Ancient Texts

← Library

De anima libri mantissa

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,717 sections

  1. praef.1.1

    Περὶ ψυχῆς τί τέ ἐστι καὶ τίς αὐτῆς ἡ οὐσία καὶ τίνα αὐτῇ τὰ συμβεβηκότα, οὐ πρόχειρον οὐδὲ ἐκ τοῦ ῥᾴστου καταμαθεῖν, ἀλλ᾿ ἔστιν τῶν χαλεπωτάτων ἡ περὶ τούτων θεωρία, καίτοι τό γε εἶναι τὴν ψυχὴν γνωριμώτατον καὶ φανερώτατον.

  2. praef.2.1

    ἀλλ᾿ ἔστιν πολλὰ τῶν ὄντων, ἃ τὴν μὲν ὕπαρξιν ἔχει γνωριμωτάτην, ἀγνωστοτάτην δὲ τὴν οὐσίαν, ὥσπερ ἥ τε κίνησις καὶ ὁ τόπος, ἔτι δὲ μᾶλλον ὁ χρόνος.

  3. praef.3.1

    ἑκάστου γὰρ τούτων τὸ μὲν εἶναι γνώριμον καὶ ἀναμφίλεκτον, τίς δέ ποτέ ἐστιν αὐτῶν ἡ οὐσία, τῶν χαλεπωτάτων ὁραθῆναι.

  4. praef.5.1

    ἔστι δὲ δή τι τῶν τοιούτων καὶ ἡ ψυχή.

  5. praef.6.1

    τὸ μὲν γὰρ εἶναί τι τὴν ψυχὴν γνωριμώτατόν τε καὶ φανερώτατον, τί δέ ποτέ ἐστιν οὐ ῥᾴκδιον καταμαθεῖν·

  6. praef.7.1

    εἰ δὴ τὴν ἀρχὴν τοῦ περὶ αὐτῆς λόγου ἄνωθεν ἀρξάμενοι ποιησαίμεθα ἀπὸ τῆς τοῦ ὄντος εἰς τὰ πρῶτα γένη διαιρέσεως καὶ φανερὸν ποιησαίμεθα, ὑπὸ τί τῶν γενῶν ἐστιν ἡ ψυχή, ἴσως ἂν τούτου κειμένου καὶ τὴν ὅλην οὐσίαν αὐτῆς λάβοιμεν.

  7. praef.8.1

    διαιρουμένου τοίνυν τοῦ ὄντος εἰς τὰ πρῶτα καὶ ἀνωτάτω γένη δέκα ἕν τι τούτων καὶ τὴν οὐσίαν εἶναί φαμεν, ἧς τὴν μὲν σύνθετον λέγομεν, τὰς δὲ ἐξ ὧν τῇ συνθέτῳ τὸ εἶναι.

  8. praef.9.1

    σύνθετον μὲν οὖν οὐσίαν λέγομεν εἶναι ταύτην, ἧς τόδε τι κατηγορῆσαι δυνάμεθα, τὴν αἰσθητήν τε καὶ ἐνεργείᾳ οὖσαν καὶ πᾶσιν τοῖς ἄλλοις γένεσιν τοῦ ὄντος ὑποκειμένην, οἷον τόνδε τὸν λίθον, τόδε τὸ ξύλον, τόνδε τὸν χρυσόν, τόδε τὸ πῦρ καὶ ἕκαστον τῶν τοιούτων.

  9. praef.10.1

    ταῦτα γὰρ καὶ τὰ τοιαῦτα πάντα οὐσίαι σύνθετοι.

  10. praef.11.1

    ἔστι γὰρ ἐν αὐτοῖς τὸ μέν τι ὑποκείμενον, ὃ ὕλην καλοῦμεν, δύναμιν ἔχον τοῦ εἶδός τι ἐν αὑτῷ δέχεσθαι, τὸ δὲ εἶδος, ὃ δεξάμενον τὸ ὑποκείμενον ἀδιάφορον ὂν πᾶσιν κατὰ τὴν αὑτοῦ φύσιν, ἐν οἷς ἐστι, διάφορόν τε γίνεται καὶ ἤδη τόδε τι, τὸ μὲν γὰρ ἄργυρος, τὸ δὲ χρυσός, τὸ δὲ πῦρ, τὸ δὲ ἄλλο τι.

