἕλλη- νας οὐδὲ εἶχε τιμὴν καταγελώμενον, ὥστε οὐδὲ πρίασθαί τι τῶν ξενικῶν καὶ ῥωπικῶν ὑπῆρχεν, οὐδὲ εἰσέπλει φόρτος ἐμπορικὸς εἰς τούς λιμένας, οὐδʼ ἐπέβαινε τῆς Λακωνικῆς οὐ σοφιστὴς λόγων, οὐ μάντις ἀγυρτικός, οὐχ ἑταιρῶν τροφεύς, οὐ χρυ- σῶν τις, οὐ χαλκῶν καλλωπισμάτων δημιουργός, ἅτε δὴ νομίσμιατος οὐκ ὄντος. ἀλλʼ οὕτως ἀπερη- μωθεῖσα κατὰ μικρὸν ἡ τρυφὴ τῶν ζωπυρούντων καὶ τρεφόντων αὐτὴ διʼ ἑαυτῆς ἐμαραίνετο· καὶ πλέον οὐδὲν ἦν τοῖς πολλὰ κεκτημένοις ὀδὸν οὐκ ἐχούσης εἰς μέσον τῆς εὐπορίας, ἀλλʼ ἐγκατῳκοδο- μμεημένης καὶ ἀργούσης. διʼ ὅ καὶ τὰ πρόχειρα τῶν σκευῶν καὶ ἀναγκαῖα ταῦτα, κλιντῆρες καὶ δίφροι καὶ τράπεζαι, βέλτιστα παρʼ αὐτοῖς ἐδημιουργεῖτο, καὶ κώθων, ὡς φησὶ Κριτίας, ὁ Λακωνικὸς εὐδο- κίμει μάλιστα πρὸς τὰς στρατείας. τὰ γὰρ ἀναγ- καίως πινόμενα τῶν ὑδάτων καὶ δυσωποῦντα τὴν ὄψιν ἀπεκρύπτετο τῇ χρόᾳ, καὶ τοῦ θολεροῦ προσ- κόπτοντος καὶ προσισχομένου τοῖς ἄμβωσι, καθα- ρώτερον ἐπλησίαζε τῷ στόματι τὸ πινόμενον. αἴτιος δὲ καὶ τούτων ὁ νομοθέτης, ὡς φησὶν ὁ Πλούταρ- χος. ἀπηλλαγμένοι γὰρ οἱ δημιουργοὶ τῶν ἀχρή- στων ἐν τοῖς ἀναγκαίοις ἐπεδείκνυντο τὴν καλλιτε- χνίαν.

  54. 4.4.1

    ἔτι δὲ μᾶλλον ἐπιθέσθαι τῇ τρυφῇ καὶ τὸν ζῆλον ἀφελέσθαι τοῦ πλούτου διανοηθεὶς τὸ τρίτον πολίτευμα καὶ κάλλιστον ἐπῆγεν, τὴν τῶν συσσι- τίων κατασκευήν, ὥστε δειπνεῖν μετʼ ἀλλήλων συν- ιόντας ἐπὶ κοινοῖς καὶ τεταγμένοις ὄψοις καὶ σιτίοις, οἴκοι δὲ μὴ διαιτᾶσθαι κατακλίναντας εἰς στρωμνὰς πολυτελεῖς καὶ τραπέζας, χερσὶν δημιουργῶν καὶ μαγείρων ὑπὸ σκότος, ὥσπερ ἀδηφάγα ζῷα, πιαι- νομένους καὶ διαφθείροντας ἅμα τοῖς ἤθεσι τὰ σώ- ματα πρὸς πᾶσαν ἐπιθυμίαν ἀνειμένα καὶ πλησμο- νήν, μακρῶν μὲν ὕπνων, θερμῶν δὲ λουτρῶν, πολλῆς δὲ ἡσυχίας· καὶ τρόπον τινὰ νοσηλείας καθη- μερινῆς δεομένην. μέγα μὲν οὖν καὶ τοῦτο ἦν, μεῖζον δὲ τούτου τὸ τὸν πλοῦτον ἄζηλον, ὡς φησὶν Θεόφραστος, καὶ ἄπλουτον ἀπεργάσασθαι τῇ κοινό- τητι τῶν δείπνων καὶ τῇ περὶ τὴν δίαιταν εὐτελείᾳ. χρῆσις γὰρ οὐκ ἦν οὐδὲ ἀπόλαυσις οὐδὲ ὄψις ὅλως ἢ ἐπίδειφις τῆς πολλῆς παρασκευῆς, ἐπὶ τὸ αὐτὸ δεῖπνον τῷ πένητι τοῦ πλουσίου βαδίζοντος· ὥστε τοῦτο δὴ τὸ. θρυλλούμενον ἐν μόνῃ τῇ Σπτάρτῃ βλέπεσθαι τυ- φλὸν ὄντα τὸν Πλοῦτον καὶ κείμενον ὥσπερ γρα- φὴν ἄψυχον καὶ ἀκίνητον. οὐδὲ γὰρ οἴκοι προ- δειπνήσαντας ἐξῆν βαδίζειν ἐπὶ τὰ συσσίτια πεπλη- ρωμένους, ἀλλʼ ἐπιμελῶς οἱ λοιποὶ φυλάττοντες τὸν μὴ πίνοντα μηδὲ ἐσθίοντα μετʼ αὐτῶν ἐκάκιζον ὡς ἀκρατῆ καὶ πρὸς τὴν κοινὴν μαλθακιζόμενον δίαι- ταν. διʼ ὃ καὶ φιδίτια προσηγόρευον ταῦτα, εἴτε ὡς φιλίας καὶ φιλοφροσύνης ὑπάρχοντα σἴτια, ἀντὶ τοῦ λάβδα τὸ δέλτα λαμβάνοντες, εἴτε ὡς πρὸς εὐ- τέλειαν καὶ φειδὼ συνεθιζόντων. συνήρχοντο δὲ ἀνὰ πεντεκαίδεκα καὶ βραχεῖ τούτων ἐλάττους ἢ, πλείους. ἔφερε δὲ ἕκαστος κατὰ μῆνα τῶν συσσί- των ἀλφίτων μέδιμνον, οἴνου χόας ὀκτώ, τυροῦ πέντε μνᾶς, σύκων ἡμίμνεα πέντε· πρὸς δὲ τούτοις, εἰς ὀψωνίαν μικρόν τι κομιδῇ νομίσματος.

  55. 4.5.1

    εἰκότως ἄρα οὕτω λιτῶς καὶ σωφρόνως δειπνούντων καὶ οἱ παῖδες ἐφοίτων εἰς τὰ συσσίτια ὥσπερ εἰς διδασκα- λεῖα σωφροσύνης ἀγόμενοι, καὶ λόγων ἠκροῶντο πολιτικῶν καὶ παιδευτὰς ἐλευθερίας ἑώρων, αὐτοί τε παίζειν εἰθίζοντο καὶ σκώπτειν ἄνευ βωμολοχίας καὶ σκωπτόμενοι μὴ δυσχεραίνειν. σφόδρα γὰρ ἐδό- κει καὶ τοῦτο Λακωνικὸν εἶναι, σκώμματος ἀνασχέ- σθαι· μὴ φέροντα δὲ ἐξῆν παραιτεῖσθαι, καὶ ὁ σκώπτων ἐπέπαυτο. τοιαύτη μὲν ἡ τῶν Λακεδαι- μιονίων περὶ τὴν δίαιταν λιτότης, καίπερ εἰς πλῆ- θος νενομοθετημένη. διʼ ὃ καὶ ἀνδρικώτεροι καὶ σωφρονέστεροι καὶ τοῦ ὀρθοῦ μᾶλλον φροντίζοντες οἱ ἐκ ταύτης τῆς πολιτείας ἀναβαίνοντες παραδέ- δονται τῶν ἐκ τῶν ἄλλων, διεφθαρμένων καὶ ταῖς ψυχαῖς καὶ τοῖς σώμασιν· καὶ δῆλον ὡς τοιαύτῃ πο- λιτείᾳ οἰκεῖον τὸ τῆς ἀποχῆς τῆς παντελοῦς, ταῖς δὲ διεφθαρμέναις τὸ τῆς βρώσεως.

  56. 4.5.2

    μεταβάντι δὲ εἰς τὰ ἄλλα ἔθνη, ὅσα εὐνομίας τε καὶ ἡμερότητος τῆς τε πρὸς τὸ θεῖον εὐσεβείας ἐπεστράφη, φανερὸν ἔσται ὡς πρός τε τὴν σωτη- ρίαν τῶν πόλεων καὶ τὸ συμφέρον αὐταῖς εἰ καὶ μὴ ἐπὶ πάντας, ἀλλὰ γοῦν εἴς τινας τὸ τῆς ἀποχῆς προσ- ετέτακτο· οἱ δὲ ὑπὲρ τῆς πόλεως θύοντες τοῖς θεοῖς καὶ θεραπεύοντες ἀπεμειλίττοντο τὰς τῶν πολλῶν ἁμαρτίας. ὅπερ γὰρ ἐν τοῖς μυστηρίοις ὁ ἀφʼ ἑστίας λεγόμενος παῖς ἀντὶ πάντων τῶν μυουμένων ἀπο- μειλίσσεται τὸ θεῖον, ἀκριβῶς δρῶν τὰ προστεταγ- μένα, τοῦτο κατὰ τὰ ἔθνη καὶ τὰς πόλεις οἱ ἱερεῖς δύνανται ἀντὶ πάντων θύοντες καὶ τὸ θεῖον προσ- αγόμενοι διὰ τῆς εὐσεβείας εἰς τὴν σφῶν κηδεμο- νίαν. τοῖς τοίνυν ἱερεῦσι τοῖς μὲν τῶν ζῴων πάν- των, τοῖς δέ τινων πάντως προστέτακται ἀπέχεσθαι τῆς βορὰς, ἄν τε Ἑλληνικὸν ἔθος σκοπῇς ἄν τε βάρ- βαρον, καὶ μέντοι παρʼ ἄλλοις ἄλλως· ὥστ· τοὺς πανταχοῦ παραληφθέντας φαίνεσθαι πάντων ἀπε- χομένους, εἴ τις τούς πάντας ὡς ἕνα ὑπολάβοι. εἰ τοίνυν οἱ τῆς σωτηρίας τῶν πόλεων προεστῶτες καὶ τὴν εὐσέβειαν αὐτῶν τὴν πρὸς τούς θεούς πεπι- στευμέννοι τῶν ζῴων ἀπέχονται, πῶς ἄν τις τολμή- σειεν ὡς ἀσύμφορον ταῖς πόλεσι τὴν ἀποχὴν αἰτι- ᾶσθαι;

