Ancient Texts

← Library

De Fluviis

First Thousand Years of Greek · First Thousand Years of Greek · 114 sections

  1. 23.1.2

    Ἀράξης, Ἀρμενίων βασιλεὺς, πρὸς τοὺς πλησιοχώρους Πέρσας πόλεμον ἔχων, καὶ τῆς παρατάξεως παρελκομένης, χρησμὸν ἔλαβεν, αὐτὸν ἔσεσθαι τῆς νίκης ἔγκρατῆ, ἐὰν θεοῖς ἀποτροπαίοις θύσῃ δύο τὰς εὐγενεστάτας παρθένους. Ὁ δὲ διὰ φιλότεκνον εὔνοιαν τῶν ἰδίων θυγατέρων φεισάμενος, ἑνὸς τῶν ὑποτεταγμένων κόρας περιβλέπτους τοῖς βωμοῖς προσαγαγὼν ἀνεῖλεν. Μνησάλκης δὲ, ὁ τῶν φονευθεισῶν πατὴρ, βαρέως ἤνεγκεν τὴν πρᾶξιν, πρὸς καιρὸν στέξας τὴν ὕβριν· ἀφορμῆς δὲ δραξάμενος ἐξ ἐνέδρας τὰς τοῦ τυράννου θυγατέρας ἀπέκτεινε, καὶ καταλιπὼν τὸ πατρῷον ἔδαφος εἰς Σκυθίαν ἔπλευσεν. Ἀράξης δὲ περὶ τῶν συμβεβηκότων κατηχηθεὶς καὶ ἀθυμίᾳ συσχεθεὶς, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Ἅλμον, ὃς ἀπʼ αὐτοῦ Ἀράξης μετωνομάσθη.

  2. 23.2.1

    2. Γεννᾶται δ᾿ ἐν αὐτῷ βοτένη ἀράξα καλουμένη τῇ διαλέκτῳ τῶν ἐγχωρίων, ἥτις μεθερμηνευομένη λέγεται μισοπάρθενος· ἅμα γὰρ εὑρεθῆναι τὴν προειρημένην ὑπὸ παρθένων, αἵματος ποιησαμένη καταφορὰν μαραίνεται.

  3. 23.3.1

    3. Καὶ λίθος δὲ ἐν αὐτῷ γεννᾶται σικύωνος καλούμενος μελάγχρους. Οὗτος ὅταν τις χρησμὸς ἀνθρωποκτόνος ἐκπέσῃ, τοῖς βωμοῖς τῶν ἀποτροπαίων θεῶν ὑπὸ δυεῖν ἐπιτίθεται παρθένων. Τοῦ δὲ ἱερέως αὐτοῦ τῇ μαχαίρα θιγόντος, αἵματος ἔκρυσις γίνεται δαψιλῆς. Καὶ τούτῳ τῷ τρόπῳ τὴν δεισιδαιμονίαν τελέσαντες μετʼ ὀλολυγμῶν ἀναχωροῦσι, τὸν λίθον πρὸς τὸν ναὸν προσενέγκαντες, καθὼς ἱστορεῖ Δωρόθεος ὁ Χαλδαῖος ἐν β΄ περὶ Λίθων.

  4. 23.4.1

    4. Παράκειται δὲ αὐτῷ ὄρος Δίορφον καλούμενον ἀπὸ Διόρφου τοῦ γηγενοῦς, περὶ οὗ φέρεται ἱστορία τοιαύτη. Μίθρας υἱὸν ἔχειν βουλόμενος καὶ τὸ τῶν γυναικῶν γένος μισῶν πέτρᾳ τινὶ προσεξέθορεν. Ἔγκυος δὲ ὁ λίθος γενόμενος μετὰ τοὺς ὡρισμένους χρόνους ἐνέδωκε νέον τοὔνομα Δίορφον· ὃς ἀκμάσας καὶ εἰς ἅμιλλαν ἀρετῆς τὸν Ἄρη προκαλεσάμενος ἀνῃρέθη· οὗτος κατὰ πρόνοιαν θεῶν εἰς ὁμώνυμον ὄρος μετεμορφώθη.