  11. praef.12.1

    πάντα γὰρ ταῦτα, ταὐτὸν ἀλλήλοις ὄντα κατὰ τὴν ὕλην τε καὶ τὸ ὑποκείμενον, κατὰ τὸ εἶδος ἔχει τὴν διαφοράν.

  12. praef.13.1

    ἀναλόγως γὰρ ὡς ἐπὶ τῶν κατὰ τέχνην γινομένων ἔχει, οὕτως ἡγητέον ἔχειν καὶ ἐπὶ τῶν φυσικῶν οὐσιῶν·

  13. praef.14.1

    ὥσπερ γὰρ ἐπὶ τῆς τέχνη, τῆς ἀνδριαντοποιικῆς φέρε εἰπεῖν, ὁ μὲν χαλκὸς ὑπόκειται πᾶσι τοῖς ἐξ αὐτοῦ γινομένοις ὑπὸ τοῦ τεχνίτου, τὰ δὲ κατὰ τὴν τέχνην εἴδη γινόμενα ἐν αὐτῷ τῆς τε διαφορᾶς αἴτια καὶ τοῦ τόδε τι εἶναι ἕκαστον αὐτῶν, τὸν μὲν δισκεύοντα, τὸν δὲ διαδούμενον, καὶ ἔστιν ἕκαστον αὐτῶν σύνθετον ἔκ τε τοῦ χαλκοῦ καὶ τῆς τοιᾶσδε μορφῆς, οὕτως ἡγητέον ἔχειν καὶ ἐπὶ τῶν συνθέτων οὐσιῶν.

  14. praef.15.1

    καὶ γὰρ ἐν ταύταις, τὸ μέν ἐστιν ὑποκείμενον, τὸ δὲ εἶδος, καθ᾿ ὃ καὶ ἕκαστον αὐτῶν ἐστι τόδε τι, τὸ μὲν ὕδωρ, τὸ δὲ ἀήρ, τὸ δὲ ἄλλο τι |

  15. praef.15.2

    μένης τῆς ψυχῆς ἐν τῇ πρὸς τὸ σῶμα μίξει τὸ ζῷον γίνεται.

  16. praef.16.1

    εἰ δὲ κατὰ μηδέτερον τῶνδε τῶν τρόπων τὸ ζῷον οὐσία σύνθετος, κατὰ τὸν τρίτον λείπεται ἄρα.

  17. praef.17.1

    ἦν δ᾿ οὗτος, καθ᾿ ὃν ἦν τοῦ συγκειμένου τὸ μὲν ὑποκείμενόν τε καὶ ὕλη, τὸ δὲ εἶδος.

  18. praef.18.1

    οὐ γὰρ δὴ ὡς οἱ ἀριθμοί· ἀσώματον γὰρ τὸ ἐκ τούτων, τὸ δὲ ζῷον οὐ τοιοῦτον.

  19. praef.19.1

    τὸ ἄρα ζῷον, συγκείμενον ἐκ ψυχῆς τε καὶ σώματος, τῷ τὸ μὲν ὑποκείμενον τούτων εἶναι, τὸ δὲ εἶδος ἐκ τούτων ἔχει τὴν σύνθεσιν.

  20. praef.20.1

    λείπεται δὴ ἢ τὸ σῶμα τῆς ψυχῆς εἶδος εἶναι, ἢ τὴν ψυχὴν τοῦ σώματος.

  21. praef.21.1

    ἀλλὰ τὸ μὲν σῶμα τῆς ψυχῆς εἶδος λέγειν ἀδύνατον·

  22. praef.22.1

    ὑποκείμενον γὰρ τὸ σῶμα.

  23. praef.23.1

    ἔτι καὶ ἕκαστον τῶν ὄντων τόδε τι κατὰ τὸ εἶδός ἐστιν, οἶον ἀνδριάς, οἰκία, ναῦς, πῦρ, ὕδωρ, γῆ.

  24. praef.24.1

    καὶ τὸ ζῷον δὲ κατὰ τὴν ψυχὴν ζῷόν ἐστι.