  57. 4.6.1

    τὰ γοῦν κατὰ τοὺς Αἰγυπτίους ἱερέας Χαι- ρήμων ὁ στωικὸς ἀφηγούμενος, οὓς καὶ φιλοσόφους ὑπειλῆφθαί φησι παρʼ Αἰγυπτίοις, ἐξηγεῖται ὡς τό- πον μὲν ἐξελέξαντο ἐμφιλοσοφῆσαι τὰ ἱερά. πρός τε γὰρ τὴν ὅλην ὄρεξιν τῆς θεωρίας συγγενὲς ἦν παρὰ τοῖς ἐκείνων ἀφιδρύμασι διαιτᾶσθαι, παρεῖχέν τε αὐτοῖς ἀσφάλειαν μὲν ἐκ τοῦ θείου σεβασμοῦ καθάπερ τινὰ ἱερὰ ζῷα πάντων τιμώντων τούς φι- λοσόφους, ἠρεμαίοις δὲ εἶναι, ἅτε τῆς ἐπιμιξίας κατὰ τὰς πανηγύρεις καὶ τὰς ἑορτὰς συντελουμένης μόνον, τὸ δὲ λοιπὸν σχεδὸν ἀβάτων ὄντων τοῖς ἄλλοις τῶν ἱερῶν· ἁγνεύσαντας γὰρ ἔδει προσιέναι καὶ πολλῶν ἀποσχομένους. καὶ τοῦτο ὥσπερ κοινὸς τῶν κατʼ Αἴγυπτον ἱερῶν θεσμός ἐστιν. ἀπειπά- μενοι δὲ πᾶσαν τὴν ἄλλην ἐργασίαν καὶ πόνους ἀν- θρωπίνους, ἀπέδοσαν ὅλον τὸν βίον τῇ τῶν θείων θεωρίᾳ καὶ θεάσει, διὰ μὲν ταύτης τό τε τίμιον καὶ ἀσφαλὲς καὶ εὐσεβὲς ποριζόμενοι, διὰ δὲ τῆς θεωρίας τὴν ἐπιστήμην, διʼ ἀμφοῖν δὲ ἄσκησιν ἠθῶν κεκρυμ- μένην τινὰ καὶ ἀρχαιοπρεπῆ. τὸ γὰρ ἀεὶ συνεῖναι τῇ θείᾳ γνώσει καὶ ἐπιπνοίᾳ πάσης μὲν ἔξω τίθη- σιν πλεονεξίας, καταστέλλει δὲ τὰ πάθη, διεγείρει δὲ πρὸς σύνεσιν τὸν βίον. λιτότητα δὲ ἐπετήδευ- σαν καὶ καταστολὴν ἐγκράτειάν τε καὶ καρτερίαν τό τε ἐν παντὶ δίκαιον καὶ ἀπλεονέκτητον. σεμινοὺς δὲ αὐτούς παρεῖχεν καὶ τὸ δυσεπίμικτον, οἵ γε παρὰ μὲν αὐτὸν τῶν λεγομένων ἁγνειῶν τὸν καιρὸν οὐδὲ τοῖς συγγενεστάτοις καὶ ὁμοφύλοις ἐπεμίγνυντο σχε- δὸν οὐδὲ ἄλλων τῳ θεωρούμενοι, ὅτι μὴ πρὸς τὰς ἀναγκαίας συναγνεύουσι χρείας, ἢ ἁγνευτήρια τοῖς μὴ καθαρεύουσιν ἄδυτα καὶ πρὸς ἱερουργίας ἅγια κατανεμόμενοι. τὸν δὲ ἄλλον χρόνον ἁπλούστερον μὲν τοῖς ὁμοίοις ἐπεμίγνυντο, τῶν δὲ ἐξωτικῶν τῆς θρησκείας οὐδενὶ συνεβίουν· ἐφαίνοντο δὲ ἀεὶ θεῶν ἢ ἀγαλμάτων ἐγγύς, ἤτοι φέροντες ἢ προηγούμενοι καὶ τάσσοντες μετὰ κόσμου τε καὶ σεμνότητος· ὧν ἕκαστον οὐ τῦφος ἦν, ἀλλά τινος ἔνδειξις φυσικοῦ λόγου. τὸ δὲ σεμνὸν κἀκ τοῦ καταστήματος ἑωρᾶτο. πορεία τε γὰρ ἦν εὔτακτος καὶ βλέμμα καθεστηκὸς ἐπετηδεύετο, ὡς ὅτε βουληθεῖεν μὴ σκαρδαμύττειν· γέλως δὲ σπάνιος· εἰ δέ που γένοιτο, μέχρι μειδιά- σεως· ἀεὶ δὲ ἐντὸς τοῦ σχήματος αἱ χεῖρες. καὶ σύμβολόν γε ἦν ἑκάστῳ τῆς τάξεως ἐμφαντικόν, ἣν ἔλαχεν ἐν τοῖς ἱεροῖς· πλείους γὰρ ἦσαν αἱ τάξεις. δίαιτα δὲ λιτὴ καὶ ἀφελής· οἴνου γὰρ οἱ μὲν οὐδʼ ὅλως, οἱ δὲ ὀλίγιστα ἐγεύοντο, νεύρων αἰτιώμενοι βλάβας καὶ πλήρωσιν κεφαλῆς ἐμπόδιον εἰς εὕρεσιν, ἀφροδισίων τε ἔφασαν αὐτὸν ὀρέξεις ἐπιφέρειν. ταύτῃ δὲ καὶ τῶν ἄλλων εὐλαβῶς εἶχον, ἄρτοις μὲν οὐδὲ ὅλως ἐν ταῖς ἁγνείαις χρώμενοι· εἰ δέ ποτε μὴ ἁγνεύοιεν, σὺν ὑσσώπῳ κόπτοντες ἤσθιον· τὸ πολὺ γὰρ αὐτοῦ τῆς δυνάμεως καθαιρεῖν ἔφασαν τὸν ὕσσωπον. ἐλαίου δʼ ἀπείχοντο μὲν ὡς τὸ πολύ, οἱ πλεῖστοι δὲ καὶ παντελῶς· εἰ δέ που μετὰ λαχά- νων χρήσαιντο, παντελῶς ὀλίγῳ καὶ ὅσον παρηγο- ρῆσαι τὴν αἴσθησιν.

  58. 4.7.1

    τῶν μὲν οὖν ἐκτὸς Αἰγύπτου γινομένων βρωμάτων τε καὶ ποτῶν οὐ θέμις ἦν ἅπτεσθαι. πολύς τις οὕτως τρυφῆς ἀπεκέκλειστο πόρος. τῶν δὲ κατʼ αὐτὴν τὴν Αἴγυπτον ἰχθύων τε ἀπείχοντο πάντων καὶ τετραπόδων ὅσα μώνυχα ἢ πολυσχιδῆ ἢ μὴ κερασφόρα· πτηνῶν δὲ ὅσα σαρ- κοφάγα· πολλοὶ δὲ καὶ καθάπαξ τῶν ἐμψύχων· καὶ ἔν γε ταῖς ἁγνείαις ἅπαντες, ὁπότε μηδʼ ᾠὸν προσ- ίεντο. καὶ μέντοι καὶ τῶν ἄλλων οὐκ ἀσυκοφάν- τητον ἐποιοῦντο παραίτησιν, οἷον τῶν βοῶν τὰς θηλείας παρῃτοῦντο, τῶν δʼ ἀρρένων ὅσα δίδυμα κατάσπιλα ἢ ἑτερόχροα ἢ παραλλάσσοντα τῇ μορφῇ δεδαμασμένα, ὡς ἤδη καθωσιωμένα τοῖς πόνοις καὶ τιμωμένοις ἐμφερῆ, ἢ καθʼ ὅντινʼ οὖν οἷον ἀπεικασμὸν ἐξείη ἢ ἑτερόφθαλμα ἢ πρὸς ἀνθρωπείαν ἐμφέρειαν νεύοντα. μυρίαι δʼ ἄλλαι παρατηρήσεις τῆς περὶ αὐτὰ τέχνης τῶν καλουμένων μοσχοσφρα- γιστῶν ἄχρι συντάξεων προάγουσαι βιβλιακῶν. πε- ριεργότερον δʼ ἔτι περὶ τὰ πτηνά, οἷον τρυγόνα μὴ ἐσθίειν· ἱέραξ γάρ, ἔφασαν, πολλαχῇ τὸ ζῷον συλ- λαβὼν ἀφίησιν, μισθὸν ἀποδιδοὺς μίξεως σωτηρίαν. ὡς οὖν μὴ λάθοιεν τοιούτῳ περιπεσόντες, ἅπαν αὐ- τῶν περιίσταντο τὸ γένος. κοιναὶ μὲν δὴ θρησκεῖαέ τινες αὗται, κατὰ γένη δὲ τῶν ἱερέων διάφοροι, καὶ οἰκεῖαι καθʼ ἕκαστον θεόν· αἱ δὲ ἁγνεῖαι πάντων ἐκαθάρευον. ὁ δὲ χρόνος οὗτος, ὁπότε συντελεῖν τι τῶν περὶ τὴν ἱερὰν μέλλοιεν θρησκείαν, προ- λαμβάνων ἡμερῶν ἀριθμόν, οἱ μὲν δυεῖν καὶ τετ- ταράκοντα, οἱ δὲ τούτων πλείους, οἱ δὲ ἐλάσσους, οὐδέποτε μέντοι τῶν ἑπτὰ λειπομένας, παντὸς μὲν ἐμψύχου ἀπείχοντο, παντὸς δὲ λαχάνου τε καὶ ὀσπρίου, πρὸ δὲ πάντων ὁμιλίας γυναικείας· ἄρ- ρενος μὲν γὰρ οὐδὲ τὸν ἄλλον χρόνον μετεῖχον. τρὶς δὲ τῆς ἡμέρας ἀπελούοντο ψυχρῷ, ἀπό τε κοί- της καὶ πρὸ ἀρίστου καὶ πρὸς ὕπνον. εἰ δέ ποτε συμβαίη καὶ ὀνειρώττειν, παραχρῆμα ἀπεκάθαιρον λουτρῷ τὸ σῶμα. ψυχρῷ μὲν οὖν καὶ κατὰ τὸν ἄλλον ἐχρῶντο βίον, οὐ μὴν οὑτωσὶ πλεονάζοντι. κοίτη δὲ αὐτοῖς ἐκ τῶν σπαδίκων τοῦ φοίνικος, ἃς καλοῦσι βάις, ἐπέπλεκτο· ξύλινον δὲ ἡμικυλίνδριον εὖ λελεασμένον ὑπόθημα τῆς κεφαλῆς· ἤσκουν δὲ δίψαν καὶ πεῖναν καὶ ὀλιγοσιτίαν παρὰ πάντα τὸν βίον.

  59. 4.8.1

    μαρτυρία δʼ αὐτῶν τῆς ἐγκρατείας, ὅτι περιάπτοις μήτʼ ἐπῳδαῖς χρώμενοι διῆγον ἄνοσοι καὶ πρὸς μετρίαν ἰσχὺν εὔτονοι. πολλὰ γοῦν κατὰ τὰς ἱερουργίας ἀνεδέχοντο βάρη καὶ ὑπηρετήματα τῆς κοινῆς ἰσχύος μείζω. διῄρουν δὲ νύκτα μὲν εἰς ἐπι- τήρησιν οὐρανίων, ἐνίοτε δὲ καὶ ἁγιστείαν, ἡμέραν δὲ εἰς θεραπείαν τῶν θεῶν, καθʼ ἣν τρὶς ἢ τετρά- κις, κατὰ τὴν ἕω καὶ τὴν ἑσπέραν μεσουρανοῦντά τε τὸν ἥλιον καὶ πρὸς δύσιν καταφερόμενον, τού- τους ὑμνοῦντες· τὸν δὲ ἄλλον χρόνον πρὸς θεωρή- μασιν ἦσαν ἀριθμητικοῖς τε καὶ γεωμετρικοῖς, ἐκ- πονοῦντες ἀεί τι καὶ προσεξευρίσκοντες, συνόλως τε περὶ τὴν ἐμπειρίαν καταγιγνόμενοι. τὸ δʼ αὐτὸ καὶ ἐν ταῖς χειμερίοις ἐπετήδευον νυξί, φιλολογίᾳ προσαγρυπνοῦντες, ἅτε μήτε πορισμοῦ ποιούμενοι φροντίδα δεσπότου τε κακοῦ τῆς πολυτελείας ἐλευ- θεριάζοντες. ὁ μὲν δὴ πόνος ὁ ἄτρυτός τε καὶ διη- νεκὴς καρτερίαν ἀπομαρτυρεῖ τοῖς ἀνδράσι, τὸ δὲ ἀνεπιθύμητον ἐγκράτειαν· οἵ γε ἐν τοῖς ἀσεβεστάτοις ἐτίθεντο πλεῖν ἀπʼ Αἰγύπτου, διευλαβούμενοι ξενι- κὰς τρυφὰς καὶ ἐπιτηδεύματα· μόνοις γὰρ ὅσιον ἐδόκει τοῖς κατὰ τὰς βασιλικὰς χρείας ἀπηναγκα- σμένοις. πολύς δὲ καὶ τούτοις ἦν λόγος ἐμμεῖναι τοῖς πατρίοις· μικρὰ δʼ εἰ καταγνωσθεῖεν παραβαί- νοντες, ἀπηλαύνοντο. καὶ τὸ μὲν κατʼ ἀλήθειαν φιλοσοφοῦν ἔν τε τοῖς προφήταις ἦν καὶ ἱεροστο- λισταῖς καὶ ἱερογραμματεῦσιν, ἔτι δὲ ὡρολόγοις. τὸ δὲ λοιπὸν τῶν ἱερέων τε καὶ παστοφόρων καὶ νεω- κόρων πλῆθος καὶ ὑπουργῶν τοῖς θεοῖς καθαρεύει μὲν ὁμοίως, οὔτι γε μὴν μετʼ ἀκριβείας καὶ ἐγκρα- τείας τοσῆσδε.