  5. 23.5.1

    5. Γεννᾶται δʼ ἐν αὐτῷ δένδρον ῥοιᾷ παραπλήσιον, καρπὸν δʼ ἄφθονον τρέφει μήλων τὴν γεῦσιν ἔχοντα, σταφυλῇ παρόμοιον. Ἐκ ταύτης τῆς ὀπώρας πέπειρον ἑάν τις καθελὼν ὀνομάσῃ τὸν Ἄρη, γίνεται κρατούμενος χλωρός, καθὼς ἱστορεῖ Κτησιφῶν ἐν ιγ΄ περὶ Δένδρων.

  6. 24.25.1

    1. Τίγρις ποταμός ἐστι τῆς Ἀρμενίας, τὸν ῥοῦν καταφέρων εἴς τε τὸν Ἀράξην καὶ τὴν Ἀρσακίδα λίμνην· ἐκαλεῖτο δὲ τὸ πρότερον Σόλλαξ, ὅπερ μεθερμηνευόμενόν ἐστι κατωφερής· ὠνομάσθη δὲ Τίγρις διʼ αἰτίαν τοιαύτην. Διόνυσος κατὰ πρόνοιαν Ἥρας ἐμμανὴς γενόμενος, περιήρχετο γῆν τε καὶ θάλατταν, ἀπαλλαγῆναι τοῦ πάθους θέλων· γενόμενος δὲ ἐν τοῖς κατ᾿ Ἀρμενίαν τόποις καὶ τὸν προειρημένον ποταμὸν διελθεῖν μὴ δυνάμενος, ἐπεκαλέσατο τὸν Δία· γενόμενος δὲ ἐπήκοος ὁ θεὸς, ἔπεμψεν αὐτῷ τίγριν, ἐφʼ ἧς ἀκινδύνως προσενεχθεὶς, εἰς τιμὴν τῶν συμβεβηκότων τὸν ποταμὸν Τίγριν μετωνόμασεν, καθὼς ἱστορεῖ Θεόφιλος ἐν α´ περὶ Λίθων. Ἑρμησιέναξ δὲ ὁ Κύπριος ἱστορίας μέμνηται τοιαύτης. Διόνυσος ἐρασθεὶς Ἀλφεσιβοίας νύμφης καὶ μήτε δώροις μήτε δεήσεσι πεῖσαι δυνάμενος, εἰς (τὴν προειρημένην) τίγριν μετέβαλε τὴν μορφὴν τοῦ σώματος· καὶ φόβῳ πείσας τὴν ἀγαπωμένην, ἀνέλαβεν αὐτήν· καὶ διὰ τοῦ ποταμοῦ κομίσας ἐγέννησεν υἱὸν Μῆδον· ὃς ἀκμ άσας εἰς τιμὴν τοῦ συγκυρήματος τὸν ποταμὸν Τίγριν μετωνόμασεν, καθὼς ἱστορεῖ Ἀριστώνυμος ἐν γ´ .

  7. 24.2.1

    2. Γεννᾶται δ᾿ ἐν αὐτῷ λίθος μυνδὰν καλούμενος, πάνυ λευκός· ὃν ἐὰν κατέχῃ τις, οὐδὲν ὑπὸ θηρίων ἀδικεῖται, καθὼς ἱστορεῖ Λέων ὁ Βυζάντιος ἐν γ´ περὶ Ποταμῶν.

  8. 24.3.1

    3. Παράκειται δὲ αὐτῷ ὄρος Γαύρανον καλούμενον ἐπὸ Γαυράνου τοῦ Ῥωξένου σατράπου· ὃς εὐσεβὴς ὢν πρὸς τοὺς θεοὺς, τῆς ἀμοιβαίας ἔτυχε χάριτος. Μόνος γὰρ ἐκ πάντων τῶν Περσῶν τριακοσίοις ἔτεσι ζήσας καὶ ἄτερ νόσου τινὸς τελευτήσας, ἐν ταῖς ἀκρωρείαις τοῦ Μαυσωροῦ ταφῆς ἠξιώθη πολυτελοῦς· κατὰ δὲ πρόνοιαν θεῶν τὸ ὄρος ἀπ᾿ αὐτοῦ Γαύρανον μετωνομάσθη.