  25. praef.25.1

    ὥστε ἡ ψυχὴ τὸ εἶδος.//

  26. praef.26.1

    ἔτι εἰ τοῦτό ἐστιν εἶδος, οὗ μηκέτι παρόντος μηδ᾿

  27. praef.27.1

    ὄντος ἐν τῷ ὑποκειμένῳ πέπαυται τόδε τι εἶναι ὃ πρότερον ἦν, καὶ τὸ ζῷον δὲ ζῷον εἶναι πέπαυται χωρισθείσης τῆς ψυχῆς ἀπὸ τοῦ σώματος (ὡς γὰρ ὁ πέλεκυς κατὰ τὸ σχῆμα πέλεκύς ἐστι καὶ ἔστιν εἶδος αὐτοῦ τοῦτο, καὶ εἰ ἦν ἔμψυχον, ἦν ἂν αὐτοῦ τὸ σχῆμα, ἀλλ᾿ οὐχ ὁ σίδηρος ἡ ψυχή, οὕτως καὶ ἡ ψυχὴ ἐν τῷ ζῴῳ ἀνάλογον οὖσα τῷ τοῦ πελέκεως σχήματι, κατὰ γὰρ ταύτην ζῷόν ἐστι τὸ ζῷον), εἴη ἂν ἡ κατὰ τὸ εἶδος οὐσία.

  28. praef.28.1

    ἔτι εἰ, οἷς διαφέρει τὰ φυσικὰ σώματα ἀλλήλων, εἴδη ἐστίν, διαφέρει δὲ τῷ τὰ μὲν ἔμψυχα εἶναι, τὰ δὲ ἄψυχα, εἴη ἂν καὶ ἡ ψυχὴ εἶδος.

  29. praef.29.1

    ἔτι εἰ, ᾧ πρώτῳ ἐπιστάμεθα, ἐπιστήμη ἐστί (κατὰ γὰρ τὴν ἐπιστήμην ἐπιστάμεθα), καὶ ἔστιν ἡ ἐπιστήμη οὐχ ὑποκείμενόν τι, ἀλλ᾿ ὃ τὸ ὑποκείμενον δεξάμενον δευτέρως ἐπίστασθαι λέγεται (τοῦτο δ᾿ ἐστὶν ψυχή), καὶ ᾧ πρώτῳ ὑγιαίνομεν, τοῦτό ἐστιν ὑγίεια, τοῦτο δὲ οὐχ ὑποκείμενον (τὸ γὰρ σῶμα ὑποκείμενον, ὃ δέχεται τὴν ὑγίειαν, καὶ δευτέρως ὑγιαζόμενον τοῦτο), ἔστι δὲ καὶ, ᾧ πρώτῳ ζῶμεν, ψυχή, οὐδὲ ἡ ψυχὴ ὑποκείμενον, ἀλλὰ τοῦτο ὃ τὸ ὑποκείμενον δεξάμενον ζῆν καὶ αὐτὸ λέγεται δευτέρως, ὡς ὑγιαίνειν τὸ τὴν ὑγίειαν δεδεγμένον σῶμα καὶ ἐπίστασθαι ἡ τὴν ἐπιστήμην δεδεγμένη ψυχή.

  30. praef.30.1

    ψυχὴ ἄρα ἐστὶν ἡ κατὰ τὸ εἶδος οὐσία.

  31. praef.31.1

    τὸ δὲ εἶδος τελειότητά τε καὶ ἐντελέχειαν ὁ Ἀριστοτέλης λέγει.

  32. praef.32.1

    ὥστε εἰκότως καὶ ἡ ψυχὴ οὐσία οὖσα ἡ κατὰ τὸ εἶδος ἐντελέχεια καλεῖται παῤ αὐτοῦ.

  33. praef.33.1

    ἐπεὶ γὰρ τῶν ὄντων τὰ μὲν δυνάμει λέγεται εἶναι, τὰ δὲ ἐντελεχείᾳ, καὶ ἔστι τὰ ἐντελεχείᾳ εἶναι λεγόμενα τὰ ἤδη τὸ εἶδος, ὃ ἐδύνατο ἔχειν, ἔχοντα καὶ τὴν μορφήν, εἰκότως οὗ παρουσίᾳ τὸ δυνάμει τι ὂν εἰς τὸ ἐντελεχείᾳ γίνεται, ἐντελέχεια τοῦτο.