  60. 4.8.2

    τοιαῦτα μὲν τὰ κατʼ Αἰγυπτίους ὑπʼ ἀνδρὸς φιλαλήθους τε καὶ ἀκριβοῦς ἔν τε τοῖς στωικοῖς πραγματικώτατα φιλοσοφήσαντος μεμαρτυρημένα:

  61. 4.9.1

    ἀπὸ δὲ ταύτης ὁρμώμενοι τῆς ἀσκήσεως καὶ τῆς πρὸς τὸ θεῖον οἰκειώσεως ἔγνωσαν ὡς οὐ διʼ ἀν- θρώπου μόνου τὸ θεῖον διῆλθεν, οὔτε ψυχὴ ἐν μό- νῳ ἀνθρώπῳ ἐπὶ γῆς κατεσκήνωσεν, ἀλλὰ σχεδὸν ἡ αὐτὴ διὰ πάντων διῆλθεν τῶν ζῴων. διʼ ὃ εἰς τὴν θεοποιίαν παρέλαβον πᾶν ζῷον καὶ ὁμοίως που ἀνέμιξαν θηρία καὶ ἀνθρώπους καὶ πάλιν ὀρ- νέων σώματα καὶ ἀνθρώπων· εἴκασται γὰρ παρʼ αὐτοῖς τις μέχρι τραχήλου ἀνθρωποειδής, τὸ δὲ πρόσωπον ὀρνέου ἢ λέοντος ἢ ἄλλου τινὸς ζῴου κεκτημένος· καὶ πάλιν αὖ κεφαλὴ ἀνθρώπειος καὶ ἄλλων τινῶν ζῴων μέρη, πῇ μὲν ὑποκείμενα, πῇ δὲ ἐπικείμενα. διʼ ὧν δηλοῦσιν ὅτι κατὰ γνώμην θεῶν καὶ ταῦτα ἀλλήλοις κοινωνεῖ, καὶ σύντροφα ἡμῖν καὶ τιθασά ἐστιν τῶν θηρίων τὰ ἄγρια οὐκ ἄνευ τινὸς θείας βουλήσεως. ὅθεν καὶ ὁ λέων ὡς θεὸς θρησκεύεται, καὶ μέρος τι τῆς Αἰγύπτου, ὃ καλοῦσι νομόν, ἐπώνυμον ἔχει Λεοντοπολίτην, ἄλλο δὲ Βουσιρίτην, ἄλλο Λυκοπολίτην. τὴν γὰρ ἐπὶ πάντα δύναμιν τοῦ θεοῦ διὰ τῶν συννόμων ζῴων ὧν ἕκαστος τῶν θεῶν παρέσχεν ἐθρήσκευσαν. ὕδωρ δὲ καὶ πῦρ σέβονται μάλιστα τῶν στοιχείων, ὡς ταῦτα αἰτιώτατα τῆς σωτηρίας ἡμῶν, καὶ ταῦτα δει- κνύντες ἐν τοῖς ἱεροῖς, ὥς που ἔτι καὶ νῦν ἐν τῇ ἀνοίξει τοῦ ἁγίου Σαράπιδος ἡ θεραπεία διὰ πυρὸς καὶ ὕδατος γίνεται, λείβοντος τοῦ ὑμνῳδοῦ τὸ ὕδωρ καὶ τὸ πῦρ φαίνοντος, ὁπηνίκα ἑστὼς ἐπὶ τοῦ οὐδοῦ τῇ πατρίῳ τῶν Αἰγυπτίων φωνῇ ἐγείρει τὸν θεόν. ταῦτʼ οὖν σέβονται τὰ μέτοχα καὶ μάλιστα πλέον τούτων ἐσέφθησαν τὰ ὡς ἐπὶ πλέον τῶν ἱερῶν μετ- έχοντα· μετὰ ταῦτα δὲ πάντα τὰ ζῷα, ἐπεὶ καὶ ἄνθρωπον σέβονται κατὰ Ἄναβιν κώμην, ἐν ᾗ καὶ τούτῳ θύεται καὶ ἐπὶ τῶν βωμῶν τὰ ἱερεῖα κάεται. ὁ δὲ μετʼ ὀλίγον φάγοι ἂν τὰ ἴδια αὐτῷ ὡς ἀνθρώ- πῳ παρεσκευασμένα. ὡς οὖν ἀνθρώπου· ἀφεκτέον, οὕτω καὶ τῶν ἄλλων. ἔτι δʼ ἐκ περιττῆς σοφίας καὶ τῆς περὶ τὸ θεῖον συντροφίας κατέλαβόν τισι τῶν θεῶν προσφιλῆ τῶν ζῴων τινὰ μᾶλλον ἀνθρώ- πων, ὡς Ἡλίῳ ἱέρακα, σύμπασαν μὲν τὴν φύσιν ἐξ αἵματος ἔχοντα καὶ πνεύματος, οἰκτείροντα δὲ καὶ ἄνθρωπον καὶ κωκύοντα ἐπὶ νεκρῷ κειμένῳ γῆν τε ἐπαμώμενον εἰς τοὺς ὀφθαλμούς, ἐν οἷς τὸ ἡλιακὸν κατοικεῖν πεπιστεύκασι φῶς, καὶ ζῆν μὲν ἐπὶ πλείονα ἔτη κατειληφότες, μετὰ δὲ τὸν βίον ἰσχὺν ἔχειν μαν- τικὴν καὶ εἶναι λογικώτατον ἀπολυθέντα τοῦ σώ- ματος καὶ προγνωστικώτατον, τελεῖν τε ἀγάλματα καὶ ναοὺς κινεῖν. κάνθαρον δὲ ἀμαθὴς μὲν βδε- λυχθείη ἂν ἀγνώμων ὑπάρχων τῶν θείων, Αἰγύ- πτιοι δὲ ἐσέφθησαν ὡς εἰκόνα ἡλίου ἔμψυχον. κάν- θαρος γὰρ πᾶς ἄρρην καὶ ἀφιεὶς τὸν θορὸν ἐν τέλ- ματι καὶ ποιήσας σφαιροειδῆ τοῖς ὀπισθίοις ἀντανα- φέρει ποσὶν ὡς ἥλιος οὐρανόν, καὶ περίοδον ἡμερῶν ἐκδέχεται σεληνιακήν. οὕτως δὲ καὶ περὶ κριοῦ τι φιλοσοφοῦσι καὶ ἄλλο τι περὶ κροκοδείλου, περί τε γυπὸς καὶ ἴβεως καὶ ὅλως καθʼ ἕκαστον τῶν ζῴων, ὡς ἐκ φρονήσεως καὶ τῆς ἄγαν θεοσοφίας ἐπὶ τὸ σέβας ἐλθεῖν καὶ τῶν ζῴων. ἀμαθὴς δὲ ἄνθρωπος οὐδὲ αὐτὸ τοῦτο ὑπώπτευσεν, ὅπως οὐ τῇ κοινῇ φορᾷ καὶ μηδὲν γινωσκούσῃ παρηνέχθησαν δηλον- ότι καὶ αὐτοὶ διʼ ἀμαθίας ὁδεύσαντες, ὑπερβάντες δὲ τὴν τῶν πολλῶν ἄγνοιαν, ᾗ πρώτῃ πᾶς ἐντυγ- χάνει, τὰ τοῖς πολλοῖς οὐδενὸς ἄξια αὐτοὶ εἰς σέβας 0. κατηξίωσαν.

  62. 4.10.1

    προσγέγονε δʼ αὐτοῖς οὐχ ἧττον τῶν εἰρημένων κἀκεῖνο εἰς πίστιν τοῦ σεβάσματος καὶ τὰ ζῷα. τὴν γὰρ ψυχὴν ἀπολυθεῖσαν τοῦ σώματος κατέλαβον παντὸς ζῴου λογικήν τε οὖσαν καὶ προ- γνωστικὴν τοῦ μέλλοντος καὶ χρηματιστικὴν δραστν- κήν τε πάντων, ὧν καὶ ἄνθρωπος ἀπολυθείς. διʼ ὃ εἰκότως ἐτίμησαν καὶ ὡς οἷόν τέ ἐστιν ἀπέσχοντο αὐτῶν. πολλοῦ δὲ ὄντος λόγου διʼ ἣν αἰτίαν διὰ τῶν ζῴων οἱ Αἰγύπτιοι τοὺς θεοὺς ἐσέφθησαν καὶ μείζονος τῆς παρούσης πραγματείας, ἀρκεῖ τὰ δε- δηλωμένα περὶ αὐτῶν. ἐκεῖνο μέντοι οὐ παραπεμ- πτέον, ὅτι τοὺς ἀποθανόντας τῶν εὖ γεγονότων ὅταν ταριχεύωσιν, ἰδίᾳ τὴν κοιλίαν ἐξελόντες καὶ εἰς κιβωτὸν ἐνθέντες, μετὰ τῶν ἄλλων ὧν διαπράτ- τονται ὑπὲρ τοῦ νεκροῦ, καὶ τὴν κιβωτὸν κρατοῦν- τες πρὸς τὸν ἤλιον μαρτύρονται; ἑνὸς τῶν ὑπὲρ τοῦ νεκροῦ ποιουμένου λόγον τῶν ταριχευτῶν. ἔστι δὲ καὶ ὁ λόγος, ὃν ἡρμήνευσεν Ἔκφαντος ἐκ τῆς πατρίου διαλέκτου, τοιοῦτος “ὦ δέσποτα ἥλιε καὶ θεοὶ πάντες οἱ τὴν ζωὴν τοῖς ἀνθρώποις δόντες, προσδέξασθέ με καὶ παράδοτε τοῖς ἀιδίοις θεοῖς σύν- οικον. ἐγὼ γὰρ τοὺς θεούς, οὓς οἱ γονεῖς μοι παρέδειξαν, εὐσεβῶν διετέλουν ὅσον χρόνον ἐν τῷ ἐκείνων αἰῶνι τὸν βίον εἶχον, τούς τε τὸ σῶμιά μου γεννήσαντας ἐτίμων ἀεί· τῶν τε ἄλλων ἀνθρώπων οὐδένα οὔτε ἀπέκτεινα οὔτε παρακαταθήκην ἀπε- στέρησα οὔτε ἄλλο οὐδὲν ἀνήκεστον διεπραξάμην. εἰ δέ τι ἄρα κατὰ τὸν ἐμαυτοῦ βίον ἥμαρτον ἢ φα- γὼν ἢ πιὼν ὧν μὴ θεμιτὸν ἦν, οὐ διʼ ἐμαυτὸν ἥμαρτον, ἀλλὰ διὰ ταῦτα” δείξας τὴν κιβωτόν, ἐν ἡ γαστὴρ ἦν. καὶ ταῦτα εἰπὼν εἰς τὸν ποταμὸν ἀφίησι, τὸ δὲ ἄλλο σῶμα ὡς καθαρὸν ταριχεύει. οὕτως ἀπολογίας δεῖσθαι ᾠήθησαν πρὸς τὸ θεῖον ὑπὲρ ὧν ἔφαγον καὶ ἔπιον, καὶ διὰ ταῦτα ὑβρίσαι.