  9. 24.4.1

    4. Γεννᾶται δ᾿ ἐν αὐτῷ βοτάνη κριθῇ παρόμοιος ἀγρίᾳ· ταύτην οἱ ἐγχώριοι θερμαίνοντες ἐν ἐλαίῳ καὶ ἀλειφόμενοι οὐδέποτε νοσοῦσι μέχρι τῆς ἀνάγκης τοῦ θανάτου, καθὼς ἱστορεῖ Σώστρατος ἐν α´ Μυθκῶν ἱστοριῶν συναγωγῆς.

  10. 25.1.1

    1. Ἰνδὸς ποταμός ἐστι τῆς Ἰνδίας, ῥοίζῳ μεγάλῳ καταφερόμενος εἰς τὴν τῶν Ἰχθυοφάγων γῆν· ἐκαλεῖτο δὲ πρότερον Μαυσωλὸς ἀπὸ Μαυσωλοῦ τοῦ Ἡλίου μετωνομάσθη δὲ δι᾿ σἰτίαν τοιαύτην. Τῶν τοῦ Διονόσου μυστηρίων τελουμένων καὶ τῶν ἐγχωρίων τῇ δεισιδαιμονία προσευκαιρούντων, Ἰνδὸς, τῶν ἐπισήμων νέος, τὴν Ὀξυάλκου τοῦ βασιλέως θυγατέρα Δαμασαλκίδαν κανηφοροῦσαν βιασάμενος ἔφθειρεν· ζητούμενος δὲ ὑπὸ τοῦ τυράννου πρὸς κόλασιν, διὰ φόβον ἑαυτὸν ἔβαλεν εἰς ποταμὸν Μαυσωλὸν, ὃς ἀπʼ αὐτοῦ Ἰνδὸς μετωνομάσθη.

  11. 25.2.1

    2. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος προσαγορευόμενος, ὃν ὅταν φορῶσιν αἱ παρθένοι, κατʼ οὐδένα τρόπον τοὺς φθορέας φοβοῦνται.

  12. 25.3.1

    3. Φύεται δὲ ἐν αὐτῷ καὶ βοτάνη καρπύλη καλουμένη, βουγλώσσῳ παρόμοιος· ποιεῖ δʼ ἄριστα πρὸς ἰκτέρους διὰ ὕδατος χλιαροῦ διδομένη τοῖς πάσχουσιν, καθὼς ἱστορεῖ Κλειτοφῶν ὁ Ῥόδιος ἐν α΄ Ἰνδικῶν

  13. 25.4.1

    4. Παράκειται δʼ αὐτῷ ὄρος, Λίλαιον προσαγορευομενον ἀπὸ Λιλαίου ποιμένος. Οὗτος γὰρ δεισιδαίμων ὑπάρχων καὶ μόνην σεβόμενος τὴν Σελήνην, νυκτὸς βαθείας ἐξετέλει τὰ μυστήρια τῆς προειρημένης. Βαρέως δὲ οἱ λοιποὶ θεοὶ τὴν ἀτιμίαν φέροντες, ἔπεμψαν αὐτῷ δύο λέοντας ὑπερμεγέθεις· ὑφʼ ὧν διασπαραχθεὶς τὸν βίον ἐξέλιπε. Σελήνη δὲ τὸν εὐεργέτην μετέβαλεν εἰς ὁμώνυμον ὄρος.

  14. 25.5.1

    5. Γεννᾶται δὲ ἐν αὐτῷ λίθος κλειτορὶς ὀνομαζόμενος· ἔστι δὲ λίαν μελάγχρους· ὃν κόσμου χάριν οἱ ἐγχώριοι φοροῦσιν ἐν τοῖς ὠταρίοις, καθὼς ἱστορεῖ Ἀριστοτέλης ἐν δ΄ περὶ Ποταμῶν.

← Previous — showing 101114 of 114

First Thousand Years of Greek. CTS URN tlg0094.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.