  34. praef.34.1

    τὸ δὲ δυνάμει·

  35. praef.35.1

    ζῷον, ὥσπερ τὸ σπέρμα, ἐντελεχείᾳ ζῷον γίνεται παρουσίᾳ ψυχῆς. //

  36. praef.36.1

    εἴη ἂν οὖν καὶ οὕτως δεικνύμενον, ὅτι ἡ ψυχή ἐστιν εἶδός τε καὶ ἐντελέχεια.

  37. praef.37.1

    ἔστι δὲ ἐντελέχεια ἡ μέν τις πρώτη, ἡ δὲ δευτέρα.

  38. praef.38.1

    αἱ μὲν γὰρ ἐπιστῆμαι καὶ τέχναι καὶ ὅλως αἱ ἕξεις ἐντελέχειαι πρῶται, αἱ δὲ κατ᾿ αὐτὰς καὶ ἀπ᾿ αὐτῶν ἐνέργειαι ἐντελέχειαι δεύτεραι.

  39. praef.39.1

    ὁ γὰρ μουσικὸς ἐντελεχείᾳ μέν ἐστι τοιοῦτος (ἔχει γὰρ τὴν μουσικήν), ἀλλ᾿ ἔστιν κατὰ τὴν πρώτην ἐντελέχειαν οὗτος ἐντελεχείᾳ λεγόμενος μουσικός, ἤδη δὲ καὶ ὁ ἐνεργῶν κατὰ τὴν μουσικήν, ὃς καὶ τὴν δευτέραν ἐντελέχειαν ἤδη προσείληφεν.

  40. praef.40.1

    οὔσης τοίνυν διττῆς τῆς ἐντελεχείας ἡ ψυχὴ ἐντελέχειά ἐστιν ὡς ἡ ἕξις.

  41. praef.41.1

    οὐδὲν γὰρ ἧττον ἔχει ψυχὴν καὶ ὁ μὴ ἐνεργῶν κατ᾿ αὐτήν, ὡς ὁ κοιμώμενος.

  42. praef.42.1

    οὐ γὰρ ἐνεργῶν τότε κατ᾿ αἴσθησιν ὅμως τὴν αἰσθητικὴν ἔχει ψυχήν.

  43. praef.43.1

    ἐντελέχεια οὖν ἐστιν ἡ ψυχὴ πρώτη. ///

  44. praef.44.1

    ἐπεὶ δὲ πᾶν εἶδος καὶ πᾶσα ἐντελέχειά τινός ἐστι, δῆλον ὅτι ἀκόλουθόν ἐστι ἐπισκέψασθαι, τίνος.

  45. praef.45.1

    τὸ μὲν οὖν εἶναι σώματος σχεδὸν ἤδη δέδεικται.

  46. praef.46.1

    ὄντος γὰρ τοῦ ζῴου οὐσίας συνθέτου ἐξ ὑποκειμένου τε καὶ εἴδους, τὸ μὲν ὑποκείμενον ἦν σῶμα ἐν αὐτῷ, ἐντελέχεια δὲ ἡ ψυχή.

  47. praef.47.1

    ἀλλ᾿ ἐπεὶ τῶν σωμάτων τὰ μέν ἐστι τεχνικά, τὰ δὲ φυσικά, ποδαποῦ τινος σώματός ἐστιν ἐντελέχεια ἡ ψυχή;

  48. praef.48.1

    οὐ γὰρ δὴ ἐν παντί γε σώματι οἵα τε ψυχὴ γενέσθαι.

  49. praef.49.1

    τεχνικοῦ μὲν οὖν οὐδενός· ἦν γὰρ ἂν καὶ αὐτὴ τεχνικὸν εἶδος ὡς τὸ τοῦ ἀνδριάντος, καὶ ἦν ἂν τὰ ζῷα ὑπὸ τέχνης γινόμενα, ὥσπερ τὰ ἀγάλματα, οὕτως δ᾿ οὐκ ἂν εἴη οὐδὲ οὐσία.

  50. praef.50.1

    τὸ γὰρ τεχνικὸν εἶδος οὐκ οὐσία. φυσικοῦ τοίνυν σώματος ἐντελέχεια ἡ ψυχή (ἔστι δὲ σῶμα φυσικὸν τὸ ἀρχὴν ἔχον κινήσεως ἐν αὑτῷ), καὶ γὰρ καὶ τὸ ζῷον φύσει, οὗ μόριον ἡ ψυχή.