  63. 4.11.1

    τῶν δὲ γινωσκομένων ἡμῖν Ἰουδαῖοι, πρὶν ὑπʼ Ἀν- τιόχου τὸ πρότερον τὰ ἀνήκεστα παθεῖν εἰς τὰ νό- μιμα τὰ ἑαυτῶν, ὑπό τε Ῥωμαίων ὕστερον, ὅτε καὶ τὸ ἱερὸν τὸ ἐν Ἱεροσολύμοις ἑάλω καὶ πᾶσι βατὸν γέγονεν οἷς ἄβατον ἦν, αὐτή τε ἡ πόλις διεφθάρη, διετέλουν πολλῶν μὲν ἀπεχόμενοι ζῴων, ἰδίως δὲ ἔτι καὶ νῦν τῶν χοιρίων. τῶν δὲ παρʼ αὐτοῖς φιλοσο- φιῶν τριτταὶ ἰδέαι ἦσαν, καὶ τῆς μὲν προΐσταντο Φαρισαῖοι, τῆς δὲ Σαδδουοκαῖοι, τῆς δὲ τρίτης, ἣ καὶ ἐδόκει σεμνοτάτη εἶναι, Ἐσσαῖοι. οἱ οὖν τρίτοι τοιοῦτον ἐποιοῦντο τὸ πολίτευμα, ὡς πολλαχοῦ Ἰώ- σηπος τῶν πραγματειῶν ἀνέγραψεν, καὶ γὰρ ἐν τῷ δευτέρῳ τῆς Ἰουδαῖκῆς ἱστορίας, ἣν διʼ ἑπτὰ βι- βλίων συνεπλήρωσεν, καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ τῆς ἀρχαιολογίας, ἣν διὰ εἴκοσι βιβλίων ἐπραγματεύ- σατο, καὶ ἐν τῷ δευτέρῳ τῷ πρὸς τοὺς Ἓλληνας, εἰσὶ δὲ δύο τὰ βιβλία. εἰσὶ τοίνυν οἱ Ἐσσαῖοι Ἰου- δαῖοι μὲν τὸ γένος, φιλάλληλοι δὲ καὶ τῶν ἄλλων πλεον. οὗτοι τὰς μὲν ἡδονὰς ὡς κακίαν ἀποστρέφον- ται, τὴν δὲ ἐγκράτειαν καὶ τὸ μὴ τοῖς πάθεσιν ὑπο- πίπτειν ἀρετὴν ὑπολαμβάνουσι. καὶ γάμου μὲν παρʼ αὐτοῖς ὑπεροψία, τοὺς δὲ ἀλλοτρίους παῖδας ἐκλαμ- βάνοντες ἁπαλοὺς ἔτι πρὸς τὰ μαθήματα, συγγενεῖς ἡγοῦνται καὶ τοῖς ἤθεσιν ἑαυτῶν ἐντυποῦσι, τὸν μὲν γάμον καὶ τὴν ἐξ αὐτοῦ διαδοχὴν οὐκ ἀναιροῦντες, τὰς δὲ τῶν γυναικῶν ἀσελγείας φυλαττόμενοι· κατα- φρονηταὶ δὲ πλούτου, καὶ θαυμάσιον παρʼ αὐτοῖς τὸ κοινωνικόν, οὐδʼ ἔστιν εὑρεῖν κτήσει τινὰ παρʼ αὐτοῖς ὑπερέχοντα. νόμος γὰρ τοὺς εἰς τὴν αἵρεσιν εἰσιόν- τας δημεύειν τῷ τάγματι τὴν οὐσίαν, ὥστε ἐν ἅπασι μήτε πενίας ταπεινότητα φαίνεσθαι μήθʼ ὑπεροχὴν πλούτου, τῶν δʼ ἑκάστου κτημάτων ἀναμεμιγμιένων μίαν ὥσπερ ἀδελφοῖς ἅπασιν οὐσίαν εἶναι. κηλῖδα δὲ ὑπολαμβάνουσι τοὔλαιον, κἂν ἀλιφῇ τις ἄκων, σμή- χεται τὸ σῶμα· τὸ γὰρ αὐχμεῖν ἐν καλῷ τίθενται, λευχειμονεῖν τε διὰ παντός. χειροτονητοὶ δὲ οἱ τῶν κοινῶν ἐπιμεληταί, καὶ αἱρετοὶ πρὸς ἀπάντων εἰς τὰς χρείας ἕκαστοι. μία δὲ οὐκ ἔστιν αὐτῶν πόλις, ἀλλʼ ἐν ἑκάστῃ κατοικοῦσι πολλοί. καὶ τοῖς ἑτέρωθεν ἥκουσιν αἱρετισταῖς ἀναπέπταται τὰ παρʼ αὐτοῖς, παὶ οἱ πρῶτον ἰδόντες εἰσίασιν ὡς πρὸς συνήθεις. διʼ ὃ οὐδὲν ἐπικομιζόμενοι ἀποδημοῦσιν ἀναλωμάτων ἕνε- κα. οὔτε δὲ ἐσθῆτα οὔτε ὑποδήματα ἀμείβουσι πρὶν διαρραγῆναι πρότερον παντάπασιν ἢ δαπανηθῆναι τῷ χρόνῳ. οὐδʼ ἀγοράζουσίν τι οὐδὲ πωλοῦσιν, ἀλλὰ τῷ χρῄζοντι διδοὺς ἕκαστος τὸ παρʼ ἑαυτοῦ τὸ παρʼ ἐκείνου χρήσιμον ἀντικομίζεται. καὶ χωρὶς δὲ τῆς ἀντιδόσεως ἀκώλυτος ἡ μετάληψις αὐτοῖς παρʼ ὧν ἂν ἐθέλωσιν.

  64. 4.12.1

    πρός γε μὴν τὸ θεῖον ἰδίως εὐσεβεῖς. πρὶν γὰρ ἀνασχεῖν τὸν ἣλιον οὐδὲν φθέγγονται τῶν βεβήλων, πατρίους δέ τινας εἰς αὐτὸν εὐχάς, ὥσπερ ἱκετεύοντες ἀνατεῖλαι. μετὰ ταῦτα πρὸς ἅς ἕκαστοι τέχνας ἴσασιν ὑπὸ τῶν ἐπιμελητῶν ἀφίενται, καὶ μέχρι πέμπτης ὥρας ἐργασάμενοι συντόνως ἔπειτα πάλιν εἰς ἕν ἀθροίζονται χωρίον, ζωσάμενοί τε σκε- πάσμασι λινοῖς οὕτως ἀπολούονται τὸ σῶμα ψυχροῖς ὕδασι, καὶ μετὰ ταύτην τὴν ἁγνείαν εἰς ἴδιον οἴκημα συνίασιν, ἔνθα μηδενὶ τῶν ἑτεροδόξων ἐπιτέτραπται παρελθεῖν· αὐτοί τε καθαροὶ καθάπερ εἰς ἅγιόν τι τέμενος παραγίνονται τὸ δειπνητήριον. καθισάντων δὲ μεθʼ ἡσυχίας ὁ μὲν σιτοποιὸς ἐν τάξει παρατίθη- σιν ἄρτους, ὁ δὲ μάγειρος ἓν ἀγγεῖον ἐξ ἑνὸς ἐδέ- σματος ἑκάστῳ. προκατεύχεται δʼ ὁ ἱερεὺς τῆς τρο- φῆς ἁγνῆς οὔσης καὶ καθαρᾶς, καὶ γεύσασθαί τινα πρὶν τῆς εὐχῆς ἀθέμιτον· ἀριστοποιησάμενος δʼ ἐπεύ- χεται πάλιν, ἀρχόμενοί τε καὶ παυόμενοι γεραίρουσι τὸν θεόν. ἔπειθʼ ὡς ἱερὰς καταθέμενοι τὰς ἐσθῆτας πάλιν ἐπʼ ἔργα μέχρι δείλης τρέπονται. δειπνοῦσι δʼ ὑποστρέψαντες ὁμοίως, συγκαθεζομένων τῶν ξέ- νων, εἰ τύχοιεν αὐτοῖς παρόντες. οὔτε δὲ κραυγή ποτε τὸν οἶκον οὔτε θόρυβος μιαίνει, τὰς δὲ λαλιὰς ἐν τάξει παραχωροῦσιν ἀλλήλοις, καὶ τοῖς ἔξωθεν ὡς μυστήριόν τι φρικτὸν ἡ τῶν ἔνδον σιωπὴ καταφαί- νεται. τούτου δʼ σἴτιον ἡ διηνεκὴς νῆψις καὶ τὸ με- τρεῖσθαι παρʼ αὐτοῖς τροφὴν καὶ ποτὸν μέχρι κόρου. τῷ δὲ ζηλοῦντι τὴν αἵρεσιν οὐκ εὐθὺς ἡ πάροδος, ἀλλʼ ἐπʼ ἐνιαυτὸν ἔξω μένοντι τὴν αὐτὴν ὑποτίθεν- ται δίαιταν, ἀξινάριόν τε καὶ περίζωμα δόντες καὶ λευκὴν ἐσθῆτα. ἐπειδὰν δὲ τούτῳ τῷ χρόνῳ πεῖραν ἐγκρατείας δῷ, πρόσεισι μὲν ἔγγιον τῇ διαίτῃ καὶ καθαρώτερον τῶν πρὸς ἁγνείαν ὑδάτων μεταλαμβά- νει, παραλαμβάνεται δὲ εἰς τὰς συμβιώσεις οὐδέπω μετὰ γὰρ τὴν τῆς καρτερίας ἐπίδειξιν δυσὶν ἄλλοις ἔτεσι τὸ ἦθος δοκιμάζεται, καὶ φανεὶς ἄξιος οὕτως εἰς τὸν ὅμιλον ἐγκρίνεται·

  65. 4.13.1

    πρὶν δὲ τῆς κοινῆς ἅψα- σθαι τροφῆς, ὅρκους αὐτοῖς ὄμνυσι φρικώδεις, πρῶ- τον μὲν εὐσεβήσειν τὸ θεῖον, ἔπειτα τὰ πρὸς ἀνθρώ- πους δίκαια φυλάξειν καὶ μήτε κατὰ γνώμην βλάψειν τινὰ μήτʼ ἐξ ἐπιτάγματος, μισήσειν δὲ ἀεὶ τοὺς ἀδί- κους καὶ συναγωνιεῖσθαι τοῖς δικαίοις, τὸ πιστὸν πᾶσι μὲν παρέξειν, μάλιστα δὲ τοῖς κρατοῦσιν· οὐ γὰρ δίχα θεοῦ περιγίνεσθαί τινι τὸ ἄρχειν. κἂν αὐ- τὸς ἄρχῃ, μηδεπώποτε ἐξυβρίσαι εἰς τὴν ἐξουσίαν, μηδὲ ἐσθῆτι ἢ τινι πλείονι κόσμῳ τοὺς ὑποτεταγμέ- νους ὑπερλαμπρύνεσθαι, τὴν ἀλήθειαν ἀγαπᾶν ἀεὲ καὶ τοὺς ψευδομένους προβάλλεσθαι· χεῖρας κλοπῆς καὶ ψυχὴν ἀνοσίου κέρδους καθαρὰν φυλάξειν καὶ μήτε κρύψειν τι τοὺς αἱρετιστὰς μήθʼ ἑτέροις αὐτῶν τι μηνύσειν, κἂν μέχρι θανάτόυ τις βιάζηται. πρὸς δὲ τούτοις ὄμνυσι μηδενὶ μὲν μεταδοῦναι τῶν δογμιά- των ἑτέρως ἢ ὡς αὐτὸς παρέλαβεν, ἀφέξεσθαι δὲ λῃ- στείας, καὶ συντηρήσειν ὁμοίως τά τε τῆς αἱρέσεως αὐτῶν βιβλία καὶ τὰ τῶν ἀγγέλων ὀνόματα. τοιοῦ- τοι μὲν οἱ ὅρκοι· οἱ δʼ ἁλόντες καὶ οἱ ἐκβληθέντες κακῷ μόρῳ φθείρονται. τοῖς γὰρ ὅρκοις καὶ τοῖς ἔθεσιν ἐνδεδεμένοι οὐδὲ τῆς παρὰ τοῖς ἄλλοις τροφῆς δύνανται μεταλαμβάνειν, ποηφαγοῦντες δὲ καὶ λιμῷ τὸ σῶμα διαφθειρόμενοι ἀπόλλυνται. διʼ ὃ δὴ πολ- λοὺς ἐλεήσαντες ἐν ταῖς ἐσχάταις ἀνάγκαις ἀνέλαβον, ἱκανὴν τιμωρίαν δεδωκέναι νομίζοντες ἐπὶ τοῖς ἁμαρ- τήμασι τὴν μέχρι θανάτου βάσανον. τὴν δὲ σκαλίδα διδόασι τοῖς μέλλουσιν αἱρετισταῖς, ἐπεὶ καὶ αὐτοὶ ἄλλως οὐ θακεύουσιν ἢ βόθρον ὀρύξαντες εἰς βάθος ποδιαῖον, περικαλύψαντές τε θοἱματίῳ, ὡς μὴ ταῖς αὐγαῖς ἐνυβρίζειν τοῦ θεοῦ. τοσαύτη δʼ ἐστὶν αὐ- τῶν ἡ λιτότης ἡ περὶ τὴν δίαιταν καὶ ὀλιγότης, ὡς τῇ ἑβδομάδι μὴ δεῖσθαι κενώσεως, ἣν τηρεῖν εἰώ- θασιν εἰς ὕμνους τῷ θεῷ καὶ εἰς ἀνάπαυσιν. ἐκ δὲ τῆς ἀσκήσεως ταύτης τοσαύτην πεποίηνται τὴν καρ- τερίαν, ὡς στρεβλούμενοι καὶ λυγιζόμενοι καὶ καό- μενοι καὶ διὰ πάντων ὁδεύοντες τῶν βασανιστηρίων ὀργάνων, ἵνʼ ἢ βλασφημήσωσι τὸν νομοθέτην ἢ φά- γωσί τι τῶν ἀσυνήθων, οὐδέτερον ὑπομένειν. διέ- δειξαν δὲ τοῦτο ἐν τῷ πρὸς Ῥωμαίους πολέμῳ, ἐπεὶ οὐδὲ κολακεῦσαι τοὺς αἰκιζομένους ἢ δακρῦσαι ὑπο- μένουσι, μειδιῶντες δʼ ἐν ταῖς ἀλγηδόσι καὶ κατειρω- νευόμενοι τῶν τὰς βασάνους προσφερόντων εὔθυμοι τὰς ψυχὰς ἠφίεσαν, ὡς πάλιν κομιούμενοι· καὶ γὰρ ἔρρωται παρʼ αὐτοῖς ἥδε ἡ δόξα, φθαρτὰ μὲν εἶναι τὰ σώματα καὶ τὴν ὕλην οὐ μόνιμον αὐτῶν, τὰς δὲ ψυχὰς ἀθανάτους ἀεὶ διαμένειν, καὶ συμπλέκεσθαι μὲν ἐκ τοῦ λεπτοτάτου φοιτώσας αἰθέρος, ῥύμῃ φυ- σικῇ κατασπωμένας· ἐπειδὰν δὲ ἀνεθῶσι τῶν κατὰ σάρκα δεσμῶν, οἷον δὴ μακρᾶς δουλείας ἀπηλλαγμέ- νας, τότε χαίρειν καὶ μετεώρους φέρεσθαι. ἀπὸ δὴ τῆς τοιαύτης διαίτης καὶ τῆς πρὸς ἀλήθειαν καὶ τὴν εὐσέβειαν ἀσκήσεως εἰκότως ἐν αὐτοῖς πολλοί, οἵ καὶ τὰ μέλλοντα προγινώσκουσιν, ὡς ἄν βίβλοις ἱεραῖς καὶ διαφόροις ἁγνείαις καὶ προφητῶν ἀποφθέγμασιν ἐμπαιδοτριβούμενοι. σπάνιον δέ, εἴ ποτε ἐν ταῖς προαγορεύσεσιν ἀστοχοῦσι. τοιοῦτο μὲν τὸ τῶν Ἐσ- σαίων παρὰ τοῖς Ἰουδαίοις τάγμα.

  66. 4.14.1

    πᾶσί γε μὴν ἀπη- γόρευτο ὑὸς ἐσθίειν ἢ ἰχθύων τῶν ἀφολιδώτων, ἃ σελάχια καλοῦσιν Ἕλληνες, τι τῶν μωνύχων ζῴων. ἀπηγόρευτο δὲ καὶ μηδὲ τὰ ἱκετεύοντα καὶ οἷον προσ- φεύγοντα ταῖς οἰκίαις ἀναιρεῖν, οὐχ ὅτι μὴ ἐσθίειν. οὐδὲ νεοττοῖς ἐπέτρεψεν ὁ νομοθέτης τοὺς γονέας συν- εξαιρεῖν, φείδεσθαι δὲ κελεύει κἀν τῇ πολεμίᾳ τῶν συνεργαζομένων ζῴων καὶ μὴ φονεύειν. καὶ οὐκ ἐφο- βήθη μὴ πληθῦναν τὸ γένος τῶν μὴ θυομένων ζῴων λιμὸν ἐργάσηται τοῖς ἀνθρώποις· ᾔδει γὰρ πρῶτον μὲν ὅτι τὰ πολύτοκα ὀλιγοχρόνια, ἔπειτα ὡς πολὺ τὸ ἀπολλύμενον, ὅταν μὴ τύχῃ τῆς ἐξ ἀνθρώπων ἐπι- μελείας, καὶ μὴν καὶ ὅτι ἔστιν ἄλλα ζῷα, ἃ τῷ πλη- θύνοντι ἐπιτίθεται. τεκμήριον δέ, ὅτι πολλῶν ἀπε- χόμεθα, οἷον σαυρῶν, σκωλήκων, μυῶν, ὄφεων, κυ- νῶν, καὶ ὅμως οὐ δέος μὴ ἐκ τῆς ἀποχῆς λιμώττον- τες διαφθαρῶμεν πληθυνόντων. ἔπειτα οὐ ταὐτὸν τὸ ἐσθίειν τῷ φονεύειν, ἐπεὶ καὶ τούτων ἀναιροῦν- τες τὰ πολλὰ οὐδενὸς ἔτι γευόμεθα.

  67. 4.15.1

    καὶ μὴν καὶ τοὺς Σύρους ἱστοροῦσι τὸ παλαιὸν ἀπέχεσθαι τῶν ζῴων καὶ διὰ τοῦτο μηδὲ τοῖς θεοῖς θύειν, ὕστερον δὲ θῦσαι μὲν εἰς ἀποτροπήν τινων κακῶν, αὐτοὺς δὲ μηδὲ ὅλως προσίεσθαι τὴν σαρκοφαγίαν. προἴόντος δὲ τοῦ χρόνου, ὡς φησὶ Νεάνθης ὁ Κυζικηνὸς καὶ Ἀσκληπιάδης ὁ Κύπριος, κατὰ Πυγμαλίωνα τὸν γένει μὲν Φοίνικα, βασιλεύσαντα δὲ Κυπρίων τὴν σαρκο- φαγίαν παραδεχθῆναι ἐκ τοιαύτης παρανομίας. λέγει δὲ ὁ Ἀσκληπιάδης ἐν τῷ περὶ Κύπρου καὶ Φοινίκης ταῦτα. τὸ μὲν γὰρ πρῶτον οὐκ ἐθύετο τοῖς θεοῖς οὐδὲν ἔμψυχον, ἀλλʼ οὐδὲ νόμος ἦν περὶ τούτου διὰ τὸ νόμῳ φυσικῷ κεκωλῦσθαι· ὑπὸ δέ τινας καιροὺς πρῶτον ἱερεῖον θῦσαι μυθεύονται, ψυχὴν ἀντὶ ψυ- χῆς αἰτουμένους. εἶτα τούτου γενομένου ὁλοκαυτί- ζειν τὸ τυθέν. ὕστερον δέ ποτε φλεγομένου τοῦ ἱε- ρείου πεσεῖν σάρκα εἰς γῆν, ἥν ἀνελόντα τὸν ἱερέα καὶ κατακαιόμενον ἀβουλήτως προσαγαγεῖν τῷ στό- ματι τοὺς δακτύλους, ἀκούμενον τὴν κατάκαυσιν. γευσάμενον δὲ τῆς κνίσσης ἐπιθυμῆσαι καὶ μὴ ἀπο- σχέσθαι, ἀλλὰ καὶ τῇ γυναικὶ μεταδοῦναι. γνόντα δὲ τοῦτο τὸν Πυγμαλίωνα αὐτόν τε καὶ τὴν γυναῖκα κατὰ κρημνῶν ἀφεῖναι, ἑτέρῳ δὲ τὴν ἱερωσύνην πα- ραδοῦναι, ὅς οὐ πολλοῦ χρόνου διαλιπόντος τὴν μὲν αὐτὴν θυσίαν ἔτυχε ποιούμενος, ὅτι δὲ τῶν αὐτῶν κρεῶν ἔφαγε, ταῖς αὐταῖς ἐκείνῳ συμφοραῖς περιέ- πιπτεν. ἐπὶ πλέον δὲ τοῦ πράγματος προβαίνοντος καὶ τῶν ἀνθρώπων τῇ θυσίᾳ χρωμένων καὶ διὰ τὴν ἐπιθυμίαν οὐκ ἀπεχομένων, ἀλλὰ τῆς σαρκὸς ἁπτο- μένων, οὕτω δὴ ἀποστῆναι τοῦ κολάζειν. τὸ μέντοι τῶν ἰχθύων ἀπέχεσθαι ἄχρι τῶν Μενάνδρου χρόνων τοῦ κωμικοῦ διέμεινεν· λέγει γάρ· παράδειγμα τοὺς Σύρους λάβε· ὅταν φάγωσʼ ἰχθὺν ἐκεῖνοι διά τινα αὑτῶν ἀκρασίαν, τοὺς πόδας καὶ τὴν γαστέρα οἰδοῦσιν, ἔλαβον σακίον, εἶτʼ εἰς τὴν ὁδὸν ἐκάθισαν αὐτοὺς ἐπὶ κόπρου καὶ τὴν θεὸν ἐξιλάσαντο τοῦ ταπεινῶσαι σφόδρα.

  68. 4.16.1

    παρὰ γε μὴν τοῖς Πέρσαις οἱ περὶ τὸ θεῖον σοφοὶ καὶ τούτου θεράποντες μάγοι μὲν προσαγορεύονται· τοῦτο γὰρ δηλοῖ κατὰ τὴν ἐπιχώριον διάλεκτον ὁ μά- γος· οὕτω δὲ μέγα καὶ σεβάσμιον γένος τοῦτο παρὰ Πέρσαις νενόμισται, ὥστε καὶ Δαρεῖον τὸν Ὑστάσπου ἐπιγράψαι τῷ μνήματι πρὸς τοῖς ἄλλοις ὅτι καὶ μα- γικῶν γένοιτο διδάσκαλος. διῄρηντο δὲ οὗτοι εἰς γένη τρία, ὡς φησὶν Εὒβουλος ὁ περὶ τὴν τοῦ Μί- θρα ἱστορίαν ἐν πολλοῖς βιβλίοις ἀναγράψας, ὧν οἱ πρῶτοι καὶ λογιώτατοι οὔτʼ ἐσθίουσιν ἔμψυχον οὔτε φονεύουσιν, ἐμμένουσι δὲ τῇ παλαιᾷ τῶν ζῴων ἀπο- χῇ· οἱ δὲ δεύτεροι χρῶνται μέν, οὐ μέντοι τῶν ἡμέ- ρων ζῴων τι κτείνουσιν· οὐδʼ οἱ τρίτοι ὁμοίως τοῖς ἄλλοις ἐφάπτονται πάντων· καὶ γὰρ δόγμα πάντων ἐστὶ τῶν πρώτων τὴν μετεμψύχωσιν εἶναι, ὅ καὶ ἐμ- φαίνειν ἐοίκασιν ἐν τοῖς τοῦ Μίθρα μυστηρίοις. τὴν γὰρ κοινότητα ἡμῶν τὴν πρὸς τὰ ζῷα αἰνιττόμενοι διὰ τῶν ζῴων ἡμᾶς μηνύειν εἰώθασιν· ὡς τοὺς μὲν μετέχοντας τῶν μὐιῶν ὀργίων μύστας λέοντας καλεῖν, τὰς δὲ γυναῖκας λεαίνας, τοὺς δὲ ὑπηρετοῦντας κό- ρακας. ἐπί τε τῶν πατέρων ... ἀετοὶ γὰρ οὗτοι καὶ ἱέρακες προσαγορεύονται. ὅ τε τὰ λεοντικὰ παρα- λαμβάνων περιτίθεται παντοδαπὰς ζῴων μορφάς· ὧν τὴν αἰτίαν ἀποδιδοὺς Πάλλας ἐν τοῖς περὶ τοῦ Μί- θρα τὴν κοινὴν φησὶ φορὰν οἴεσθαι, ὡς πρὸς τὴν τοῦ ζωδιακοῦ κύκλου ἀποτείνειν· τὴν δὲ ἀληθινὴν ὑπό- ληψιν καὶ ἀκριβῆ περὶ τῶν ἀνθρωπίνων ψυχῶν αἰ- νίττεσθαι, ἅς παντοδαποῖς περιέχεσθαι σώμασι λέ- γουσι. καὶ γὰρ Δατίνων τινὰς τῇ σφῶν διαλέκτῳ ἄπρους καὶ σκώπρους λασούρους τε καὶ μερούλους καλεῖν. καὶ θεοὺς δὲ τούτους δημιουργοὺς οὕτω προσ- ηγόρευσαν· τὴν μὲν Ἄρτεμιν λύκαιναν, τὸν δὲ Ἥλιον σαῦρον, λέοντα, δράκοντα, ἱέρακα, τὴν δʼ Ἑκάτην ἵππον, ταῦρον, λέαιναν, κύνα. τῆς δὲ Φερρεφάττης παρὰ τὸ φέρβειν τὴν φάτταν φασὶν οἱ πολλοὶ τοὔ- νομα τῶν θεολόγων· ἱερὸν γὰρ αὐτῆς ἡ φάττα. διʼ ὃ καὶ αἱ τῆς Μαίας ἱέρειαι ταύτην αὐτῇ ἀνατιθέασι. Μαῖα δὲ ἡ αὐτὴ τῇ Φερσεφόνῃ ὡς ἄν μαῖα καὶ τρο- φὸς οὖσα· χθονία γὰρ ἡ θεὸς καὶ Δημήτηρ ἡ αὐτή. καὶ τὸν ἀλεκτρυόνα δὲ ταύτῃ ἀφιέρωσαν. διʼ ὅ καὶ ἀπέχονται οἱ ταύτης μύσται ὀρνίθων ἐνοικιδίων. παρ- αγγέλλεται γὰρ καὶ Ἐλευσἳνι ἀπέχεσθαι καὶ κατοι- κιδίων ὀρνίθων καὶ ἰχθύων καὶ κυάμων ῥοιᾶς τε καὶ μήλων, ·καὶ ἐπʼ ἴσης μεμίανται τό τε λεχοῦς ἅψασθαι καὶ τὸ θνησειδίων. ὅστις δὲ φασμάτων φύσιν ἱστό- ρησεν, οἶδε καθʼ ὅν λόγον ἀπέχεσθαι χρὴ πάντων ὀρνίθων, καὶ μάλιστα ὅταν σπεύδῃ τις ἐκ τῶν χθο- νίων ἀπαλλαγῆναι καὶ πρὸς τοὺς οὐρανίους θεοὺς ἱδρυνθῆναι. ἀλλʼ ἡ κακία, ὅπερ πολλάκις ἔφαμεν, ἱκανὴ συναγορεύειν ἑαυτῇ, καὶ μάλιστα ὅταν ἐν οὐκ εἰδόσι ποιῆται τοὺς λόγους. διὰ γὰρ τοῦτο οἱ μέτριοι τῶν κακῶν ματαιολογίαν ἡγοῦνται τὴν τοιαύτην παρ- αίτησιν καὶ τὸ δὴ λεγόμενον γραῶν ὕθλον, οἱ δὲ δεισιδαιμονίαν· οἱ δʼ ἐπίδοσιν ἐν τῇ σφῶν πονηρίᾳ πεποιημένοι ἕτοιμοι οὐ μόνον βλασφημεῖν κατὰ τῶν ταῦτα παραινούντων τε καὶ ὑποδεικνύντων, ἀλλʼ ἤδη καὶ ἁγνὸν εἰς γοητείαν καὶ τῦφον διαβάλλειν. ἀλλʼ οὗτοι μὲν δίκας καὶ παρὰ θεοῖς καὶ παῤ ἀνθρώποις ὧν ἁμαρτάνουσιν ἐκτίνοντες αὐτῇ πρῶτον τῇ τοιαύ- τῃ διαθέσει ἱκανὴν τιμωρίαν διδόασιν. ἡμεῖς δʼ ἔτι τῶν ἀλλοφύλων ἐθνῶν ἑνὸς μνημονεύσαντες ἐνδόξου τε καὶ δικαίου περί τε τὰ θεῖα πεπιστευμένου εὐσε- βοῦς, ἐπʼ ἄλλα μεταβησόμεθα.