  51. praef.51.1

    ἀλλ᾿ ἐπεὶ καὶ τῶν φυσικῶν σωμάτων εἰσὶν διαφοραί (τὰ μὲν γάρ ἐστιν αὐτῶν ἁπλᾶ, τὰ δὲ σύνθετα, καὶ οὐδενὸς τῶν ἁπλῶν σωμάτων ἐντελέχειά ἐστιν ἡ ψυχή·

  52. praef.52.1

    οὔτε γὰρ τὸ τοῦ πυρὸς ούτε τὸ τοῦ ἀέρος οὔτε τὸ τοῦ ὕδατος, ἀλλ᾿ οὐδὲ τὸ τῆς γῆς εἶδός ἐστι ψυχή, ἐπεὶ μηδὲ ζῷόν τι τούτων) ποδαπόν τι σῶμα τὸ τοῦ ζῴου οὗ ἐστιν ἐντελέχεια ἡ ψυχή;

  53. praef.53.1

    ἐπεὶ τοίνυν πᾶν σῶμα ψυχὴν ἔχον καὶ ζῶν τρέφεταί τε καὶ αὔξεται δι᾿ αὑτοῦ (ταύτῃ γὰρ τὸ ζῶν τοῦ μὴ ζῶντος διαφέρει), ἡ δὲ τροφὴ καὶ ἡ πέψις καὶ ἡ προσθήκη τε καὶ αὔξησις δέονταί τινων ὀργάνων (τὰ μὲν γὰρ στόματος καὶ φάρυγγος καὶ κοιλίας καὶ ἐντέρων χρείαν ἔχει πρὸς ταῦτα, τὰ δὲ ῥιζῶν καὶ ἐντεριώνης καὶ φλοιοῦ· ὅσα δὲ τῶν ζῴων τελειότερα, πλειόνων κατ᾿ ἀναλογίαν χρήζει καὶ τῶν ὀργάνων, καὶ τῶν ψυχικῶν δυνάμεων πασῶν διά τινων οἰκείων ἐνεργουσῶν ὀργάνων, ὡς φανερόν ἐπὶ τῶν αἰσθήσεων), εἴη ἂν ἡ ψυχὴ ἐντελέχεια ἡ πρώτη σώματος φυσικοῦ ὀργανικοῦ. οὐδὲν γὰρ σῶμα οἷόν τε ζῆν ἢ ψυχὴν ἔχειν μὴ ὂν ὀργανικὸν μηδὲ ἔχον τὰ διακονησόμενα κονησόμενα ταῖς ψυχικαῖς δυνάμεσιν.

  54. praef.54.1

    καὶ οὗτος μὲν ἂν ὅρος τε καὶ λόγος κοινότατος ψυχῆς εἴη.

  55. praef.55.1

    ἐμπεριείληπται γὰρ ἐν αὐτῷ καὶ ἡ τῶν φυτῶν ψυχή.

  56. praef.56.1

    γίνεται δὲ ὁ λόγος ἡμῖν περὶ ψυχῆς τῆς ἐν τοῖς θνητοῖς γινομένης σώμασιν.

  57. praef.57.1

    ὅταν δὲ λέγωμεν τὴν ψυχὴν εἶναι σώματος φυσικοῦ δυνάμει ζωὴν ἔχοντος, οὐχ οὕτως τὸ δυνάμει κατηγοροῦμεν τοῦ σώματος τότε, ὡς εἰώθαμεν λέγειν ἐπὶ τῶν μηδέπω μὲν ἐχόντων τι, ἐπιτηδείων δὲ πρὸς τὸ δέξασθαι.

  58. praef.58.1

    οὐ γάρ ἐστι τὸ σῶμα τοῦτο χωρὶς ψυχῆς πρότερον, εἶτα δέχεται τὴν ψυχήν, ἀλλ᾿ ἔστιν τὸ δυνάμει ζωὴν ἔχον τὸ δυνάμενον ζῆν, τουτέστιν τὸ ἔχον ὄργανα πρὸς τὰς κατὰ τὸ ζῆν ἐνεργείας καὶ ἔστιν ἴσον τὸ δυνάμει ζωὴν ἔχον᾿ τῷ ὀργανικόν᾿.