  69. 4.17.1

    Ἰνδῶν γὰρ τῆς πολι- τείας εἰς πολλὰ νενεμημένης, ἔστι τι γένος παῤ αὐ- τοῖς τὸ τῶν θεοσόφων, οὓς γυμνοσοφιστὰς καλεῖν εἰώθασιν Ἕλληνες. τούτων δὲ δύο αἱρέσεις· ὧν τῆς μὲν Βραχμᾶνες προΐστανται, τῆς δὲ Σαμαναῖοι. ἀλλʼ οἱ μὲν Βραχμᾶνες ἐκ γένους διαδέχονται ὥσπερ ἱερα- τείαν τὴν τοιαύτην θεοσοφίαν, Σαμαναῖοι δὲ λογά- δες εἰσὶν κὰκ τῶν βουληθέντων θεοσοφεῖν συμπλη- ρούμενοι. ἔχει δὲ τὰ κατʼ αὐτοὺς τοῦτον τὸν τρόπον, ὡς Βαρδησάνης ἀνὴρ Βαβυλώνιος ἐπὶ τῶν πατέρων ἡμῶν γεγονὼς καὶ ἐντυχὼν τοῖς περὶ Δάνδαμιν πε- πεμμένοις Ἰνδοῖς πρὸς τὸν Καίσαρα ἀνέγραψεν. πάν- τες γὰρ Βραχμᾶνες ἑνός εἰσι γένους· ἐξ ἑνὸς γὰρ πα- τρὸς καὶ μιᾶς μητρὸς πάντες κατάγουσι· Σαμαναῖοι δὲ οὐκ εἰσὶ τοῦ αὐτοῦ γένους, ἀλλʼ ἐκ παντὸς τοῦ τῶν Ἰνδῶν ἔθνους, ὡς ἔφαμεν, συνειλεγμένοι· οὔτε δὲ βασιλεύεται Βραχμὰν οὔτε συντελεῖ τι τοῖς ἄλλοις. τούτων δὲ οἱ φιλόσοφοι οἱ μὲν ἐν ὄρει οἰκοῦσιν, οἱ δὲ περὶ Γάγγην ποταμόν. σιτοῦνται δὲ οἱ μὲν ὄρειοι τήν τε ὀπώραν καὶ γάλα βόειον βοτάναις παγέν, οἱ δὲ περὶ τὸν Γάγγην ἐκ τῆς ὀπώρας, ἣ πολλὴ περὶ τὸν ποταμὸν γεννᾶται. φέρει δὲ ἡ γῆ σχεδὸν καρ- πὸν ἀεὶ νέον καὶ μέντοι καὶ τὴν ὄρυζαν πολλήν τε καὶ αὐτόματον, ᾗ χρῶνται ὅταν τὸ τῆς ὀπώρας ἐπιλίπῃ. τὸ δʼ ἄλλου τινὸς ἅψασθαι ἢ ὅλως θι- γεῖν ἐμψύχου τροφῆς ἴσον καὶ τῇ ἐσχάτῃ ἀκαθαρ- σίᾳ τε καὶ ἀσεβείᾳ νενόμισται. καὶ τοῦτο αὐτοῖς τὸ δόγμα· θρησκεύουσί τε τὸ θεῖον καὶ εὐσεβοῦσι περὶ αὐτὸ καθορῶνται. τὸν τοίνυν χρόνον τῆς ἡμέρας καὶ τῆς νυκτὸς τὸν πλεῖστον εἰς ὕμνους τῶν θεῶν ἀπέ- νειμαν καὶ εὐχάς, ἑκάστου ἰδίαν καλύβην ἔχοντος καὶ ὡς ἔνι μάλιστα ἰδιάζοντος. κοινῇ γὰρ Βραχμᾶνες μέν ειν οὐκ ἀνέχονται οἰ δὲ πολλὰ διαλέγεσθαι· ἀλλʼ ὅταν συμβῇ τοῦτο, ἀναχωρήσαντες ἐπὶ πολλὰς ἡμέρας οὐ φθέγγονται, πολλάκις δὲ καὶ νηστεύουσι. Σαμα- ναῖοι δὲ εἰσὶ μέν, ὡς ἔφαμεν, λογάδες. ὅταν δὲ μέλλῃ εἰς τὸ τάγμα τις ἐγγράφεσθαι, πρόσεισι τοῖς ἄρ- χουσι τῆς πόλεως, ὅπου δʼ ἂν τύχῃ τῆς πόλεως ἢ τῆς κώμης, καὶ τῶν κτημάτων ἐξίσταται πάσης τε τῆς ἄλλης οὐσίας, ξυράμενος δὲ τοῦ σώματος τὰ περιττὰ λαμβάνει στολὴν ἄπεισί τε πρὸς Σαμαναίους, οὔτε πρὸς γυναῖκα οὔτε πρὸς τέκνα, εἰ τύχοι κεκτημένος, ἐπιστροφὴν ἤ τινα λόγον ἔτι ποιούμενος ἠ πρὸς αὑ- τὸν ὅλως νομίζων. καὶ τῶν μὲν τέκνων ὁ βασιλεὺς κήδεται, ὅπως ἔχωσι τὰ ἀναγκαῖα, τῆς δὲ γυναικὸς οἱ οἰκεῖοι. ὁ δὲ βίος τοῖς Σαμαναίοις ἐστὶ τοιοῦτος. ἔξω τῆς πόλεως διατρίβουσι διημερεύοντες ἐν τοῖς περὶ τοῦ θείου λόγοις, ἔχουσι δὲ οἴκους καὶ τεμένη ὑπὸ τοῦ βασιλέως οἰκοδομηθέντα, ἐν οἷς οἰκονόμοι εἰσὶν ἀπότακτόν τι λαμβάνοντες παρὰ τοὐ βασιλέως εἰς τροφὴν τῶν συνιόντων. ἡ δὲ παρασκευὴ γίνεται ὀρύζης καὶ ἄρτων καὶ ὀπώρας καὶ λαχάνων. καὶ εἰσ- ελθόντων εἰς τὸν οἶκον ὑπὸ σημαίνοντι κώδωνι οἱ μὴ Σαμαναῖοι ἐξίασιν, οἱ δὲ προσεύχονται. εὐξαμέ- νων δὲ πάλιν διακωδωνίζει καὶ οἱ ὑπηρέται ἑκάστῳ τρυβλίον δόντες (δύο γὰρ ἐκ ταὐτοῦ οὐκ ἐσθίουσι) τρέφουσιν αὐτοὺς τῇ ὀρύζῃ· τῷ δὲ δεομένῳ ποικιλίας προστίθεται λάχανον ἢ τῆς ὀπώρας τι. τραφέντες δὲ συντόμως ἐπὶ τὰς αὐτὰς διατριβὰς ἐξίασιν. ἀγύναιοι δʼ εἰσὶ πάντες καὶ ἀκτήμονες, καὶ τοσοῦτον αὐτῶν τε καὶ τῶν Βραχμάνων σέβας ἔχουσιν οἱ ἄλλοι, ὥστε καὶ τὸν βασιλέα ἀφικνεῖσθαι παρʼ αὐτοὺς καὶ ἱκε- τεύειν εὔξασθαί τι καὶ δεηθῆναι ὑπὲρ τῶν καταλαμ- βανόντων τὴν χώραν συμβουλεῦσαι τὸ πρακτέον.

  70. 4.18.1

    αὐτοὶ δὲ οὕτω πρὸς θάνατον διάκεινται, ὡς τὸν μὲν τοῦ ζῆν χρόνον ὥσπερ ἀναγκαίαν τινὰ τῇ φύσει λει- τουργίαν ἀκουσίως ὑπομένειν, σπεύδειν δὲ τὰς ψυ- χὰς ἀπολῦσαι τῶν σωμάτων. καὶ πολλάκις, ὅταν εὖ ἔχειν σκέψωνται, μηδενὸς αὐτοὺς ἐπείγοντος κακοῦ μηδὲ ἐξελαύνοντος ἐξίασι τοῦ βίου, προειπόντες μέν- τοι τοῖς ἄλλοις· καὶ ἔστιν οὐδεὶς ὁ κωλύσων, ἀλλὰ πάντες αὐτοὺς εὐδαιμονίζοντες πρὸς τοὺς οἰκείους τῶν τεθνηκότων ἐπισκήπτουσί τινα. οὕτως βεβαίαν καὶ ἀληθεστάτην αὐτοί τε καὶ οἱ πολλοὶ ταῖς ψυχαῖς τὴν μετʼ ἀλλήλων εἶναι δίαιταν πεπιστεύκασιν. οἱ δʼ ἐπειδὰν ὑπακούσωσι τῶν ἐντεταλμένων αὐτοῖς, πυρὶ τὸ σῶμα παραδόντες, ὅπως δὴ καθαρωτάτην ἀποκρίνωσι τοῦ σώματος τὴν ψυχήν, ὑμνούμενοι τε- λευτῶσι· ῥᾷον γὰρ ἐκείνους εἰς τὸν θάνατον οἱ φίλ- τατοι ἀποπέμπουσιν ἢ τῶν ἄλλων ἀνθρώπων ἕκαστοι τοὺς πολίτας εἰς μηκίστας ἀποδημίας. καὶ σφᾶς μὲν αὐτοὺς δακρύουσιν ἐν τῷ ζῆν διαμείναντας, ἐκείνους δὲ μακαρίζουσι τὴν ἀθάνατον λῆξιν ἀπολαμβάνοντας, καὶ οὐδεὶς οὔτε παρὰ τούτοις οὔτε παρὰ τοῖς ἄλλοις τοῖς εἰρημένοις σοφιστὴς προελθών, οἷοι βροτοὶ νῦν παρʼ Ἕλλησιν, ἀπορεῖν ἔδοξε λέγων, ἐὰν ὑμᾶς πάν- τες μιμήσωνται, τί ἡμῖν ἔσται; οὐδὲ διὰ τούτους συν- εχύθη τὰ τῶν ἀνθρώπων· οὔτε γὰρ ἐμιμήσαντο πάν- τες, οἵ τε μιμούμενοι εὐνομίας μᾶλλον, οὐ συγχύ- σεως τοῖς ἔθνεσι γεγόνασιν αἴτιοι. καὶ μὴν οὐδὲ ὁ νόμος τούτους ἠνάγκασεν, ἀλλὰ τοῖς ἄλλοις ἐπιτρέ- ψας σιτεῖσθαι κρέασι τούτους αὐτονόμους εἴασε καὶ ἐσέφθη ὡς αὐτοῦ κρείττονας, οὐ μὴν ὡς ἀδικίας κατ- άρχοντας ὑπήγαγε τῇ παρʼ αὐτοῦ δίκῃ, ἀλλὰ τοὺς ἑτέρους. πρὸς μέντοι τοὺς ἐρωτῶντας “τί ἔσται μι- μησαμένων πάντων τοὺς τοιούτους;ʼʼ ῥητέον τὸ τοῦ Πυθαγόρου· καὶ γὰρ βασιλέων πάντων γενομένων δυσδιέξακτος ὁ βίος, φησίν, ἔσται, καὶ οὐ δήπου φευκτέον τὸ τῆς βασιλείας· καὶ σπουδαίων ἁπάντων οὐκ ἔστιν εὑρεῖν πολιτείας διέξοδον τηρούσας τὴν ἀξίαν τῇ σπουδαιότητι, καὶ οὐ δήπου τοσοῦτον ἄν τις μανείη, ὡς μὴ πᾶσιν ἐπιβάλλειν ἡγεῖσθαι σπουδαίοις εἶναι προθυμεῖσθαι. πολλὰ μέντοι καὶ ἄλλα ὁ νόμος τῷ μὲν χυδαίῳ συνεχώρησεν, οὐχ ὅτι δὲ φιλοσόφῳ, ἀλλʼ οὐδὲ τῷ καλῶς πολιτευομένῳ ἐπέτρεψεν. οὐδὲ γὰρ ἐκ πάσης τέχνης παραδέξαιτʼ ἂν εἰς τὸ πολίτευμα, καίτοι οὐκ ἐκώλυσε μὴ μετιέναι τὰς τέχνας, οὐδʼ ἐκ παντὸς ἐπιτηδεύματος, καὶ ὅμως τοὺς ἐκ τῶν βαναύ- σων ἄρχειν ἀπείργει, ὅλως τε ἐν αἷς δικαιοσύνης χρεία καὶ τῆς ἄλλης ἀρετῆς, τῆς προστατείας κωλύει. ἐπεὶ οὐδʼ ἑταίραις ὁμιλεῖν ἀπαγορεύει τοῖς πολλοῖς, ἀλλὰ καὶ πραττόμενος τὰς ἑταίρας τὸ μίσθωμα, ἐπο- νείδιστον ἡγεῖται μετρίοις ἀνδράσι καὶ αἰσχρὰν τὴν πρὸς ταύτας ὁμιλίαν· τό τʼ ἐν καπηλείοις διαζῆν οὐ κεκώλυκεν ὁ νόμος, καὶ ὅμως ἐπονείδιστον τῷ με- τρίῳ. τοιοῦτον οὖν τι καὶ τὸ τῆς διαίτης φαίνεται· καὶ οὐχ ἥτις τοῖς πολλοῖς συγκεχώρηται, ταύτην ἄν τις καὶ τοῖς βελτίστοις συγχωρήσειε. φιλοσοφῶν δὲ ἀνὴρ μάλιστʼ ἄν τοὺς ἱεροὺς ἑαυτῷ ὑπογράψειε νό- μους, οὓς θεοί τε καὶ ἄνθρωποι ἀφώρισαν θεοἵς ἑπό- μενοι. οἱ δʼ ἱεροὶ πεφήνασι νόμοι κατὰ ἔθνη καὶ κατὰ πόλεις ἁγνείαν μὲν προστάττοντες, ἐμψύχων δὲ βρῶσιν ἀπαγορεύοντες τοῖς ἱεροῖς ἤδη καὶ εἰς πλῆ- θος πίνειν κωλύοντες ἢ διʼ εὐσέβειαν ἢ διά τινας βλάβας ἐκ τῆς τροφῆς· ὥστε ἢ τοὺς ἱερέας μιμητέον πᾶσι πειστέον τοῖς νομοθέταις. ἑκατέρως γὰρ πάν- των ἀφεκτέον τὸν νόμιμόν τε τελείως καὶ εὐσεβῶς· εἰ γὰρ κατὰ μέρος τινὲς διʼ εὐσέβειάν τινων ἀπέχον- ται, ὁ πρὸς πάντα εὐσεβὴς πάντων ἀφέξεται.

  71. 4.19.1

    μικροῦ με παρῆλθε καὶ τὸ Εὐριπίδειον παραθέσθαι, ὅς τοὺς ἐν Κρήτῃ τοῦ Διὸς προφήτας ἀπέχεσθαι φησὶ διὰ τούτων· λέγουσι δʼ οἱ κατὰ τὸν χορὸν πρὸς τὸν Μίνω· Φοινικογενοῦς παῖ τῆς Τυρίας τέκνον Εὐρώπας καὶ τοῦ μεγάλου Ζανός, ἀνάσσων Κρήτης ἑκατομπτολιέθρου· ἥκω ζαθέους ναοὺς προλιπών, οὕς αὐθιγενὴς τμηθεῖσα δοκὸς στεγανοὺς παρέχει Χαλύβῳ πελέκει καὶ ταυροδέτῳ κόλλῃ κραθεῖσʼ ἀτρεκεῖς ἁρμοὺς κυπαρίσσου. ἁγνὸν δὲ βίον τείνομεν ἐξ οὗ Διὸς Ἰδαίου μύστης γενόμην, καὶ νυκτιπόλου Ζαγρέως βροντὰς τάς τʼ ὠμοφάγους δαίτας τελέσας μητρί τʼ ὀρείῳ δᾷδας ἀνασχὼν καὶ Κουρήτων βάκχος ἐκλήθην ὁσιωθείς. πάλλευκα δʼ ἔχων εἵματα φεύγω γένεσίν τε βροτῶν καὶ νεκροθήκης οὐ χριμπτόμενος τήν τʼ ἐμψύχων βρῶσιν ἐδεστῶν πεφύλαγμαι.

  72. 4.20.1

    ἁγνείαν γὰρ ἐτίθεντο οἱ ἱεροὶ τὴν πρὸς τοὐναντίον ἀμιξίαν, μολυσμὸν δὲ τὴν μῖξιν. ὅθεν τὴν μὲν τῶν καρπῶν τροφὴν οὐκ ἐκ νεκρῶν ληφθεῖσαν οὐδὲ οὖ- σαν ἔμψυχον τῇ φύσει προσφέροντες τὰ ὑπὸ τῆς φύ- σεως διοικούμενα μὴ μιαίνεσθαι ᾤοντο, τῶν δὲ ζῴων αἰσθητικῶν ὄντων τὰς σφαγὰς καὶ ἀφαιρέσεις τῶν ψυχῶν ὡς. πρὸς τοὺς ζῶντας μιασμοὺς ἡγοῦντο, καὶ πολλῷ μᾶλλον τὸ αἰσθητικὸν γενόμενσν σῶμα ἀφῃ- ρημένον τῆς αἰσθήσεως καὶ νεκρὸν μιγνύειν τῇ αἰ- σθήσει τοῦ ζῶντος. διʼ ὅ ἐν πᾶσιν ἡ ἁγνεία ἐν ἀπο- θέσει μὲν καὶ ἀφέξει τῶν πολλῶν καὶ ἐναντίων, μονώσει δὲ καὶ λήψει τῶν οἰκείων καὶ προσφυῶν. διʼ ὅ καὶ τὰ ἀφροδίσια μιαίνει· σύνοδος γὰρ θήλεος καὶ ἄρρενος. καὶ κρατηθὲν μὲν τὸ σπέρμα ψυχῆς παρ- έσχε μίανσιν τῇ πρὸς τὸ σῶμα ὁμιλίᾳ, μὴ κρατηθὲν δὲ τῇ νεκρώσει τοῦ παρατεθέντος. ἡ δὲ πρὸς ἄρσε- νας ἀρσένων, καὶ ὅτι εἰς νεκρὸν καὶ ὅτι παρὰ φύσιν· καὶ καθάπαξ ἀφροδίσια καὶ ὀνειρώξεις, ὅτι ψυχῆς σώματι μεμιγμένης καὶ πρὸς τὴν ἡδονὴν κατασπωμέ- νης. μιαίνει δὲ καὶ τὰ πάθη τῆς ψυχῆς τῇ συμπλοκῇ τοῦ ἀλόγου, θηλυνομένου τοῦ ἐντὸς ἄρρενος. καὶ γάρ πως καὶ ὁ μολυσμὸς καὶ ἡ μίανσις δηλοῖ τὴν μῖξιν τὴν ἑτερογενοῦς πρὸς ἕτερον, καὶ μάλισθʼ ὅταν δυσέκνιπτον γένηται. ὅθεν καὶ ἐπὶ τῶν βαμμάτων, ἃ δὴ διὰ μίξεων συνίσταται, εἴδους ἄλλου ἂλλῳ συμ- πλεκομένου, μιαίνειν φασίν·