  59. praef.59.1

    εἰ δέ ἐστιν ἡ ψυχὴ σώματος εἶδός τε καὶ ἐντελέχεια, δῆλον ὡς ἀσώματος ἔσται.

  60. praef.60.1

    πᾶν γὰρ εἶδος ἀσώματον.

  61. praef.61.1

    εἰ γὰρ εἴη καὶ τὸ εἶδος αὐτὸ σῶμα, ἤτοι ἀνείδεόν τε καὶ ἄποιον ἔσται (τοιοῦτον δὲ ἡ ὕλη), ἢ εἰ εἶδος ἕξει, καὶ τὸ εἶδος, ὂν σῶμα, ἄλλο εἶδος, εἰς ἄπειρον προελεύσεται.

  62. praef.62.1

    ἔστι δὲ ἡ ψυχὴ ἐντελέχεια οὖσα δι᾿ ὅλου τοῦ σώματος.

  63. praef.63.1

    πᾶν γὰρ ἔμψυχον τὸ ἐμψύχου μέρος.

  64. praef.64.1

    καὶ ἔστιν ἐντελέχεια ἡ ψυχὴ οὔτε ὡς τὸ σχῆμα τῶν ἐσχηματισμένων, οὔτε ὡς ἡ θέσις καὶ τάξις τῶν συγκειμένων οὐθ᾿ ὡς διάθεσίς τις καὶ πάθος, οὔθ᾿ ὡς μῖξις ἢ κρᾶσις (ἡ μὲν γὰρ ἡδονὴ καὶ ἡ ἀλγηδὼν πάθος ἢ διάθεσις, ἀλλ᾿ οὐθὲν ἡ ψυχὴ τούτων), ἀλλὰ πάντως μὲν ἐν τῷ σώματι παραγίνεται ταῦτα (διὰ γὰρ τούτων τὰ ὄργανα οἷς ἡ ψυχὴ χρῆται), αὕτη δέ ἐστι δύναμίς τις καὶ οὐσία ἐπὶ τούτοις γινομένη.

  65. praef.65.1

    // καὶ ἔστι τὸ σῶμα καὶ ἡ τούτου κρᾶσις αἰτία τῇ ψυχῇ τῆς ἐξ ἀρχῆς γενέσεως.

  66. praef.66.1

    τοῦτο δὲ δῆλον ἐκ τῆς τῶν ζῴων διαφορᾶς κατὰ τὰ μόρια.

  67. praef.67.1

    οὐ γὰρ ψυχαὶ διαπλάσσουσι τὰς μορφάς, ἀλλ᾿ ἐπὶ τῇ τούτων ποιᾷ συστάσει ἐπηκολούθησαν αἱ διάφοροι ψυχαί, συμμεταβάλλουσιν δὲ ἀλλήλοις·

  68. praef.68.1

    ἔστι γὰρ ἀλλήλων ἥ τε ἐντελέχεια καὶ τὸ οὗ ἐντελέχεια.

  69. praef.69.1

    ὅτι δὲ τῇ ποιᾷ κράσει τοῦ σώματος καὶ ἡ τῆς ψυχῆς ἕπεται διαφορά, δηλοῖ καὶ τὰ θηρία παρὰ τὴν ποιὰν κρᾶσιν τοῦ σώματος ἀλλοιοτέραν ἴσχοντα τὴν ψυχήν.

  70. praef.70.1

    ἃς δέ φαμεν τῆς ψυχῆς ἐνεργείας εἶναι, οὐκ εἰσὶν τῆς ψυχῆς αὐτῆς καθ᾿ αὑτήν, ἀλλὰ τοῦ ἔχοντος αὐτήν.

  71. praef.71.1

    ὡς γὰρ οὐ βαδίζει ἡ ψυχὴ αὐτὴ οὐδὲ παλαίει, ἀλλ᾿ ὁ ἔχων αὐτὴν ἄνθρωπος, οὕτω καὶ λυπεῖται καὶ ὀρέγεται καὶ χαίρει καὶ ὀργίζεται τὸ τὴν ψυχὴν ἔχον, ἀλλ᾿ οὐχὶ ἡ ψυχή·

  72. praef.72.1

    πᾶσαι γὰρ αἱ λεγόμεναι τῆς ψυχῆς κινήσεις τοῦ συναμφοτέρου τοῦ ζῶντός εἰσιν.