  73. 4.20.2

    ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ. καὶ ἔμπαλιν τὰς μίξεις φθορὰς οἱ ζωγράφοι λέγουσιν, ἡ δὲ συνήθεια τὸ ἄμικτον καὶ καθαρὸν ἄφθαρτον καὶ ἀκραιφνὲς καὶ ἀκήρατον. καὶ γὰρ ὕδωρ γῇ ἀναμι- χθὲν ἔφθαρται καὶ οὐκ ἔστιν ἀκραιφνές, τὸ δὲ διαρ- ρέον καὶ διαφεῦγον διακρούεται τὴν προσφερομένην γῆν, ὅταν, φησὶν ὁ Ἡσίοδος, ἀπὸ κρήνης ῥέῃ ἀενάου καὶ ἀπορρύτου, ἥτʼ ἀθόλωτος. καὶ ὑγιεινόν γε τὸ πῶμα, ὅτι ἀδιάφθορον καὶ ἄμικτον. καὶ θήλεια μὴ ἀναδεξαμένη εἰς ἑαυτὴν ἀναθυμίασιν σπέρματος ἄφθορος λέγεται· ὥστε καὶ φθορὰ καὶ μίανσις ἡ τοῦ ἐναντίου μῖξις, εἰ δὴ πρὸς τὰ ζῷα ἡ νεκρῶν καὶ ἡ πρὸς αἴσθησιν ζησάντων εἰς τὰ ζῶντα ἔνθεσις καὶ σαρκῶν νεκρῶν εἰς ζώσας εἰκότως φέρει μόλυσμα καὶ τῇ φυσικῇ ἡμῶν μίανσιν, ὥσπερ οὐ καὶ ψυχὴ ὅταν ἐνσωματῶται, μεμόλυνται. διʼ ὅ καὶ ὁ γενόμενος μιαίνεται μίξει τῆς ψυχῆς τῇ πρὸς τὸ σῶμα, καὶ ὁ ἀποθανών, ὅταν σῶμα καταλίπῃ νεκρόν, ἀλλόφφυ- λον τῷ ζῶντι καὶ ἀλλότριον. μιαίνεται δὲ καὶ ἡ ψυχὴ ὀργαῖς, ἐπιθυμίαις, πλήθει παθῶν, ὧν συναιτία πως καὶ ἡ δίαιτα. ὡς δὲ ὕδωρ διὰ πέτρας ἀπορρέον ἀδιάφθορον τοῦ διʼ ἐλῶν ἰόντος τῷ μὴ πολλὴν ἰλὺν ἀποσπᾶν, οὕτω καὶ ψυχὴ διὰ ξηροῦ σώματος καὶ μὴ χυμοῖς ἀλλοτρίων σαρκῶν ἀρδομένου τὰ ἑαυτῆς διοι- κοῦσα κρείττων καὶ ἀδιάφθορος καὶ πρὸς σύνεσιν ἑτοιμοτέρα. ἐπεὶ καὶ ταῖς μελίτταις τὸ καλὸν μέλι φασὶ φέρειν τὸ ξηρότατον καὶ δριμύτατον θύμον. μιαίνεται τοίνυν ἡ διάνοια, μᾶλλον δὲ ὁ διανοούμε- νος, ὅταν ἢ φανταστικῇ ἢ δοξαστικῇ ἀναμίγνυται καὶ ταῖς τούτων ἐνεργείαις τὰς ταύτης συγκεράσηται· καθαρμὸς δὲ ὁ πάντων τούτων χωρισμὸς καὶ ἁγνεία ἡ μόνωσις καὶ τροφὴ τὸ τηροῦν ἕκαστον ἐν τῷ εἶναι. οὕτως γὰρ καὶ λίθου τροφὴν τὸ αἴτιον τοῦ συμμέ- νειν εἴποις ἄν καὶ τοῦ ἑκτικῶς διαμένειν, καὶ φυ- τοῦ τὴν διατηροῦσαν ἐν τῷ αὔξειν καὶ καρπογονεῖν, καὶ ζῴου σώματος τὴν τηροῦσαν αὐτοῦ τὴν σύστασιν. ἄλλο δʼ ἦν τρέφειν, ἄλλο πιαίνειν, καὶ ἄλλο τὸ ἀναγ- καῖον διδόναι, ἄλλο τὸ τρυφὰς πορίζειν. διάφοροι τοίνυν αἰ τροφαὶ κατὰ τὸ διάφορον τῶν τρεφομένων. καὶ δεῖ πάντα μὲν τρέφειν, σπουδάζειν δὲ πιαίνειν τὰ ἐν ἡμῖν κυριώτατα. ψυχῆς οὖν λογικῆς τροφὴ ἡ τηροῦσα λογικήν. νοῦς δὲ αὕτη· ὥστε νῷ θρεπτέον καὶ σπουδαστέον πιαίνειν ἀπὸ τούτου ἢ ἀπὸ τῶν βρω- τῶν τὴν σάρκα. ὁ μὲν γὰρ τὴν αἰώνιον ἡμῖν ζωὴν συνέχει, τὸ δὲ σῶμα πιαινόμενον λιμώττειν τὴν ψυ- χὴν ποιεῖ τῆς μακαρίας ζωῆς καὶ τὸ θνητὸν αὔξει, παραιροῦν καὶ ἐμποδίζον πρὸς τὸν ἀθάνατον βίον, μιαίνει τε ἐνσωματοῦν τὴν ψυχὴν καὶ κατασπῶν πρὸς τὸ ἀλλότριον. ὁ δὲ μάγνης λίθος σιδήρῳ ψυχὴν δί- δωσι πλησίον γενομένῳ, καὶ ὁ βαρύτατος ἀνακουφί- ζεται σίδηρος πνεύματι προσανατρέχων λίθου. πρὸς θεὸν δὲ τίς ἀναρτηθεὶς ἀσώματόν τε καὶ νοερὸν τρο- φὴν πολυπραγμονήσει τὴν πιαίνουσαν τὸ ἐμπόδιον πρὸς νοῦν σῶμα, οὐχὶ δὲ εἰς ὀλίγον καὶ εὐπόρι- ριστον συστείλας τῆς σαρκὸς τὸ ἀναγκαῖον αὐτὸς θρέ- ψεται προσπεφυκὼς τῷ θεῷ μᾶλλον ἢ σίδηρος τῷ μάγνητι; εἰ γὰρ καὶ τῆς ἐκ τῶν καρπῶν οἷόν τʼ ἦν ἄνευ πραγμάτων τροφῆς ἀποστῆναι, εἰ μὴ τοῦτʼ ἦν ἡμῶν τῆς φύσεως τὸ φθαρτόν. εἰ γάρ, καθάπερ φησὶν Ὅμηρος, μηδὲ σίτου ἐδεήθημεν μηδὲ ποτοῦ, ἳνʼ ὄντως ἦμεν ἀθάνατοι· καλῶς τοῦτο τοῦ ποιητοῦ παραστήσαντος, ὡς οὐ μόνον τοῦ ζῆν, ἀλλὰ καὶ τοῦ ἀποθνήσκειν ἡ τροφὴ ὑπῆρχεν ἐφόδιον. εἰ οὖν μηδὲ ταύτης ἐδεήθημεν, τόσῳ ἂν ἦμεν μακαριώτεροι, ὅσῳ καὶ ἀθανατώτεροι. νῦν δʼ ἐν θνητῷ ὄντες ἔτι θνητοτέ- ρους, εἰ χρὴ οὕτως εἰπεῖν, ἀγνοοῦμεν ἑαυτοὺς ποιοῦν- τες τῇ τούτου προσέσει, οὐ πολὺ τὸ ἐνοίκιον, ὡς φησί που Θεόφραστος, τῷ σώματι διδούσης τῆς ψυχῆς τῆς ἐν αὐτῷ κατοικήσεως, ἀλλʼ ὅλην ἑαυτὴν προστιθεί- σης. ὡς εἴθε τὴν μυθευομένην ἄλιμον καὶ ἄδιψον ἦν κεκτῆσθαι, ἵνα τις τὸ διαρρέον τοῦ σώματος ἐπι- σχὼν διʼ ὀλίγου πρὸς τοῖς ἀρίστοις ἦν, πρὸς οἷσπερ ὤν καὶ θεός· ἐστι θεός. ἀλλὰ ταῦτα μὲν τί ἄν τις ἀποκλαύσαιτο πρὸς ἀνθρώπους τοσοῦτον ἐσκοτωμέ- νους, ὡς τὸ ἑαυτῶν κακὸν περιέπειν, μισεῖν δὲ πρῶ- τον μὲν ἑαυτοὺς καὶ τὸν ὄντως αὐτοὺς τεκόντα, ἔπειτα καὶ τοὺς ὑπομιμνήσκοντας κἀκ τῆς μέθης ἀνανῆψαι παρακαλοῦντας; διʼ ὅ μήποτε τῶν τοιούτων ἀφεμέ- νους χρὴ ἐπὶ τὰ λειπόμενα τῶν ζητημάτων μεταβαί- νειν·

  74. 4.21.1

    οἱ γὰρ δὴ πρὸς τὰ ἐκ τῶν ἐθνῶν ἡμῖν παρα- τεθέντα νόμιμα ἀντιπαράγοντες Νομάδας ἢ Τρωγλο- δύτας ἢ Ἰχθυοφάγους ἀγνοοῦσιν ὡς διʼ ἀνάγκην, τῆς χώρας ἀκάρπου οὔσης ἐπὶ τοσοῦτον ὡς μηδὲ βοτάνας φέρειν, θῖνας δὲ μόνον καὶ ψάμμον, ἐπὶ τοῦτο περι- έστησαν τῆς τροφῆς τὸ ἀναγκαῖον. τεκμηριοῖ δὲ τὸ τῆς ἀνάγκης τὸ μηδὲ τῷ πυρὶ χρἦσθαι δύνασθαι ἀπο- ρίᾳ καυσίμου ὕλης, ἐπὶ δὲ τῶν πετρῶν ἀφαυαίνειν ἢ τῆς θινὸς τοὺς ἰχθῦς. καὶ οὗτοι μὲν διʼ ἀνάγκην. τινὰ δὲ τῶν ἐθνῶν ἐξηγρίωται καὶ ἔστι φύσει θη- ριώδη, ἐξ ὧν οὐ προσήκει τοὺς εὐγνώμονας τῆς ἀν- θρωπίνης καταψεύδεσθαι φύσεως· ἐπεὶ οὕτω γε ἀμ- φισβητήσιμον ἔσται οὐ μόνον τὸ τῆς ζῳοφαγίας, ἀλλὰ καὶ τὸ τῆς ἀνθρωποφαγίας καὶ τῆς ἄλλης ἡμερότητος. ἱστοροῦνται γοῦν Μασσαγέται καὶ Δέρβικες ἀθλιω- τάτους ἡγεῖσθαι τῶν οἰκείων τοὺς αὐτομάτως τελευ- τήσαντας. διʼ ὃ καὶ φθάσαντες καταθύουσιν καὶ ἑστιῶνται τῶν φιλτάτων τοὺς γεγηρακότας. Γιβαρη- νοὶ δὲ ζῶντας κατακρημνίζουσι τοὺς ἐγγυτάτω γέρον- τας· Ὑρκάνιοι δὲ καὶ Κάσπιοι οἱ μὲν οἰωνοῖς καὶ κυσὶ παραβάλλουσι ζῶντας, οἱ δὲ τεθνεῶτας· Σκύ- θαι δὲ συγκατορύττουσι ζῶντας καὶ ἐπισφάττουσι ταῖς πυραῖς οὓς ἠγάπων οἱ τεθνεῶτες μάλιστα· καὶ Βάκτριοι μέντοι κυσὶ παραβάλλουσι ζῶντας τοὺς γε- γηρακότας. καὶ τοῦτʼ ἐπιχειρήσας καταλῦσαι Στασά- νωρ ὁ Ἀλεξάνδρου ὕπαρχος μικροῦ τὴν ἀρχὴν ἀπέ- βαλεν. ἀλλʼ ὥσπερ οὐ διὰ τούτους τὴν πρὸς τοὺς ἀνθρώπους ἡμερότητα κατελύσαμεν, οὕτως οὐδὲ τὰ διʼ ἀνάγκην σαρκοφαγοῦντα ἔθνη μιμησόμεθα, τὰ δὲ εὐσεβῆ καὶ θεοῖς μᾶλλον ἀνακείμενα. τὸ γὰρ κακῶς ζῆν καὶ μὴ φρονίμως καὶ σωφρόνως καὶ ὁσίως Δημο- κράτης ἔλεγεν οὐ κακῶς ζῆν εἶναι, ἀλλὰ πολὺν χρό- νον ἀποθνήσκειν.

  75. 4.22.1

    λοιπὸν δὲ καὶ κατὰ ἄνδρα ὀλίγας μαρτυρίας τῆς ἀποχῆς παραφέρωμεν· ἕν γὰρ καὶ τοῦτʼ ἦν τῶν ἐγκλημάτων. τῶν τοίνυν Ἀθήνησι νο- μοθετῶν Τριπτόλεμον παλαιότατον παρειλήφαμεν· περὶ οὐ Ἕρμιππος ἐν δευτέρῳ περὶ τῶν νομοθετῶν γράφει ταῦτα· φασὶ δὲ καὶ Τριπτόλεμον Ἀθηναίοις νομοθετῆσαι, καὶ τῶν νόμων αὐτοῦ τρεῖς ἔτι Ξενο- κράτης ὁ φιλόσοφος λέγει διαμένειν Ἐλευσῖνι τούσδε· γονεῖς τιμᾶν, θεοὺς καρποῖς ἀγάλλειν, ζῷα μὴ σί- νεσθαι. τοὺς μὲν οὖν δύο καλῶς παραδοθῆναι· δεῖ γὰρ τοὺς μὲν γονεῖς εὐεργέτας ἡμῶν γεγενημένους ἀντευποιεῖν ἐφʼ ὅσον ἐνδέχεται, τοῖς θεοῖς δὲ ἀφʼ ὧν ἔδωκαν ἡμῖν ὠφελίμων εἰς τὸν βίον ἀπαρχὰς ποι- εῖσθαι· περὶ δὲ τοῦ τρίτου διαπορεῖ, τί ποτε διανοη- θεὶς ὁ Τριπτόλεμος παρήγγειλεν ἀπέχεσθαι τῶν ζῴων πότερον γάρ, φησίν, ὅλως οἰόμενος εἶναι δεινὸν τὸ ὁμογενὲς κτείνειν ἢ συνιδὼν ὅτι συνέβαινεν ὑπὸ τῶν ἀνθρώπων τὰ χρησιμώτατα τῶν ζῴων εἰς τροφὴν ἀναιρεῖσθαι; βουλόμενον οὖν ἥμερον ποιῆσαι τὸν βίον πειραθῆναι καὶ τὰ συνανθρωπεύοντα καὶ μά- λιστα τῶν ζῴων ἥμερα διασώζειν. εἰ μὴ ἄρα διὰ τὸ προστάξαι τοῖς καρποῖς τοὺς θεοὺς τιμᾶν ὑπολαβὼν μᾶλλον ἄν διαμεῖναι τὴν τιμὴν ταύτην, εἰ μὴ γί- γνοιντο τοῖς θεοῖς διὰ τῶν ζῴων θυσίαι. πολλὰς δὲ αἰτίας τοῦ Ξενοκράτους καὶ ἄλλας οὐ πάνυ ἀκριβεῖς ἀποδιδόντος ἡμῖν αὔταρκες τοσοῦτον ἐκ τῶν εἰρημέ- νων, ὅτι τοῦτο νενομοθέτητο ἐκ τοῦ Τριπτολέμου. ὅθεν ὕστερον παρανομοῦντες, ὅτε ἥψαντο τῶν ζῴων μετὰ πολλῆς ἀνάγκης καὶ ἁμαρτημάτων ἀκουσίων, ὥσπερ ἐπεδείξαμεν, ἐπὶ τοῦτο πεπτώκασιν. ἐπεὶ καὶ Δράκοντος νόμος μνημονεύεται τοιοῦτος, θεσμὸς αἰ- ώνιος τοῖς Ἀτθίδα νεμομένοις, κύριος τὸν ἅπαντα χρόνον, θεοὺς τιμᾶν καὶ ἥρωας ἐγχωρίους ἐν κοινῷ ἑπομένοις νόμοις πατρίοις, ἰδία κατὰ δύναμιν, σὺν εὐφημίᾳ καὶ ἀπαρχαῖς καρπῶν καὶ πελάνοις ἐπετείοις· τοῦ νόμου ἀπαρχαῖς καρπῶν, οἷς χρῆται ὁ ἄνθρωπος, τιμᾶν τὸ θεῖον προστάττοντος καὶ πελάνοις.......

← Previous — showing 101175 of 175

First Thousand Years of Greek. CTS URN tlg2034.tlg003.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.