  73. praef.73.1

    εἰσὶ δὲ αἱ τῆς ψυχῆς δυνάμεις τάξιν ἔχουσαι πρὸς ἀλλήλας.

  74. praef.74.1

    ἡ μὲν γάρ ἐστιν αὐτῶν πρώτη, ἡ δὲ δευτέρα, ἡ δὲ ἐπὶ ταύταις.

  75. praef.75.1

    σημεῖον δὲ τοῦδε·

  76. praef.76.1

    τὸ μὲν γὰρ πρώτην ἔχον οἷόν τε μὴ μετέχειν τῆς δευτέρας, τὴν δὲ δευτέραν ἀδύνατον ἔχειν ἄνευ τῆς πρώτης.

  77. praef.77.1

    καὶ ἔστι πρώτη μὲν ἡ θρεπτική τε καὶ αὐξητικὴ καὶ γεννητική, ἣν ψυχὴν ἔχει καὶ τὰ φυτά· οὐ γάρ, ὥς τινες ἡγοῦνται, φύσις τοῦτο, ἀλλὰ ψυχῆς δύναμις ἡ πρώτη, ἐπεὶ φύσιν γε ἔχει καὶ τὰ ἁπλᾶ τῶν σωμάτων, ἀλλ᾿ οὔπω ζῆν φαμεν ταῦτα.

  78. praef.78.1

    ἡ γὰρ φύσις ἀρχὴ κινήσεως ἐστιν.

  79. praef.79.1

    πλέον δέ τι ἢ κατὰ ταύτην ἔχει τὰ φυτά· ἔχει γὰρ καὶ τὸ δι᾿ αὑτῶν τρέφεσθαί τε καὶ αὔξεσθαι καὶ γεννητικὰ εἶναι τῶν ὁμοίων, ἃ κατὰ τὸ ζῆν ὁρίζεται.

  80. praef.80.1

    τὸ δὲ ζῆν παρουσίᾳ ψυχῆς.

  81. praef.81.1

    δευτέρα δὲ ψυχῆς δύναμίς ἐστιν ἡ αἰσθητική, τὰ ζῷα ὁρίζεται, ἣν οὐχ οἷόν τε χωρὶς τῆς πρώτης ἔχειν.

  82. praef.82.1

    τὰ μέντοι φυτὰ τὴν θρεπτικὴν ψυχὴν ἔχοντα τὴν αἰσθητικὴν οὐκ ἔχει.

  83. praef.83.1

    ἐπὶ δὲ ταύταις ταῖς δυνάμεσίν ἐστι τὸ ὁρμητικὸν συνεζευγμένον τῷ αἰσθητικῷ· οὐδὲν γὰρ ὄφελος τοῖς ζῴοις αἰσθήσεως μὴ ἐνυπαρχούσης ὁρμῆς·

  84. praef.84.1

    τοῦτο γὰρ πάσης ἀρχὴ πράξεως.

  85. praef.85.1

    καὶ ταῦτα μὲν ἀναγκαιότατα καὶ πρῶτα μόρια τῆς ψυχῆς τρία, κοινὰ πᾶσιν ὄντα τοῖς ζῴοις, φυτικόν, αἰσθητικόν, ὁρμητικόν, ἕκαστον αὐτῶν χρήσιμον ὂν πρός τι τούτων, ἐν οἷς τῷ ζῴῳ τὸ εἶναι.

  86. praef.86.1

    ἔστι γὰρ ἔργα τοῦ ζῴου πρῶτον μὲν τὸ εἶναί τε καὶ ζῆν, δεύτερον δὲ κρίσις τῶν προσπιπτόντων, ἐπὶ δὲ τούτοις ἐνέργειά τε καὶ πρᾶξις.

  87. praef.87.1

    ἡ μὲν οὖν φυτικὴ τῆς ψυχῆς δύναμις εἰς τὸ εἶναί τε καὶ ζῆν τῷ ζῴῳ συντελεῖ, ἡ δὲ αἰσθητικὴ πρὸς τὴν κρίσιν, πρὸς δὲ τὸ πράσσειν τὸ ὁρμητικόν.

  88. praef.88.1

    πρᾶξις δέ ἐστι κυρίως ζῴου ἡ μετὰ συγχρήσεως τῶν ὀργανικῶν τοῦ σώματος μορίων ἐνέργεια, ὡς τὸ βαδίζειν, ὡς τὸ λέγειν.

  89. praef.89.1

    διαιρεῖται δὲ ἡ μὲν θρεπτικὴ δύναμις εἴς τε τὸ τρέφειν καὶ εἰς τὸ αὔξειν καὶ εἰς τὸ γεννᾶν, ἡ δὲ αἰσθητικὴ εἴς τε τὸ αἰσθάνεσθαι καὶ φαντασιοῦσθαι καὶ τὸ μνημονεύειν καὶ τὸ συγκατατίθεσθαι, τὸ δὲ ὁρμητικόν ἐστιν ὥσπερ τέλος τι τῆς φαντασίας καὶ τῆς συγκαταθέσεως.

  90. praef.90.1

    ταύτης γὰρ χάριν ἐκεῖνα.

  91. praef.91.1

    πάντως γὰρ τῆς μὲν ὁρμῆς ἡγεῖται συγκατάθεσις, ταύτης δὲ φαντασία.

  92. praef.92.1

    τούτου δὲ τοῦ ὁρμητικοῦ τε καὶ πρακτικοῦ τὸ μέν ἐστιν ὡς ἡγεμονικόν, τὸ δὲ ὡς ὑπηρετικόν, ἡγεμονικὸν μὲν τὸ ἰδίως ὁρμητικόν τε καὶ ὀρεκτικὸν καλούμενον, τὸ δὲ ἕτερον νευροσπαστικόν, ἐν καὶ τὸ φωνητικόν.

  93. praef.93.1

    τοῦ δὲ ὁρμητικοῦ ἐστι τό τ᾿ ἐπιθυμεῖν καὶ θυμοῦσθαι καὶ τὸ βούλεσθαι. ταῦτα γὰρ ὀρέξεως εἴδη.

  94. praef.94.1

    ὧν ἡ βούλησις ἤδη δοκεῖ μετέχειν καὶ λογισμοῦ·

  95. praef.95.1

    ἔστι γὰρ ὄρεξις μετὰ βουλῆς.

  96. praef.96.1

    ἔστι δέ τις καὶ ἄλλη δύναμις τῆς ψυχῆς κριτικὴ ἡ λογιστική, ἣ τοῖς τελειοτέροις τῶν ζῴων ἐγγίνεται.

  97. praef.97.1

    τοῦτο δέ ἐστιν ἄνθρωπος, οὗ τό τε βουλεύεσθαι ταύτης τῆς δυνάμεώς ἐστι καὶ τὸ καταλαμβάνειν καὶ τὸ δοξάζειν.

  98. praef.98.1

    // κινεῖ δὲ ἡ ψυχὴ τὸ σῶμα οὐχ ὡς αὐτὴ κινουμένη τε καὶ οὕτω κινοῦσα αὐτό (αὐτὴ γὰρ ἀκίνητος καθ᾿ αὑτήν), ἀλλ᾿ ὡς αἰτία τῷ ζῴῳ τῆς κινήσεως, ὡς ἡ ἐνυπάρχουσα βαρύτης τῇ γῇ τῆς εἰς τὸ κάτω κινήσεως.

  99. praef.99.1

    οὐ γὰρ πάντα τὰ κινοῦντα ὁμοίως κινεῖ. ἄλλως μὲν γὰρ οἱ βοῦς τὴν ἅμαξαν κινοῦσιν, ἄλλως τὸ ἀγαθὸν καὶ ἐφετὸν καὶ τὸ ὀρεκτὸν κινεῖ τὰ ἐφιέμενα αὐτοῦ· οὐ γὰρ κινούμενον.

  100. praef.100.1

    διὸ καὶ ἐμψύχων ἡ ὑπὸ τῶν τοιῶνδε κίνησις.

Next → — showing 1100 of 1,717

First Thousand Years of Greek. CTS URN tlg0732.tlg011.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.